Humanitext Reader

俄利根 · 民数记选集 §11-20

恶与神的力量之别及巴兰路途的寓意解释

第 2 段,共 3 段 · 希腊语

内容简介

阐释恶势力与上帝力量的本质区别,并对巴兰的路途和毗珥山等事件进行了基督教道德层面的寓意解释。

§11Τοῦ αὐτοῦ.
同一作者。
Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος.
敌对的力量绝不行善,而是以最恶劣的方式运作一切;并且它所运作的恶,它无法恢复到较好的状态,因为它没有更优者的秩序。
Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά.
但对于更优的力量而言,凡事都能。
Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἕχει· οὐ γὰρ καθʼ ἕξιν μόνον, ἀλλὰ καὶ κατʼ οὐσίαν ἀγαθός ἐστιν.
因为我们的上帝使人受苦,又使人复原,但他并不行恶;因为他不仅在习惯上是单方面的善,在本质上也是善的。
§12Τοῦ αὐτοῦ.
同一作者。
Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προσφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσδερομένων μαντεύεσθαι τοὺς βουλομένους.
在人类的事物中,有一些成就了的占卜、祭祀以及献给魔鬼的礼物;因此通过献上这些,那些想要占卜的人可以进行占卜。
Μαντεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα.
但每一件事都只是占卜。
Οὐ γὰρ ἀληθὴς πρόῤῥησις.
因为这不是真实的预测。
§13Καὶ ἦλθεν ὁ Κύρος πρὸς αὐτόν.
“主(塞鲁士)来到他那里。
Κατὰ ἀλήθειαν es Num. αXn, 22. » ipid. 35. » Num. XXm, θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπʼ αὐτοῦ.
”实际上,源自民数记 22:35 及 23: 一股神圣的力量来到了巴兰那里,并非由他所召。
Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιήσῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προῤῥήσεις οἰκονομήσῃ.
因此,它来到是为了使巴兰所召的魔鬼退避,并管理神圣的预测。
§14Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὀδοῦ.
“上帝的使者站起来,在路上阻挡他。
Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἷπεν ὁ Θεὸς πρὸς τὸν Μωῦσῆν ὅτι « Ἄγγελός μου προπορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ; »
”在路上阻挡巴兰的使者,难道不就是上帝对摩西所说的那位吗:“我的使者在你们前面行,在路上保护你们”?
§15Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων.
“同这些人一同去吧。
Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βαλάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ.
”上帝不准巴兰去巴勒那里;但因为他想去,上帝便予以容许。
Παραγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν· καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοἴ.
上帝吩咐他只说所启示的话;那显现并惊吓他的使者也证实了这一点。
Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς.
“为我筑七座坛。
Ἔστι δὲ καὶ διὰ σώματος ἐτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείττοσι καὶ ἐν τοῖς χείροσιν.
”但在另一个身体(媒介)中也有工作进行,无论是在较好的事中还是在较坏的事中。
Οἷον ὡς τὰ γινόμενα ὲν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν.
例如摩西、亚伦以及术士们在埃及所行的事。
Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντικειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ· ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν.
但是,当神圣的力量在怀疑者的面前与敌对的力量进行比较时,这神圣的力量获胜;正如摩西的杖吞噬了术士们的杖一样。
§16Τοῦ αὐτοῦ.
同一作者。
Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας.
巴兰习惯于用同样的祭祀侍奉来召唤魔鬼。
Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι.
因为世上就是向魔鬼举行这样的祭祀。
Διὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμβολα ἦσαν.
因此,上帝要求最初的百姓献祭,以便通过向神献祭,废除向魔鬼献祭,即便这些祭祀主要是象征性的。
§17Τοῦ αὐτοῦ.
同一作者。
Ἐνανθρωπήσας οὗν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ῇ Σωτὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν.
因此,救主道成肉身,派遣他的门徒去解开母驴,也就是说,从敌对力量、即那精神上的巴兰所捆绑的绳索中解开;解开后,他们把她牵到耶稣那里,把他们的衣服(即福音的德行)搭在驴背上;救主骑在上面,进入了圣城。
§18Καὶ παρέλαβε Βαλὰκ τὸν θαλαὰμ ἑαὶ τὴν κορυφὴν τοῦ Φογώρ.
“巴勒领巴兰(塔兰)到了毗珥(佛戈尔)山顶。
Ὑπελάμβανεν ὁ Βαλὰκ μεμετρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις.
”巴勒认为巴兰的法术受地域限制。
Διὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ.
因此,他领他到毗珥山顶,以为这个巫师巴兰能从那里诅咒上帝的百姓。
Φογὼρ δὲ ἑρμηνεύετσι ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου.
毗珥解释为“甘美”或“口的皮”,也就是说,纵欲的极点和言语的枯死。
Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ.
巴兰曾企图从这些方面诅咒上帝的百姓。
§19Τοῦ αὐτοῦ.
同一作者。
Δύο εἰσὶ κορυφαὶ, τουτέστιν ἀκροτάτης (46*) ἀρετῆ, καὶ τῆς κακίας· καὶ ὁ μὲν Μωυσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ ἐπὶ τὸ ἄκρον τῆς κακίας.
有两个山顶(极点),即至高的德行和极端的邪恶;摩西登上了德行的顶点,而巴兰则达到了邪恶的顶点。
§20Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς.
“他不照常去迎见法术(鸟占)。
Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰωνοἴς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ. οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος λαὸς, υἱὸς δὲ Βεὼρ ἑρμηνεύεται δερμάτινος.
”这个巴兰是来自万民(外邦人)之百姓的象征,他们先前跟随法术,但得知这为主人所喜悦时,便不再继续;而且,巴兰被解释为“虚妄的百姓”,倍珥的儿子被解释为“皮的(肉体的)”。
Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρότερον δηλονότι.
“虚妄”显然是根据外邦人先前的状态,而“倍珥”显然是指先前处于虚妄与枯死之中的状态。

词汇与语法注释

  1. §12προσδερομένων — 可能是 `προσφερομένων`(被奉献)或 `προσδεομένων`(被恳求)的传抄错误或混淆。根据上下文理解为“被奉献/被祈求”。
  2. §13ὁ Κύρος — 原文的 `ὁ Κύρος`(居鲁士/塞鲁士)显然是 `ὁ Κύριος`(主)的传抄脱字错误,结合民数记的上下文及后文的“神圣力量”(θεία δύναμις),此处译作“主”。
  3. §20ἀκόρεστόν — 原文的 `ἀκόρεστόν`(贪得无厌的、不满足的)应是 `ἀρεστόν`(喜悦的)的传抄错误,此处根据民数记24章1节的圣经文本“在主眼中看为美/为主所喜悦(ἀρεστόν ἐστι Κυρίῳ)”来进行理解和翻译。

引用这一段

俄利根, 民数记选集 §11-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg052.humanitext-grc1:11-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。