Humanitext Reader

俄利根 · 利未记选集 §1-8

书名由来与献祭规定的属灵意义

第 1 段,共 3 段 · 希腊语

内容简介

本章节阐释了《利未记》书名的由来及其关于祭司职分和献祭的内容,引用戴维与保罗的话语说明其属灵意义。进而详细论述了有生命与无生命供物的区别、神对献祭的准许,以及无心之罪和接触不洁之物的寓意解经。

§1Καὶ ἀνεκάλεσε Μωϋσῆν.
“耶和华呼召摩西。
Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέρεται.
”它被称为《利未记》,因为关于祭司职分、献祭以及神所吩咐的此类事物,都在这《利未记》中被载录。
Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἀρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν.
实际上,《出埃及记》也包含神的律法;但《利未记》叙述了祭司如何受膏任职、幕屋如何制作并得到协调的装配,以及其他更多的事情。
Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλωτικόν.
即使它也包含其他一些事物,也不足为奇,因为《利未记》这一书名表明了其中最核心的部分。
§2Τοῦ αὐτῦ.
同上。
Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης. ἢ αὐτοῦ τοῦ Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς καταψηφίζονται.
凡不能正确看待关于献祭之说的人,要么蔑视其为微不足道的立法,认为其中没有任何配得上创造主的内容;要么不敬地谴责创造主本身,认为祂制定了微不足道的法律。
Ὁ δὲ νοήσας τὸ τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· « Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· » τοῦ δὲ βοῶντος· « Ὁ νόμος πνευματικός ἐστι, » δύναται διαβλέψαι ὡς ἅξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.
而那些理解了戴维与使徒之话的人——前者说:“求你开我的眼睛,使我看出你律法中的奇妙”;后者喊道:“律法是属乎灵的”——则能洞察到其中隐藏着配得上神的教诲。
§3Ἄνθρωπος ἐξ ὐμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ.
“你们中间若有人向耶和华献供物(礼物)。
Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· « Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν.
”我们已在圣经的多处注意到,“礼物”是指动物而言,“祭物(牺牲)”则是指无生命之物而言,正如《创世记》中所说:“耶和华看中了亚伯和他的礼物,只是看不中该隐和他的祭物。
» Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμψύχων· « Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα· » ἐπὶ δὲ τῶν ἀψύχων, « ἐὰν ψυχή.
”此外,还必须说明:对于有生命之物,经上说:“你们中间若有人献礼物”;而对于无生命之物,则说:“若有魂(献供物)”。
» Τὸ ἅψυχον ἡ ψυχή· ἴνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικημένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.
无生命之物被称为“魂”;从而使得在无理性之物中仅保留理性,且当无生命之物被火战胜时,仅留下有生命之物(魂)。
§4Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον.
“他们要洒血在坛上。
Θυσιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφʼ οὗ θυσίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω θυσιαστἡριον.
”献全牲燔祭的坛被称为“燔祭坛”,而里面的坛则被称为“香坛”。
§5Τοῦ αὐτὸῦ.
同上。
Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθείας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί. μοσι.
由于犹太人在埃及习惯了并乐于进行这些献祭,正如在荒野中铸造金牛犊所证明的那样,神便允许他们将这些祭物献给祂,以此抑制他们对多神教的无序冲动,并不再向魔鬼献祭。
§6Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως.
“若有人(一个魂)无心犯了罪。
Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν.
”凡人所作的恶即是无心之过。
Σημειωτέον ὅτι τὸ ἀγνόημα τὸ ἀκούσιον, ἁμαρτίαν κολεἴ ἡ Γραφή.
值得注意的是,圣经将无心之失(无知之过)称为罪。
Καὶ ἄλλων τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων.
福哉保罗也提及了其他一些事物,说道:“律法既是后好事物的影子。
§7Τοῦ αὐτοῦ.
” 同上。
« ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, κατὰ φύσιν ἔχει.
“‘若有人无心犯了罪,’他说,‘不守耶和华的一切诫命,’这是合乎常理(天性)的。
Ἔστι γὰρ τάχα τινὰ καὶ προστάγματα Κορίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· « Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.
因为也许主的一些诫命是人们不应该遵守的,正如经上所记:‘我给他们不好的律例。
» Ψυχὴ οὗν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ.
’因此,当魂以虔敬为借口,墨守不该守的事情时,它便是无心犯了罪。
Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.
这需要献祭以求赦免;而故意行事的人则不需要献祭,例如为了赢得犹太人而成为犹太人,并给提摩太行割礼的那位。
§8Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἄψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου.
” “那触了任何不洁之物或尸体的魂。
Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι.
”所谓“尸体”,是指在神面前已经死去的人,甚至不应与这样的人同席吃饭;因为凡触碰他的便是不洁净。
Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου.
而这不洁之物,即是被我们的仇敌魔鬼所猎获的东西。
Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν « Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.
不洁的牲畜,指的应该是那些虽接触了真理(道)却依然愚昧如畜生、犯了至于死的罪,以至于连同牲畜一起得救的资格都失去了的人,正如经上所说:“耶和华啊,人民和牲畜,你都保护(拯救)。
»

词汇与语法注释

  1. §3Τὸ ἄψυχον ἡ ψυχή — 省略了系动词 ἐστί 的表达。针对圣经中将无生命之物(如《利未记》2:1中提到“人献供物”时的“魂”)称为“魂”的表述,提供了解经式的解释。
  2. §5αὐτῷ προσαγαγεῖν — 与格 αὐτῷ 在语境中指代神自身(第三人称单数代名词),因为上下文意在将百姓约束在对独一真神的崇拜中。
  3. §7ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον — 由连词 ὡς 引导的从句,例示了保罗的行为(《哥林多前书》9:20)。主动词(如 ἐγένετο)被省略,分词 περιτεμὼν(περιτέμνω“行割礼”的强过去时主动分词)与该省略的动词呈并列或从属关系。

引用这一段

俄利根, 利未记选集 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg051.humanitext-grc1:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。