Humanitext Reader

俄利根 · 出埃及记选集 §15-21

割礼与安息日以及旷野旅程的属灵阐释

第 3 段,共 7 段 · 希腊语

内容简介

作者阐释了割礼的真正属灵意义、以色列的旅程与埃及的战车、神的试炼与魔鬼诱惑的区别、安息日的字面与引申含义,以及磐石出水象征基督的寓意。

§15«Πᾶς ἀπερίτμητος οὐκ ἕδεται ἀπʼ αὐτοῦ.
“「凡未受割礼的人都不可吃这羊羔。
» Πᾶν γέννημα ψυχῆς νοητὸν ὑπερβαῖνον τὰ ὑλικὰ (ὑλικὰ δὲ τὰ θήλεα) περιτέμνειν καὶ καθαίρειν δεῖ, ἵνα οὕτως μεταλαμβάνῃ τις τῶν κρεῶν τοῦ Πάσχα· ὡς αὐτόχθων δὲ τῆς γῆς, καὶ ὁ προσήλυτος γίνεται· οὐ γὰρ τὰ σπέρματα προτιμᾷ ὁ Θεὸς τὰ εὐγενῆ, ἀλλὰ προαίρεσιν ἀποδέχεται.
」”凡超越物质事物(物质的事物即是女性化的事物)的灵魂的心智产物,都必须予以割礼和洁净,以便能以此分享逾越节的肉;而皈依者也会变得如同本地人一样;因为神并不偏爱高贵的血统,而是接纳自由意志的选择。
§16Τοῦ αὐτοῦ.
同作者。
Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν, ὥσπερ καὶ ἀπερίτμητον ὀφθαλμοῖς τὸν βλέποντα πρὸς ἃ μὴ δεῖ.
他说,肉体上未受割礼的人,是指不割除肉体事物的人,正如把注视不当之物的人称为眼睛未受割礼的人一样。
Τοῦ αὐτοῦ.
同作者。
Ὁρᾶτε μή τις ὑμῶν ἀπερίτμητός ἐστι τῇ καρδίᾳ μήτις οὐ περιτέτμηται τὰς περιτομὰς ἃς ὁ λόγος διδάσκει περιτέμνεσθαι.
你们要当心,免得你们当中有人在心里未受割礼,或者免得有人未曾受过道理所教导应当受的割礼。
Ποίας δὲ ταύτας;
这些是怎样的割礼呢?
ἀπερίτμητοι τὰ ὦτα ὀνειδίζονταί τινες ὄντες· καὶ ὅσοι οὐ περιτέτμηνται τὴν ἀκοὴν, ἀκάθαρτοί εἰσιν.
有些人因耳朵未受割礼而受责备;凡听觉未受割礼的人,都是不洁净的。
Ἀπερίτμητος χείλεσιν, ὁ μὴ περιτεμνόμενος τοὺς λόγους τοὺς ἐναντίους καὶ ἀκαθάρτους.
嘴唇未受割礼的人,是指不割除对立和不洁言语的人。
Οὕτως ἔστι καὶ ἀπερίτμητον τῇ σαρκὶ εἰπεῖν, τὸν μὴ περιτεμνόμενον τὰ σαρκικὰ πράγματα· καὶ ἀπερίτμητον ὀφθαλμοῖς, τὸν βλέποντα ἃ μὴ δεἴ, καὶ μὴ καθαίροντα τὸ ὁρατικόν· καὶ ἀπερίτμητον σαρκὶ, τὸν πράττοντα ἃ μὴ δεῖ.
同样,我们也可以说,肉体未受割礼的人,是指不割除肉体事务的人;眼睛未受割礼的人,是指注视不当之物、不洁净视力的人;肉身未受割礼的人,是指行不当之事的人。
§17« Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ, ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον.
“「以色列人从疏割起行,在旷野边上的以倘安营。
» Ἐν τοῖς Ἀριθμοῖς κεῖται, « ἀπὸ Βουθὰ ἐπὶ στόμα Ἰρώθ· δ ἐστιν ἀπέναντι Bεελσεπρὼν ἐχόμενα τοῦ Βοῤῥᾶ, » παρεμβεβληκέναι τοὺς υἱοὺς Ἰσραήλ.
」”在《民数记》中记着,以色列人在“从布他到伊洛的口,即靠近北边、在巴力洗分对面”安营。
§18« Καὶ ἔλαβε ἑξακόσια ἅρματα ἐκλεκτὰ, καὶ πᾶσαν τὴν ἵππον τῶν Aἰγυπτίων,καὶ τριστάτας ἐπὶ πάντων.
“「他又预备了六百辆特选的战车,和埃及所有的马,以及在这一切之上的三等车兵。
» Τοὺς πρὸς τρεῖς δυναμένους μάχεσθαι, ἢ τοὺς ἐν τῇ παρατάξειμετὰ τὸν πρωτοστάτην καὶ τὸν δευτεροστάτην ἱσταμένους ἐν τῇ τρίτῃ τάξει.
」”(所谓三等车兵,是指)能够以一敌三战斗的人,或者是战列中排在第一列兵和第二列兵之后的第三列兵。
Ἄλλοι δέ φασιν, ὡς εἰς τὰς χεῖρας τῶν πολεμίων ἅρματα ἐποίουν μεγάλα, ὥστε καὶ τρεῖς χωρεῖν, ἵνα ὁ μὲν εἷς ἡνιοχεῖ, οἱ δὲ δύο πολεμοῦσιν· ἢ τοὺς ἐπὶ τριῶν ἵππων βεβηκότας.
另有人说,他们制造了巨大的战车以应对敌人的手,甚至能容纳三人,以便一人驾车而两人战斗;或者是骑在三匹马上的人。
Οἱ γὰρ παλαιοὶ ἐν τοῖς πολέμοις ἐπὶ δύο ἢ τριῶν ἵππων ἐπωχοῦντο ἐξιόντες ἁρματηλάται.
因为古人在战争中作为战车兵出征时,会骑在两匹或三匹马上。
Ἤ τριστάτην λέγει τὸν ἐν τῷ καθέζεσθαι τὸν βασιλέα, τρίτον ἱστάμενον, ἤτοι τρίτην ἔχοντα καθέδραν· οἷος ἦν ὁ Δαυΐδ παρὰ Σαοὺλ, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρήσεις.
或者,“三等车兵”是指国王就座时站在第三位、即拥有第三个座位的人;如同戴维在扫罗那里一样,正如你在《列王纪上》中所能找到的。
§19« Ἐκεῖ ἔθετο αὐτῷ ὁ Θεὸς δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείρασε.
“「在那里神为他定了律例和典章,在那里试验他。
» Ὅτε Θεὸς πειράζει, ἐπʼ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη, ὅτι Ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν, » ὡς καὶ μετʼ ὀλίγα ἐπάγει ὁ λόγος· « Ἐὰν ἀκοῇ ἀκούσῃς Κυρίου τοῦ Θεοῦ σου, πᾶσαν νόσον, ἥν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ.
」”当神试验人时,是为了使人得益处,而非为了加害;因此也有话说:“「神是不受恶试图的,」”正如稍后经文所补充的:“「你若留意听耶和华你神的话,我所加给埃及人的疾病,我必不加在你身上。
» Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται.
」”因此,那英勇忍受试炼的人必得冠冕。
Ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου· ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν Θεὸς πειράζει οὐκ ἀγνοῶν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον.
但在魔鬼的情况下则不同;因为他试图,是为了置那些服从他的人于死地;而神确实进行试验,并非不知道将要发生的事,而是因着自由意志,允许人去做他想做的事。
§20« Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος· Σάββατα, ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὕριον.
“「这是耶和华所说的话:明天是向耶和华守的圣安息日,是圣洁的休息。
» Ἀπογράφομαι τὰ περὶ τοῦ σαββάτου εἰρημένα· πρῶτον κατὰ τὸ ῥητὸν, ἵνʼ ἴδωσι τί σημαίνει τὸ γράμμα· δεύτερον δὲ κατὰ τὴν ἀναγωγὴν, καθʼ ἣν εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ καταλύσαντι τὰ τοῦ κόσμου ἔργα. καὶ δοξάζοντι τὸν Θεὸν, καὶ σχολάζοντι, μήτε τοῦ τόπου ἐν ᾧ ἔστηκε τοῦ Χριστοῦ, ἀφισταμένῳ· μήτε πῦρ καίοντι, κατὰ τὸ μηδὲν ἁμαρτάνειν· μήτε βαστάγματα αἵροντι.
」”我记下关于安息日所说的话;第一是按照字面意思,使他们明白字句所指;第二是按照属灵引申,据此我想说,对于已经停止世俗工作、荣耀神并专心致志的义人而言,安息日已经临在,他既不离开自己所立的基督之地,也不点火(意即不犯任何罪),也不担负重担。
Βάσταγμα ὅρους βαρύτερον πᾶσα ἁμαρτία· διὸ ἔλεγεν ὁ ῾ Υμνῳδὸς· « Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ.
一切罪恶都是比山还重的重担;因此,赞美诗作者说:“「如同重担,压在我身上,过于我所能担当。
» Ἑτέρα δὲ ἀπογραφὴ ἂν εἴη σαββάτου, καθʼ ἥν « ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ, » ἀνάπαυσις ἱερὰ καὶ ἁγία.
」”安息日的另一种阐释应当是:“「必另有一安息日的安息为神的子民存留,」”那是一份神圣而圣洁的休息。
Ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου· σχολάζων οὐδενὶ ἢ τῇ θεωρίᾳ τῆς ἀληθείας, καὶ τῆς σοφίας.
而那做完了自己一切工的人,被判定配得那安息日,他只专心于对真理和智慧的观照,而不旁及他物。
Ταῦτα δὲ διὰ τὸ μεμνῆσθαι ἐνταῦθα τὸν Μωυσέα περὶ τοῦ σαββατίζειν, παρεθέμεθα.
而我们在此陈述这些,是因为摩西在此提到了守安息日。
§21« Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ.
“「你要击打磐石,从磐石里必有水流出来。
» Πέτρᾳ παρεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄσειστον καὶ ἀκλόνητον.
」”基督因其不可动摇和坚固的性质而被比作磐石。
Ἐρήρεισται γὰρ ἐν τοῖς ἀγαθοῖς ἡ θεία τε καὶ ὑπερτάτη φύσις.
因为神圣而至高无上的本性,坚固地建立在美善的事物之中。

词汇与语法注释

  1. 15ὑλικὰ δὲ τὰ θήλεα — 括号内的插入语,表示主谓关系:“物质的事物(中性复数)是女性化的事物(中性复数)”。这反映了亚历山大里亚的斐洛等人常用的寓意解经法,即将物质与感觉界视为“女性”,而将理性与精神界视为“男性”。
  2. 16Ἀπερίτμητον τῇ σαρκὶ τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά φησιν — 双宾语(谓语性宾格)结构。动词 φησίν 的直接宾语是带冠词的分词短语 τὸν μὴ περιτεμνόμενον τὰ σαρκικά(“不割除肉体事物的人”),而 Ἀπερίτμητον τῇ σαρκὶ(“肉体上未受割礼的人”)作为其谓语性补语。中动相分词 περιτεμνόμενον 支配宾格 τὰ σαρκικά 作为其直接宾语。
  3. 18τριστάτας — 此处对七十士译本中的难词 τριστάτης(出埃及记14:7等,翻译自希伯来语,意为“第三人”或“军官”)进行了语义辨析。作者列举了当时学者们的多种假说,包括“三人战车兵”、“战列第三排的士兵”、或“国王就座时立于第三位的侍臣(占第三高位的官员)”。
  4. 20εἴποιμι ἂν ἡμέραν σαββάτου ἐνεστηκέναι τῷ δικαίῳ — εἴποιμι ἂν 是希求法加 ἄν 的潜在语气,表示委婉的主张。它引导说明其内容的宾格不定式结构 ἡμέραν σαββάτου ἐνεστηκέναι(“安息日已经临在”)。与格 τῷ δικαίῳ 是关涉与格,表示“对于义人而言”或“在义人之中”。

引用这一段

俄利根, 出埃及记选集 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg050.humanitext-grc1:15-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。