§13Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου.
“你要谨慎,免得忘记主你的神。
Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν.
”在应许了美物之后,他唤醒他们,使他们警醒,去记住施恩者,而不要因饱足而放肆,也不要轻视赐予这些东西的人,并且(记住)他将他们从埃及的奴役中领出来,进入自由。
§14Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου.
“你不可向主你的神这样行。
Αἰτιᾶτει τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θαοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδελυκτόν.
”他谴责人们向外邦的神献祭自己的儿女是残忍和不人道的,也是可憎的。
Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγ οις αὐτῶν μὴ ὑπέχειν.
对于那些说要向外邦神献祭的人,我们不仅应当避开他们,而且甚至不应当倾听他们的言语。
§15Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ.
“你不可加添,也不可删减。
Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες.
”人们在犯错时,总的来说,是通过两种方式犯错的:要么是越过诫命,要么是减少(未能达到)诫命。
Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.
因为当我们不按知识生活,也不明白正义的尺度而犯错时,有时会越过规范,幻想着在做一些更好的事,结果却偏离了摆在我们面前的目标。
§16Τοῦ αὐτοῦ.
同作者。
Οἱ οὗν μὴ ποιοῦντες πάντα, ἢ οἱ πλεῖόν τι ποιοῦντες, παράνομοι.
因此,那些不遵行一切事的人,或者那些多做了一些事的人,都是不法之人。
§17Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μηρυκισμόν.
“凡分蹄并倒嚼的走兽。
Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν πορείαν καθʼ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων ἐμφάνειεν· ὁδὲ μηρυκισμὸς, τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων.
”分蹄表示我们走向任何美善努力时所循的道路;而倒嚼则是将神圣灵感示的圣经言语上下思量,并且仿佛重新咀嚼,通过探究来细化教义中隐藏的内容。
§18Πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε.
“水中一切有翅有鳞的,你们都可以吃。
Τῶν πτηνῶν οἶμαι ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.
”在飞禽(跳跃之物)中,我认为那些在膝盖以下、足部以上有跳跃关节的是清净的;而那些没有的,则是污秽的。
Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας.
“你要为自己守住棚节七日。
§19Εὑρίσκομεν ἐν ταῖς Γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι· « Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου;
” 我们在圣经中发现了“节日”和“盛会”这两个名称,正如先知所说:“在盛会之日,在主的节日之日,你们将做什么呢?
» Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως.
”我们必须探寻“节日”与“盛会”的区别。
Πᾶσα μὲν οὖν, ἵνʼ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται· οὐ πᾶσα δέ ἐστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι.
可以这么说,凡是喜乐的日子,只要它被吩咐要像圣日一样,行一些有别于其他日子的特殊之事,就被称为“节日”;但并非每一个节日都是“盛会”,而是如其名所示,当来自各地的希伯来人聚集在同一个地方时才被称为盛会。
ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν·
因此在这方面,盛会虽是节日,但节日并不完全是盛会。
οἷον σάββατα καὶ νεομηνίαι, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ αἱ ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὅν ἂν ἐκλέξηται.
例如,安息日和新月是“节日”;而无酵饼、七七节的日子和住棚节不仅是“节日”,也是“盛会”,因为那时被吩咐一切男子都要在主你的神所选择的地方,显现在他的面前。
§20Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου.
“不可挪移你邻舍的地界。
Πλησίον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται.
”在许多地方,“邻舍”指的是每一个人。
§21Τοῦ αὐτοῦ.
同作者。
Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν.
我们既不应该占邻舍的便宜,也不应该教唆挪移祖先那妥善安置的地界。
Τοῦτο γὰρ αἴτιον πάσης συγχύσεως ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περ φρονουμένων δὲ τῶν ὁρισάντων.
因为这将是所有混乱的起因,因为邻近的人会受到不公正的对待,而制定地界的人则会被轻视。
Πλησίον δέ τινες πάντα ἄνθρωπον λέγουσιν.
有些人说,“邻舍”是指每一个人。
§22Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου.
“若有不义的见证人站起来指控人。
Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· « Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ ἑξῆς, « Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. »
”律法是将这些事对软弱的以色列人说的;而制定这些律法的法度之主则对自己的门徒说:“你们听过有话说:‘以眼还眼’”,等等,“但我告诉你们,不要与恶人作对。
§23Τοῦ αὐτοῦ.
” 同作者。
Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός.
这些话确实是针对感官之物和世俗之事的,但关于我们所犯的罪,神不需要任何凭据。
Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής.
因为他自己就是一切的监察者和审判者。