§10Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ ἑξῆς.
“人活着不是单靠食物,乃是靠一切话”,等等。
Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ.
此外,这也是说明那玛纳就是道(Logos),即便在《出埃及记》中它被表明为食物。
« Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν.
因为他说:“这就是主给你们吃的水果(食物)。
Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος.
这就是主所吩咐的话。
» Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς.
”因此,玛纳“微细,如同白色的芫荽子,如同地上的霜”;因为那玛纳作为其象征的道,就其本性而言是微细的,并穿透一切理性的、纯洁的、最微细的灵。 智慧也是理性的、圣洁的、独一的、多样的、微细的灵,等等。
Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν.
它在白色上也有如芫荽子。
Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι.
人们说,芫荽的整个本性自始至终都具有种子的特性,以至于即使芫荽的种子被粉碎,它的力量也不会消失,仿佛它不能再被播种一样。
Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι τέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς.
道在整体上也是如此;它的每一个部分都天生在美善的(土壤)中,即在灵魂中被耕耘。
Ἔστι δὲ τὸ μάννα λευκόν.
玛纳是白色的。
Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπʼ αὐτοῦ, Ἔστι δὲ καὶ ὡσεὶ πάγος· συνεστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤῥυηκὼς, ἀλλὰ πάγιος, ἃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.
因为道是光,是明亮的,在这方面对那理解它并靠它滋养的人来说是白色的。 它也如同霜一般;因为它是紧实的,决不潮湿松软,也不流散,而是坚固的——这正是天上的道,并向我们宣告天上的事。
§11Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν.
“因为主你的神要领你进入美地和宽阔之地。
Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν.
”基督并没有许诺给我们这些,而是许诺了天国,以及美好的、永恒的土地,基督就是那里的急流,用智慧的泉源来灌溉。
Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς.
这些急流流经平原(即谦卑而多结果子的人),也流经高山(即因观想的高度而向天高耸的人)。
Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα.
那里有强健人心脏的小麦,有滋养较软弱者的大麦。
Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός.
那里有真正的葡萄树基督。
Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς.
那里有润泽圣徒头部的油。
Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι.
同样也有石榴,内部怀着甜美,外部却穿上修行生活的严厉。
Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα.
那里有无花果树,不是那不结果子而仅茂盛其叶的树,而是富于圣灵之甜美的树。
Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι.
那里有救主喉咙那令人向往的甜美,有《雅歌》中新妇滴蜜的嘴唇,还有在地上滚动、不向诱惑屈服并效法铁之特性的圣石。
Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν.
那里有铜矿,他们用它制造了属灵的全副军装。
Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν.
而这一切的总结就是不停地赞美神。
§12Τοῦ αὐτοῦ.
同作者。
Οὐκ ἕστι, φησὶ, πηλῷ καὶ πλινθείᾳ μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ἰταμωτάτους, καὶ μὴ ῥᾳδίως διαλυομένους, ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν.
他说,我们不必在泥土和砖瓦中劳苦,遭受折磨,而是要拥有石头,而且是非常坚固、不易粉碎的石头,足以用来建造房屋并长期保存。
Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου βουλόμενος.
他说这些话,是想要让他们的心意离开埃及。
Διὰ γὰρ τοῦ εἰπεῖν, « ἀγαθὴν, τὸ γόνιμον ἔδειξε· διὰ δὲ τοῦ, « πολλὴν, τὸ μέγεθος καὶ τὸ πλάτος.
因为通过说“美好的”,他展示了它的肥沃;通过说“宽阔的”,展示了它的大小和宽度。
« Οὗ χείμαῤῥοι ὑδάτων (τοῦτο οὐκ ἐν Αἰγύπτῳ), καὶ πηγαὶ ἀβύσσων· ὅπερ ἐξαίρετον τῇ γῇ τῆς ἐπαγγελίας.
“那里有水的急流(这在埃及是没有的)和深渊的泉源”——这是应许之地所独有的。
Προσέθηκε δὲ καὶ διὰ τῶν ὀρέων· » ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλʼ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως.
他还添加了“通过山脉”,这也是埃及所不具备的,埃及既不以葡萄树著称,也没有丰盛的油,而应许之地则丰丰富富地拥有一切。