- 底本
- Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg051.humanitext-grc1:1-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
本チャンクは、『レビ記』の書名の由来とその内容(祭司職や犠牲)、および犠牲の象徴的・霊的意義についてダビデやパウロの言葉を引用しつつ解説し、さらに犠牲の規定、不随意の罪、汚れたものへの接触に関する霊的な釈義を展開している。
Καὶ ἀνεκάλεσε Μωϋσῆν. Λευϊτικὸν ὠνόμασται, ἐπειδὴ τὸ τῆς ἱερωσύνης καὶ τὰ τῶν θυσιῶν καὶ ὅσα τοιαῦτα προσέταξεν ὁ Θεὸς, ἐν τούτῳ Λευϊτικῷ φέρεται. Ἔχει μὲν οὖν καὶ ἡ Ἔξοδος τοῦ Θεοῦ νομοθεσίας· ὅπως δὲ ἐτελέσθησαν οἱ ἱερεῖς χρισθέντες, καὶ ὅπως κατεσκευάσθη ἡ σκηνὴ καὶ σύμπηξιν ἔλαβεν ἁρμόνιον, καὶ ἄλλα πλείονα ἱστορεῖ τὸ Λευϊτικόν. Εἰ δὲ καὶ ἕτερά τινα περιέχει, οὐ θαυμαστὸν, ἐπιγραφὴ γάρ ἐστι, Λευϊτικὸν, τοῦ ἐν αὐτῷ καιριωτέρου δηλωτικόν.
「そして彼(神)はモーセを呼び寄せた。」(この書は)『レビ記』と名付けられている。なぜなら、祭司職のことや犠牲のこと、その他神が命じられたこれらに類するすべてのことが、この『レビ記』において伝えられているからである。実際、出エジプト記も神の律法授与を含んでいる。しかし、どのように祭司たちが油注がれて任職されたか、またどのように幕屋が製作されて調和ある組み立てを得たか、その他さらに多くのことを『レビ記』は叙述している。仮に他のいくつかの事柄も含んでいるとしても驚くには及ばない。なぜなら、『レビ記』という書名は、その中にある最も重要な(核心的な)事柄を示すものだからである。
Τοῦ αὐτοῦ. Τὸν περὶ θυσιῶν λόγον οἱ μὴ ὀρθῶς ἐνορῶντες καταφρονοῦσιν ἢ ὡς εὐτελοῦς νομοθεσίας, καὶ μηδὲν ἄξιον τοῦ Δημιουργοῦ ἐχούσης. ἢ αὐτοῦ τοῦ Δημιουργοῦ ὡς εὐτελῆ νομοθετοῦντος ἀσεβῶς καταψηφίζονται. Ὁ δὲ νοήσας τὸ τοῦ Δαυῒδ καὶ τοῦ Ἀποστόλου, τοῦ μὲν λέγοντος· « Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· » τοῦ δὲ βοῶντος· « Ὁ νόμος πνευματικός ἐστι, » δύναται διαβλέψαι ὡς ἄξια Θεοῦ ἐστιν ἀποκεκρυμμένα ἐν τούτοις μαθήματα.
同じ著者によるもの。犠牲に関する教えを正しく理解していない人々は、それを価値の低い律法であって創造主にふさわしいものを何も含んでいないとして軽蔑するか、あるいは、創造主ご自身が価値の低いものを制定しているとして不虔にも非難する。しかし、ダビデと使徒の言葉(前者は「私の目を開いてください、そうすれば私はあなたの律法の中の驚くべき事柄を理解するでしょう」と言い、後者は「律法は霊的なものである」と叫んでいる)を理解した者は、神にふさわしい隠された教えがこれらの中にあることを見通すことができる。
Ἄνθρωπος ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα τῷ Κυρίῳ. Τετηρήκαμεν δὲ πολλαχοῦ τῶν Γραφῶν τὰ μὲν δῶρα ἐπὶ τῶν ζώων λέγεσθαι, τὰς δὲ θυσίας ἐπὶ τῶν ἀψύχων κατὰ τὸ ἐν τῇ Γενέσει λεγόμενον· « Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. » Ἔτι δὲ καὶ τοῦτο ῥητέον, ἐπὶ μὲν τῶν ἐμψύχων· «Ἄνθρωπος, φησὶν, ἐξ ὑμῶν, ἐὰν προσαγάγῃ δῶρα· » ἐπὶ δὲ τῶν ἀψύχων, « ἐὰν ψυχή. » Τὸ ἄψυχον ἡ ψυχή·1 ἵνα τοῦ μὲν ἀλόγου τὸ λογικὸν μόνον καταλείπηται, καὶ τοῦ ἀψύχου ὑπὸ τοῦ πυρὸς νενικημένου ἀπομείνοι τὸ ἔμψυχον μόνον.
「あなたがたのうちの人が、主に贈り物を献じるとき。」私たちは聖書の多くの箇所で、「贈り物」は動物について言われ、「犠牲」は無生物について言われているのを観察してきた。創世記の「そして神はアベルと彼の贈り物に目を留められたが、カインとその犠牲には心を留められなかった」という記述の通りである。さらに次のことも言うべきである。すなわち、有生物については「あなたがたのうちの人が贈り物を献じるとき」と言い、無生物については「もし魂が(ささげるなら)」と言っていることである。無生物が「魂」と呼ばれる。それは、理性のないもの(動物)からは理性的な部分のみが残され、無生物が火に克服されたときには、魂(生命)あるものだけが残るためである。
Προχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον. Θυσιαστήριον καρπώσεως ὁ βωμὸς λέγεται, ἐφ’ οὗ θυσίαι ὁλοκαυτώσεως· θυσιαστήριον δὲ θυμιάματος, τὸ ἔσω θυσιαστήριον.
「彼らは血を祭壇の上に注ぐであろう。」全焼のいけにえが捧げられる祭壇は「焼き尽くす捧げ物の祭壇」と呼ばれ、内側の祭壇は「香の祭壇」と呼ばれる。
Τοῦ αὐτοῦ. Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιΐα μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν,2 ταύτῃ χαλινώσας τῆς πολυθεΐας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαίμοσι. Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως. Ἀκούσιόν ἐστιν ὅπερ ἄν τις ποιῇ κακόν. Σημειωτέον ὅτι τὸ ἀγνόημα τὸ ἀκούσιον, ἁμαρτίαν καλεῖ ἡ Γραφή. Καὶ ἄλλων τινῶν μέμνηται ὁ μακάριος Παῦλος φάσκων· Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων.
同じ著者によるもの。ユダヤ人たちがエジプトでこれらの犠牲を喜び、それに慣れ親しんでいたので(荒野での子牛造りが証言している通りである)、神はこれらを彼(民)がご自身に捧げることを許された。これによって多神教への秩序なき衝動を抑制し、悪霊たちに犠牲を捧げないようにされたのである。 「もし一人の魂が誤って罪を犯すなら。」不意に行う悪が、不随意のものである。聖書は、意図しない無知による過ちをも「罪」と呼んでいることに注目すべきである。そして、福なるパウロも他のいくつかの事柄を思い起こして、「律法は来るべき良いことの影を持っていたのである」と言っている。
Τοῦ αὐτοῦ. « Ψυχὴ ἐὰν ἁμάρτῃ ἀκουσίως, φησὶ, καὶ μὴ ποιήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, » κατὰ φύσιν ἔχει. Ἔστι γὰρ τάχα τινὰ καὶ προστάγματα Κυρίου, ἃ οὐ δεῖ ποιεῖν κατὰ τό· « Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. » Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ. Καὶ δεῖται θυσίας πρὸς ἄφεσιν· οὐ δεομένου θυσίας τοῦ δρῶντος ἐξεπίτηδες· ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.3
同じ著者によるもの。「『もし魂が誤って罪を犯し、主のすべての掟のいくつかを行わないなら』と彼は言うが、これは本性にかなっている。なぜなら、おそらく主の命令の中にも、行うべきではないものがあるからである。『私は彼らに良くない命令を与えた』という記述の通りである。それゆえ、魂が誤って罪を犯すのは、敬虔を口実にして、守るべきではないことを守るときである。そして、それは赦しのための犠牲を必要とする。他方で、故意に行う者は犠牲を必要としない。例えば、ユダヤ人を得るためにユダヤ人のようになり、テモテに割礼を施した者のように。」
Ἡ ψυχὴ ἐκείνη ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου. Θνησιμαῖον δέ φησι τὸν ἀποθανόντα τῷ Θεῷ ἄνθρωπον, ᾧ χρὴ μηδὲ συνεσθίειν· ὁ γὰρ ἁπτόμενος αὐτοῦ ἀκάθαρτός ἐστι. Καὶ τοῦτο ἀκάθαρτόν ἐστι τὸ θηρευθὲν ὑπὸ τοῦ ἀντιδίκου ἡμῶν διαβόλου. Κτήνη ἀκάθαρτα εἴη ἂν, οἱ προσελθόντες μὲν τῷ λόγῳ κτηνώδεις, πρὸς θάνατον δὲ ἁμαρτήσαντες, καὶ μὴ γενόμενοι ἄξιοι σωθῆναι κἂν μετὰ κτηνῶν, κατὰ τὸ λέγον ῥητόν· « Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. »
「その魂が汚れたすべてのもの、あるいは死体に触れるなら。」「死体」とは神に対して死んだ人間のことであり、そのような人とは共に食事をすることさえ避けるべきである。彼に触れる者は汚れるからである。また、私たちの敵対者である悪魔によって捕らえられたものも、この汚れたものである。汚れた家畜とは、御言葉に近づきはしたものの獣のようであり、死に至る罪を犯し、家畜たちと共に救われる資格さえ失った人々のことであろう。「主よ、あなたは人と家畜を救われる」という御言葉の通りである。
- 3Τὸ ἄψυχον ἡ ψυχή
繋辞 ἐστί が省略された表現。無生物(レビ記2:1で「魂が献じる」とされる素焼きの捧げ物など)を「魂」と称する聖書の表現に対する釈義的解釈を示す。
- 5αὐτῷ προσαγαγεῖν
与格 αὐτῷ は、文脈上、唯一の神への礼拝に民を引き留める意図があることから、神自身(三人称単数代名詞)を指す。
- 7ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον
接続詞 ὡς に導かれる従属節で、パウロの行動(コリント人への第一の手紙9:20)を例示している。主動詞(ἐγένετο など)が省略されており、分詞 περιτεμὼν( περιτέμνω「割礼を施す」の強変化アオリスト能動態分詞)がその省略された動詞と並列、あるいはそれに従属する関係で使われている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 原文 6 件
