Humanitext Reader

俄利根 · 约伯记选集 §40

暴风中神的呼召与试炼的目的

第 5 段,共 6 段 · 希腊语

内容简介

神在暴风中呼吁约伯要像男子汉一样束腰并回答祂的提问,指出约伯所受的试探是为了向世人显明他隐藏的公义与忍耐,并宣告战胜诱惑者的约伯应当重新承受高贵与尊荣。

§40## ΚΕΦ. Μ΄. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.
## 第四十章 “不,你要像男子汉一样束起腰来。
Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον· οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς.
”斗争的完美奖赏是为那些在这生命之后得胜的人存留的;然而,神恩现在就已经作为抵押赐予了斗士们。
Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, εὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοσήσας ὡς σκώληκας ἀνομβρεῖν ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἄθλων δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ νέφους καὶ λαίλαπος.
因此,当约伯经历最大的斗争时,当他在失去财产后荣耀了赐予者;当他安葬了儿女后向收回者献上感谢;当他病重以致虫子从身体中涌出,却未被痛苦战胜时,神通过云彩和暴风向他说话,赐予他斗争的序幕和凭据。
Ἀκούσας οὖν τῶν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν· οὕπω γὰρ ᾔδει τὸ, « Μωσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ.
因此,他听了先前的话,本应当向神回答,却因没有坦然无惧而保持沉默;因为他还不知道那句话:“摩西说话,神用声音回答他。
» Ὁ μέντοι Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λέγειν· καὶ τοσαύτη ἐστὶν αὐτοῦ ἡ χρηστότης, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου.
”然而神赐予他说话的坦然无惧;祂的仁慈是如此之大,以至于祂所承担的并非审判者的角色,而是与人一同受审者的角色。
Καὶ ἄλλαι τοῦτο ἐδίδαξαν Γραφαί· ὡς τὸ, « Δεῦτε, καὶ διαλεχθῶμεν· » καὶ, « Λαός μου, τί ἐποίησά σοι;
圣经的其他地方也教导了这一点,例如:“你们来,我们彼此辩论”以及“我的百姓啊,我向你做了什么?
» Ἥδη ἆθλον δίδωσιν αὐτῷ ὁ Θεὸς, ὅτι ἅνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως.
”神如今已经赐予他奖赏,因为祂向人提问,向他查询,赐予他回答的权柄。
Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἦκουσε· « Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, » καὶ μὴ σιώπα· ἀλλʼ ἀνδρίζου πρὸς τὰς ἐρωτήσεις· ὅσῳ γὰρ ὀσφύς τινος οὐκ ἔζωσται, οὐδὲ συνέσφιγκται, ἀλλὰ λέλυται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Θεῷ.
如果他没有得胜,他就不会得到;如果他没有忍耐,他就不会听到:“像男子汉一样束起你的腰”,并且不要沉默;而要雄赳赳地面对这些提问;因为只要一个人的腰没有束上,也没有收紧,而是松弛的,他就无法合乎情理地回答神。
Μὴ πρότερον οὖν ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ ἀνὴρ γένηται τέλειος τὴν πνευματικὴν ἡλικίαν καὶ τὴν ὀσφὺν ζώσηται.
因此,除非一个人在属灵的年龄上成为完全的男人并束上腰,否则不要先去回答神。
Μὴ ἀποποιοῦ μου τὸ κρῖμα.
“不要拒绝我的审判。
Μὴ οἴου ἀλόγως κεκρίσθαι μοι ταῦτα ἅπερ ὑπέμεινας, μηδὲ ἀποποιοῦ μου τὸ κρῖμα.
”不要以为你所忍受的这些事是由我无理地决定的,也不要拒绝我的审判。
Τούτου τοῦ ῥητοῦ, ὡς χρησίμου μνημονεύωμεν, ὅταν ὁ Θεὸς παθεῖν τι ἡμᾶς κρίνῃ, τέκνον ἀποβαλεῖν. ἀρχὴν ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα. ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν ταύτων οἷόν τε παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ Θεοῦ.
我们要把这话当作有益的来记住,每当神判定我们要遭受某些苦难时,比如失去孩子、失去权位、身体患病,或承受这些事中的任何一件;因为若非神的判定,我们不可能遭受这其中的任何一件事。
Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· « Μὴ ἀποποιοῦ μου τὸ κρῖμα· » τουτέστι, Μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ· τὸν παρόντα λέγει χρηματισμόν.
因此,既然这些事没有一件是离开神的审判而发生的,祂便对遭受苦难的人说:“不要拒绝我的审判”;也就是说,“不要否定我关于你所做出的决定”;祂是指目前的启示。
Οἴει δέ με ἄλλως σοι κεχρημστικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;
“或者你以为我向你说话是因别的缘故,而不是为了让你显明为义人吗?
Ἀπολογοῦμαί σοι· δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός· ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεῖν τοῦ λάμψαι σου τὴν ὑπομονήν· εἷχες ἀνδρείαν· ἀλλʼ ἐκρύπτετο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν.
”我向你释明:你是义人,但你并未显露出来;你有忍耐,我需要提供机会让你的忍耐发光;你有勇气,但它隐藏在你里面;临到你的痛苦显明了你的勇气。
Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· « Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, » τουτέστι τὸν πειρασμὸν συγχωρῆσαι, ἢ ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ;
我们要在逆境的时候记住这些,并且让我们仿佛听到神同在并对我们说:“或者你以为我向你说话是因别的缘故,”也就是说允许了这试探,“而不是为了让那些不知道的人明白你的公义吗?
Ἀνάλαβε δὴ ὕψος.
” “来吧,承受高贵。
Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ σου τὴν δύναμιν· στεφάνωσαι· ἔνδυσαι εὐπρέπειαν.
”也可以这样理解这些诗句:你已经战胜了诱惑者;承受你的高贵吧;承受你的力量吧;戴上冠冕吧;穿上华美之服。
Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετʼ αἰσχύνης ἀπέστρεψας μετὰ τῆς αὐτοῦ φάλαγγος.
那肆虐者曾向你宣战;但你使那骄傲者降为卑,并使他同他的军旅带着羞辱远远退去。

词汇与语法注释

  1. §40δέον ἀποκρίνασθαι — 非人称动词 `δεῖ` 的中性现在分词宾格形式 `δέον` 构成“绝对宾格”用法。在此表示让步语义的副词短语,意为“本应当回答”。
  2. §40ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον — 结果接续词 `ὥστε` 后接带对格的不定式结构,以 `αὐτόν`(指神)作为不定式的逻辑主语。`πρόσωπον` 意为“角色、面具”,修饰后文的属格分词。
  3. §40τὴν πνευματικὴν ἡλικίαν — 关系或观点对格(限定对格),用于修饰形容词 `τέλειος`(完全的、成熟的),限定其具体范畴,即“在属灵年龄的维度上成熟”。
  4. §40ἄλλως..., ἢ ἵνα — 意为“以不同于……的方式,除了为了……之外”的句式。副词 `ἄλλως` 后接表示比较或排他的连词 `ἤ` 所引导的 `ἵνα` 目的从句,用以强调反问语气。

引用这一段

俄利根, 约伯记选集 §40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg057.humanitext-grc1:40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。