§1## ΚΕΦ. Α΄. Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους.
## 第一章骑兵们为我们分成了三队,并包围了骆驼。
Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει· διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν·
他使骆驼归于骑兵的支配之下,而将母驴和成对的牛归于掠夺者的支配之下;但他憎恨羊群,因此降火于它们。
ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι.
不仅如此,他还对儿子们设下阴谋,寻找机会要毁灭他们。
Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι· εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατʼ αὐτῶν·
如果他发现他们正在阅读圣书,他就不会触动那房屋,也没有机会杀害他们;如果他发现他们正在祷告,他将无法对他们做任何事。
ἀλλʼ ὅτε εὖρεν εὐκαιρίαν, ἴσχυσε.
但当他找到机会时,他就得逞了。
Ποῖος ἦν ὁ καιρός;
那是什么样的机会呢?
μέθη ἦν, συμπόσιον ἦν.
是泥醉,是宴乐。
Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις (16· ) οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὀδοῦ ταῖς γωνίαις κέχρηται·
至于风触及四角,请注意,伪善者们正站在街角上祷告;凡是不走正直之路的人,都利用这些街角。
πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία.
而宽阔的街角,就是那繁多且放纵的恶德。
§19## ΚΕΦ. ΙΘ΄. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου;
## 第十九章你们使我的灵魂受苦要到几时呢?
Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα· οὔτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων·
正如放在动物身上的沉重负担使运载者劳累,同样也有一些沉重的言语,人听了之后,会感到疲惫,仿佛被那些充满指责、严厉或侮辱的言语的力量所压碎。
ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰσθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν· « Ἕως τίνος ἕγκοπον ποιήσετε τὴν ψυχήν μου, » καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατʼ ἐμοῦ τοὺς λόγους;
现在对于比勒达所说的话也是如此,约伯仿佛感到了沉重的负担,在灵魂疲惫中说道:“你们使我的灵魂受苦要到几时呢? ”并且像沉重的负担一样,针对我加重你们的言语。
Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ. λέγει τὰ προκείμενα.
你看到了,书亚人统治者的言语是残暴的,约伯听了之后说了这些话。
Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι. ὡς λόγος σκληρός· πολλάκις γάρ τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν.
因为没有任何其他东西能像严厉的言语那样触及人的灵魂;因为很多时候,一个能忍受肉体拷问的人,却无法忍受言语。
Ὁ μέντοιγε τέλειος ἀθλητὴς. εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους· ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι·
然而,完美的斗士即使感到疲惫,也仍然忍受着严厉的言语;因为忍受侮辱是伟大人物的特征。
διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· « Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν.
因此,使徒在叙述自己的英勇事迹时说:“被人咒骂,我们就祝福;被人毁谤,我们就劝导。
» Καὶ νῦν δὲ ὁ Ἰὼβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος. ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτος περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν·
”而现在说话的约伯,正是斗士中最崇高的一位;他的书除了他的勇气和忍耐之外,别无其他特殊内容。
ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ σαι.
然而,他仍然感受到了由于那些来探望他的人的严厉言语而带来的疲惫。
Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρασκευάζει, διὰ τοῦτό φησιν· Ἀνθʼ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;
既然言语的沉重如同放在灵魂上的负担,使其感到疲惫,因此他说:朋友们,你们为何在肉体的痛苦之外,又加上灵魂的忧伤,用言语刺痛灵魂,甚于病痛刺痛肉体?
Καταλαλεῖτέ μου.
你们毁谤我。
Πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν· ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων.
很多时候,人做着恶事却还要毁谤别人;而当他厚颜无耻时,就会当面说出来,不是为了指正,也不是说真话,而是为了责备和侮辱。
Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα.
我呼求,却无处有公断。
Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται· ἔτι ἀθλῶ.
现在如果我呼求,我的公断无处可寻;我仍在战斗。
Ὡσεὶ ἔλεγεν· Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται· ἔτι γὰρ παλαίω.
这正像他所说的那样:如同竞技场上的斗士,我呼求了,却无处出现我的公断,因为我还在格斗。
Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου.
如果我不完成格斗,冠冕的公断就不会到来。
Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐδαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς.
我们说这些,是为了不让我们指责神,因为约伯受了这么多苦,却无处有公断,也就是说,没有释放和免除灾难的裁决。