§14.19Στίχ. ιθ΄. (Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται.
第19节:“凡有翅膀爬行的物,对你们都是不洁净的。
Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.
” (在飞鸟中,我想,凡是在脚掌之上的膝盖下方有跳跃之距的,律法意在看作洁净;而没有的,则是不洁净的。
) Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἀλίαιτον, καὶ μέντοι καὶ τὸν γύπα.
)因此,律法禁止了雕、狗头雕、红头雕,乃至秃鹰。
Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω·
因为这类鸟飞得极高,极喜欢在最高处炫耀,而厌恶低处。
Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται.
因为他说:“秃鹰的雏鸟飞在高处。
Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον (35) ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι.
” 那些极度扬眉吐气 (35)、心怀高傲之意、习惯于蔑视温和适度之思想、绝不喜欢与卑微者同行的人,大致也是如此。
Συγκαταψέγει δὲ τούτοις (36) καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· διʼ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος.
此外,他将 (36) 鸢及同类的鸟与这些一同谴责;借着这些,极好地预示了那一类精于掠夺且在作恶上极其可怕的人。
Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς.
在这些鸟中,鸢是原型,而另一种极其黑且深色的则不然。
Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς (37) οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς (37· )τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν.
那些奔向邪恶、对大众无益的人 (37), (37·) 在他们自己中间制造着邪恶,他们多少是阴暗的,并非对所有人都是显而易见。
Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυτρόποις κακουργίαις (38) ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως.
对那些患有可咒诅之傲慢病症的人来说,总是渴望占便宜的心理不知怎的总是伴随着他们;寻常的事物无法满足他们,他们要通过多样的恶谋 (38) 来占便宜,并如此贪得无厌地将此掠夺。
Ταύτῃ τοι (39) συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον.
正因如此 (39),他随即接着说:“和鸵鸟,以及海鸥。
Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα.
” 因为我想这些是贪得无厌的,总是收集偶然遇到的东西。
Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον.
接着他说,鹰及同类的鸟,夜鹰,鸬鹚,朱鹭,紫水鸡,鹈鹕和天鹅也是不洁净的。
Καταγράψει δ᾿ ἂν ἐφʼ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν·
而这些鸟也会在自己身上描绘出那些残酷、野蛮地算计他人,并无情地袭击他们碰巧能够袭击的人。