Humanitext Reader

俄利根 · 出埃及记选集 §1-8

法老之心的刚硬与逾越节羔羊的意义

第 1 段,共 7 段 · 希腊语

内容简介

本文阐释了出埃及游行时携带财物的应许、法老的心“变沉重”与“变刚硬”的区别、摩西除杖之外还用手和言语行神迹的原因,以及逾越节羔羊的规条及其基督论预表意义。

§1« Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων.
“「我必使这百姓在埃及人眼前蒙恩。
Ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί.
你们去的时候,必不至于空手而去。
» Αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο Μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς. »
」”这应许早已赐给亚伯拉罕,因神曾说:“此后,他们必带着财物从这里出来。
§2« Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος.
” “「法老的心刚硬,不听他们,正如耶和华对他们所说的。
Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Bεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν.
耶和华对摩西说:法老的心沉重,不肯容百姓去。
» Τὸ, « Bεβάρυται ἡ καρδία Φαραὼ, » λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀαρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν, εἰ ἕτερόν ἐστι τοῦ, ιἐσκληρύνθαι τὴν καρδίαν Φαραώ, » λεγομένου πολλάκις,καὶτοῦ,«κατισχυκέναι.
」”在亚伦的杖变作蛇并吞了术士们的杖之后,主所说的“「法老的心沉重」”这句话,值得我们去考量它是否不同于经常说的“「法老的心刚硬(硬化)」”以及“「(心)变强」”。
» Καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, « Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος.
因为关于这事,经上也这样说:“「法老的心刚硬,不听他们,正如耶和华所说的。
» Δοκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρδία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθίστασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μηδὲ ἕλκε σθαι κάτω εἰς γῆν καὶ ὕλην· ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντισυμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατʼ ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύμου ἰσχύος.
」”在我看来,那顺从神圣事物的心的确变软了,没有力量反抗神性,也不变沉重,不被拉扯向下到土地和物质中;但那对抗并反对神圣旨意的心,则硬化并像石头一样反弹,排拒神的话语,并凭着某种虚妄的力量在狂妄中反抗。
Ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελκομένην ὑπὸ τῆς κακίας οὕσης κατωφεροῦς, βαρύνεσθαι.
而这样的心必然被向下坠落的邪恶所拖累,从而变得沉重。
Οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέβηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι.
然而,这些事并非在同一意义上发生于心中,即便“变强”和“变沉重”发生在同一个邪恶的心上。
Ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρδία καὶ σκληρύνεται· ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείττονι τῇ θείᾳ φύσει· ἀλλὰ θεομαχεῖν ἱσταμένη κατʼ αὐτῆς καὶ ἰσχύειν λέγεται.
因为正如某处所说,一方面心变得像石头一样并硬化;另一方面,它不向作为更优越者的神性让步,反而站立起来与神交战,因此被称为“变强”。
§3« Εἶπε δὲ αὐτῷ Μωυσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται.
“「摩西对他说:我一出城,就要向耶和华展手,雷声必止,冰雹和雨水也必不再有了。
» Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει.
」”因为万物的创造者拥有顺从祂命令的自然。
§4Τοῦ αὐτοῦ.
同作者。
Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἴνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι υἱ πολλοὶ νομίσωσι.
值得注意的是,摩西并不总是用杖行奇事,也用手和言语,免得众人以为那杖是靠魔术的欺骗来施展的。
§5« Ααβέτωσαν ἕκαστος πρόβατον κατʼ οἵκους πατριῶν· » καὶ τὰ ἑξῆς.
“「你们各人按着父家取羊羔;」”等等。
Ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄·
他说,从十日取羊,饲养到十四日;并指名说:“这只羊是为某某和某某献祭的”;他们的名字不超过十个;在十四日黄昏的时候(十五日开始时)献祭。
ὡς γίνεσθαι ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.
这样,从取羊到献祭共五天,此时月光正圆。
§6« Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν.
“「你们的羊羔要无残疾、一岁的公羊。
‚ Ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι.
」”一岁的羊就是基督。
Τὸ γὰρ ἐν μηδενὶ ὑστερεῖσθαι μηδὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυτοῦ δηλοῦται.
因为在任何事上都不缺少也不具任何缺陷,是通过“一年(满一年)”来表明的。
§7« Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν.
“「以色列会众的全群要在黄昏的时候把羊羔宰了。
» Πρὸς ἐσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ.
」”我们被命令在黄昏时宰羊,因为在最后的时刻,我们真正的羊羔——救主——来到了世界。
§8« Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις· » καὶ τὰ ἐξῆς.
“「各家要取点血,涂在吃羊羔的房屋两边的门框上和门楣上;」”等等。
Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡμῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, διʼ ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην.
我们献祭,并用血涂抹我们的房屋;我所说的“房屋”是指身体,如果涂抹(膏抹)是指对祂的信仰,通过这信仰,我相信那毁灭者的力量被废除了。
Μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλʼ ὀπτὰ πυρί.
在我们被涂抹——即信仰基督之后,我们才被命令去吃它;既不是生的,也不是用水煮的,而是用火烤的。

词汇与语法注释

  1. §2τοῦ μὴ ἐξαποστεῖλαι — 带有否定词 `μή` 的属格不定式,用以解释前述动词 `βεβάρυται`(变沉重)的内容或表示其结果(“以至于不容百姓去”)。
  2. §2ἄξιον ἰδεῖν — 修饰形容词 `ἄξιον`(值得)的说明性主动不定式,意为“值得去审视/考量”。
  3. §5ὡς γίνεσθαι — 由 `ὡς`(相当于 `ὥστε`)引导的不定式,在此表示前文所产生的逻辑或时间上的结果(“以至于/结果是有[五天]”)。
  4. §8πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην — 动词 `πιστεύω`(相信)后接宾格(`τὴν ... δύναμιν`)和现在时被动分词(`καταργουμένην`),构成表示确信的宾语补足语分词结构,意为“我相信……的力量正被废除”。

引用这一段

俄利根, 出埃及记选集 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg050.humanitext-grc1:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。