§23.3(56) Στίχ. γ΄. Οὐκ εἰσελεύσεται Ἀμανίτης.
(56) 第3节:“亚扪人不可入。
Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλʼ εἰς τὸν αἰῶνα;
”究竟为什么他禁止与摩押人和亚扪人交往,不是在某个特定时期,而是永远呢?
Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας· ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες.
首先是因为他们不法的根源,因为他们是由不法的交合所生;其次是因为他们的不虔敬,他们通过装扮女子,诱使以色列人也分沾了这种不虔敬,并通过她们将他们诱入偶像崇拜的陷阱。
Τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύπτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον.
然而,他命令在第三代之后接纳以东人和埃及人,前者视作兄弟,后者视作在关键时刻给予恩惠的恩人。
Λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν.
因为当饥荒降临时,他们的祖先进入埃及并得到了供养。
Διδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν.
因此,律法教导我们,不可遗忘往日的恩惠。
§23.14aΣτίχ. ιδ΄. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου;
第14节:“因为耶和华你的神在你的营中行走”是什么意思?
Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν.
律法知道,空气若经常充斥着恶臭就会产生瘟疫。
Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον.
因此,他命令他们在安营时将排泄的粪便埋葬。
Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου.
为了防止他们因不顺从而遭受伤害,他必然地加上了:“因为耶和华你的神在你的营中行走。
Καὶ τὴν αἰτίαν διδάσκει· Ἐβελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου.
”并教导了其原因:“为要拯救你,并将你的仇敌交在你的面前。
Διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον.
”通过这一点,他教导人们不要做任何不法的事。
Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα.
因为他接着说:“所以你的营应当圣洁,免得在你们中间见有什么污秽的事。
§23.12Στίχ. ιβ΄. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ.
” 第12节:“你在营外也该定出一个地方,”他说,“好到那里去。
§23.13Στίχ. ιγ΄. Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς δώνης σου.
” 第13节:“在你的器械(腰带)上应当有锹。
Καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύξῃς (57) ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἑαυτοῦ (58).
你出营坐下的时候,用它铲地 (57),转身掩盖你的排泄物 (58)。
§23.14bΣτίν. ιδ΄. Ὅτι Κόριος ὁ Θεός σου ἐμπεριπατῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραβοῦναί σοι τὸν ἐχθρύν σου εἰς τὰς χεῖράς σου.
” 第14节:“因为耶和华你的神在营中行走,为要拯救你,并将你的仇敌交在你的手里。
Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος.
所以你的营应当圣洁,免得在你们中间见有什么污秽的事。
Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέπει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν.
” 因为,凡渴望勇敢对抗属灵仇敌的人,理应避开一切不洁。
Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν·
但是,由于我们大家经常跌倒,而且人类的天性正承受着极易滑入过错的病态,正如诗人所言:“谁能知道自己的过失呢?
Γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς.
”他说:“即便你们因身上某种固有的不洁而几乎被击碎,并因病态而陷入了实用律法和圣洁生活之外的某种事物。
Ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος.
”因为罪的律住在肉体的肢体中。
Πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν, τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα· ἀλλʼ οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρεμβολῆς·
首先,因软弱而犯下的过错,不可公然且毫不掩饰地行出来,更不可在众人面前,而应当仿佛在营外隐秘处,且离营越远越好。
εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύνας, κατὰ τὸ γεγραμμένον.
接着,他说,应当通过改正来掩盖它们;因为正如经上所记:“智慧人掩盖自己的羞辱。
Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ ώφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσπταίσματα· καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν.
”因为通过停止过错,并以朝向更美之事的倾向在某种程度上重构我们的心灵,以至选择有益的事,我们就把绊脚石从我们中间除去;并且用此后善行的香气战胜了那不体面的罪,我们将再次进入圣徒的营地,即长子的教会。
Ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ (59) καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι.
这在基督里得到了实现,如果我们接受他的十字架,带着敏捷和最轻便的心思。
Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται.
因为我们在腰带上佩有锹,即“木头”,隐约暗示了这一点。
Πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωματικά· οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς ἐπαρμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες.
因此,我们借着肉体的事物,在属灵上作出了属神之事的预表;因为即使在去厕所时,我们也绝不能在造我们的神眼中处于不洁之中。
Δεῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ.
所以,我们必须掩埋不洁,“因为主在营中行走。
Ἐνοικεῖ γὰρ ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός.
”因为基督居住并在我们中间行走。