Humanitext Reader

俄利根 · 申命记选集 §32-39

数字四十的象征与祭坛禁用铁器的解释

第 5 段,共 5 段 · 希腊语

内容简介

基于申命记,本文解释了鞭打中“四十”这一数字的惩罚性含义、祭坛建造中禁止使用铁器的原因、宣告祝福与诅咒的支派渊源,以及关于外邦人蒙召和基督统治的预言。

§32Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν.
“必按数打他四十下。
Ἀεί γε τετηρήκαμεν κακωτικὸν ὄντα τὸν μ΄ ἀριθμόν· ὅθεν Μωῦσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ διαβόλου οὐκ ἔφαγεν μ΄ ἡμέρας καὶ μ΄ νύκτας· καὶ ὁ μέγας δὲ κατακλυσμὸς ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
”我们始终观察到,四十这个数字具有惩罚性(带来灾祸);因此,伟大的摩西禁食了四十昼夜,在他之后的以利亚也是如此;而我们的救主在受魔鬼试探时,也四十日四十夜没有吃东西;大洪水在地上发生,也是因为神降雨四十日四十夜。
Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον.
“你不可在它们上面使用铁器。
Ζητητέον διὰ τί σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδομὴν τοῦ θυσιαστηρίου χρησιμευόντων.
”我们需要探究,为什么神不允许铁器接触用于建造祭坛的石头。
Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους ἀπελεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι.
然而在此之后,神又吩咐收集未经雕琢的石头来建造圣殿,并进行建造。
Εἰ γὰρ ἄτοπον τὸ σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ κίονες. πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν;
因为,如果铁器接触适合建筑的石头是不妥的,那么柱子又是如何制成的,木板和它们的柱头又是如何制作的呢?
Ἢ πῶς ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ;
或者,所有用青铜、金或银制作的器物,又怎能在没有铁器的情况下制造出来呢?
Καὶ πῶς οἷόντε;
这怎么可能呢?
Διὰ τούτωνφανερὸν μὲν, ὅτι οὐχ ἀπλῶς ἀπαγορεύει τὸ σίδηρον ἅψασθαι τῶν λίθων.
通过这些显而易见,神并不是绝对禁止铁器接触石头。
Τίς οὖν ἡ αἰτία;
那么,原因是什么呢?
Λέγομὲν οὐ διϊσχυριζόμενοι. Ταῦτα δὴ τοίνυν.
我们在此并非武断地断言,而是表明:正是由于这些原因。
Σκληρὸν σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει.
将坚硬的铁器撞击,神是多么地禁止将坚硬之物相互撞击和冲突。
Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ ἐκ αῆς τῶν σκληρῶν συμμίξεως καὶ συγκρούσεως.
因为坚硬之物的混合和碰撞,往往会产生巨大的灾祸。
Ἢ τὸν φόνον ὡς ποῤῥωτάτω τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως.
或者,神将谋杀之意从人的心中尽可能远地驱逐出去,这确实是非常公正的。
Εἰ γὰρ οὐ χρὴ λίθῳ τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ, σιδήριον ἐπιβάλλειν, πῶς οὐ μἄλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ κατὰ τοῦ πλησίον φονᾷν; ΄
因为,如果不可将铁器用于建造祭坛或圣殿的石头上,那么,拿起铁器去杀害邻舍,岂不是更应该被禁止吗?
§33Οὗτοι στήσοται εὐλογεῖν τὸν λαόν.
“这些人要站着为百姓祝福。
Παρατηρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὅρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν, πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών.
”需要注意的是,那些被指定祝福的人,都是由雅各的自由妻子(即正室)所生;而那些被指定在基利心山对面的基巴路山上宣布诅咒的人,除了流便和西布伦之外,都是由女仆所生。
Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός.
流便之所以被列在宣布诅咒的人中,是因为他也曾被他的父亲诅咒。
Εἰ δὲ καὶ τὸν Λευὶ κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξία.
即使雅各也曾诅咒过利未,但利未因其祭司的尊荣而得到了赎回。
Μάλιστα γὰρ ἱερέως ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν.
因为为百姓祝福,何等是祭司的职责。
Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ αὐτὸς ἀριθμεῖται.
此外,西缅因居住在犹大支派的中间,仿佛成了它的一部分,因此凡是犹大在的地方,他也被数在其中。
§34Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς.
“这是摩西所祝的福。
Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὕτε πᾶσαι εὐλογίαι ἦσαν, οὕτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωῦσέως, πᾶσαι εὐλογίαι.
”雅各的预言既不全是祝福,也不全是诅咒;而摩西的预言则全都是祝福。
§35Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν.
“他从巴兰山急忙临到。
Τουτέστι τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν, ἀλλὰ τοῖς ἐξ ἐθνῶν, καὶ τὸν νόμον ἔστησε.
”也就是说,神不再向以色列传达神谕,而是向外邦人传达,并设立了律法。
Τοῦτο γὰρ, « κατέ σπευσεν ἐξ ὅρους Φαρὰν, » εἴτουν « κατέπαυσεν. » ὅπερ ἑτέρα περιέχει γραφὴ, ἀντὶ τοῦ, σπουδαίως τὴν σκιὰν καταλείψει, καὶ τὴν ἀλήθειαν ἡμῖν φανερώσει.
因为“从巴兰山急忙临到”——或者在其他经卷中所写的“安息”——是代替说,他将迅速地让阴影离去,并将真理显明给我们。
§36Σὺν μυριάσι Κάδης.
“同着万万捷德什(圣者)。
Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους.
”这里“捷德什(卡代什)”指的不是地方,而是圣者。
Κάδης γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ.
因为在希伯来语中,“捷德什”意为“圣者(圣物)”。
§37Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
“他疼爱(宽容)了他的百姓。
Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας.
”也就是说,他来临并拯救了那些曾经算不得子民、现在却是神子民的人,拯救了那些曾经未蒙怜恤、现在却蒙了怜恤的人。
« Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν.
“因为在这事上,”使徒彼得说,“神的爱就在我们中间显明了。
» Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ.
”圣约翰也在他的大公书信中说:“神差他独生子到世间来,使我们借着他得生。
» Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.
”福者保罗也说:“神既不爱惜自己的儿子,为我们众人舍了。
» Ἐφείσατο οὖν τοῦ λαοῦ.
”因此,他疼爱了他的百姓。
§38Καὶ πάντες οἱ ἡγιασ μένοι ὑπὸ τὰς χεῖράς σου.
“凡成圣的人都在你手中。
Πάντων γὰρ κρατεῖ, ὡς βασιλεὺς οὐρανοῦ καὶ γῆς.
”因为他作为天地之王,统治着万物。
Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπʼ αὐτόν εἰσιν· « αὐτὸς γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. »
他们作为侍立在王面前的人、作为侍奉神的仆人、作为敬拜创造主的受造物,都在他的权下;“因为他自己已将万物都踩在脚下”。
§39Συναχθέντες ἄρχοντες λαῶν.
“万民的君王聚集。
Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· « Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
”这是指神圣的门徒,正如大卫代表他们说:“他使万民服在我们以下,使万国服在我们脚下。
» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.
”又说:“万民的君王聚集,要作亚伯拉罕之神的民。
» Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν.
”因此,这表明了外邦人的召命,因为神将同时统治以色列和外邦人。
« Ἠγαπημένος » δὲ λέγεται ὁ Υἱός.
而子被称为“蒙爱者”。
« Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός.
因为他说:“这是我的爱子。
» Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ βασιλεύει.
”通过他,父统治并作王治理我们。

词汇与语法注释

  1. §32Ζητητέον διὰ τί σίδηρον οὐκ ἐᾷ — 非人称动词性形容词 ζητητέον(应当探求)引导间接疑问从句 διὰ τί...。动词 ἐᾷ 是 ἐάω(允许)的单数第三人称现在时直陈语气,上下文省略的主语是“神”或“律法”。
  2. §32Σκληρὸν σιδήριον ἐπιβάλλειν — 此处存在构文不一致(anacoluthon)现象。宾格不定式短语 Σκληρὸν σιδήριον ἐπιβάλλειν(使用坚硬的铁器)置于句首,与后文的疑问句 πῶς οὐ...(岂不更……)形成松散的语义关联。
  3. §33πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών — 在此处,πλὴν 起介词作用,支配属格(τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών),表示排除(“除了……之外”)。
  4. §35τῷ μηκέτι τῷ Ἰσραὴλ χρηματίζειν — 带与格冠词的不定式(articular infinitive)。副词 μηκέτι(不再)否定该不定式。动词 χρηματίζειν 在此处作不及物动词用,意为“传达神谕”或“启示”,指代神谕向外邦人的转移。
  5. §39ὡς τοῦ Θεοῦ μέλλοντος ἄρξειν — 由连词 ὡς 引导的属格独立分词结构。ὡς 表示主观原因或意图,分词 μέλλοντος(μέλλω 的现在活动分词属格)与将来时不定式 ἄρξειν 连用,表示“因为神将要统治”这一预期的缘由。

引用这一段

俄利根, 申命记选集 §32-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg053.humanitext-grc1:32-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。