§33.6Στίχ. ς΄. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω.
第6节:“愿流便存活,不至死亡。
Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω.
” 由于雅各临终时诅咒流便说:“你必像水沸腾,不得居首,”摩西在祝福时便说:“愿流便存活,不至死亡。
Ἀμφότερα καλῶς.
”这两者都很妥当。
Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ.
因为一方面,父亲因他与妾同寝而诅咒他,以此教导并警戒后人;另一方面,摩西在此之后公正地祝福他,因为当他的兄弟们想要杀害约瑟时,唯有他放过了约瑟。
Ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.
因为,如果对犯了罪的人降下诅咒,而对行了义事的人却不赐予祝福,那将是不合理的。