← オリゲネス

『出エジプト記』選集

§1-8

ファラオの心の頑なさと過越の小羊の意義

出エジプトの出来事における財産の携行、ファラオの心の「重化」と「頑なさ」の違い、モーセが杖以外でも奇跡を行った理由、過越の小羊の規則とそのキリスト論的意義を解説している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

« Καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐνώπιον τῶν Αἰγυπτίων. Ὅταν δὲ ἀποτρέχοιτε, οὐκ ἀπελεύσεσθε κενοί. » Αὕτη ἡ ἐπαγγελία τῷ Ἀβραὰμ προεδέδοτο· « Μετὰ ταῦτα, λέγοντος τοῦ Θεοῦ, ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς. »

«そして私はこの民にエジプト人の前で恵みを与える。あなたがたが立ち去るとき、手ぶらで去ることはない。» この約束はあらかじめアブラハムに与えられていた。神が「この後、彼らは携行品を携えてここから出ていくであろう」と言われたからである。

§2

« Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Βεβάρυται ἡ καρδία Φαραὼ, τοῦ μὴ ἐξαποστεῖλαι1 τὸν λαόν. » Τὸ, « Βεβάρυται ἡ καρδία Φαραὼ, » λεγόμενον ὑπὸ τοῦ Κυρίου, μετὰ τὴν μεταβαλοῦσαν εἰς δράκοντα ῥάβδον τοῦ Ἀαρὼν, καὶ καταπιοῦσαν τὰς τῶν Μάγων ῥάβδους, ἄξιον ἰδεῖν,2 εἰ ἕτερόν ἐστι τοῦ, « ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ, » λεγομένου πολλάκις, καὶ τοῦ, « κατισχυκέναι. » Καὶ γὰρ καὶ τοῦτο οὕτως εἴρηται, « Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὼς ἐλάλησε Κύριος. » Δοκεῖ δέ μοι ἡ μὲν ἐνδιδοῦσα καρδία πρὸς τὰ θεῖα, ἁπαλύνεσθαι καὶ μὴ ἰσχύειν ἀνθίστασθαι τῇ θειότητι, καὶ μὴ βαρύνεσθαι, μηδὲ ἕλκεσθαι κάτω εἰς γῆν καὶ ὕλην· ἡ δὲ ἀντιτείνουσα καὶ ἐναντιουμένη τῷ θείῳ βουλήματι, σκληρύνεσθαι καὶ ἀντιτυπεῖν δίκην λίθου, καὶ ἀποκρούεσθαι τὸν λόγον, καὶ κατ’ ἀπόνοιαν ἀνθίστασθαι μετά τινος ψευδωνύμου ἰσχύος. Ἀνάγκη δὲ τὴν τοιαύτην καρδίαν καθελκομένην ὑπὸ τῆς κακίας οὔσης κατωφεροῦς, βαρύνεσθαι. Οὐ μὴν κατὰ τὴν αὐτὴν διάνοιαν ταῦτα τῇ καρδίᾳ συμβαίνει, εἰ καὶ μιᾷ καὶ τῇ αὐτῇ συμβέβηκε φαύλῃ οὔσῃ τὸ κατισχύειν καὶ τὸ βαρύνεσθαι. Ἡ μὲν γὰρ, ὡς εἴρηταί που, λιθίνη γίνεται ἡ καρδία καὶ σκληρύνεται· ἡ δὲ οὐ παραχωρεῖ ὡς κρείττονι τῇ θείᾳ φύσει· ἀλλὰ θεομαχεῖν ἱσταμένη κατ’ αὐτῆς καὶ ἰσχύειν λέγεται.

«そしてファラオの心は強くなり、主が彼らに命じられたように、彼らの言うことを聞かなかった。主はモーセに言われた。ファラオの心は重くなり、民を去らせようとしない。» アロンの杖が蛇に変わり、魔術師たちの杖を飲み込んだ後、主によって言われた「ファラオの心は重くなった」という言葉は、しばしば言われる「ファラオの心は頑なになった」や「強くなった」ということと異なるものであるかどうかを考察するに値する。というのも、これについてもこのように言われているからである。「そしてファラオの心は強くなり、主が語られたように、彼らの言うことを聞かなかった。」私にはこのように思われる。すなわち、神的なものに対して従う心は、柔らかくなり、神性に抵抗する力を持たず、重くもならず、また地や物質へと下方に引きずられることもない。しかし、神の意志に抵抗し、これに反抗する心は、頑なになって石のように反発し、御言葉を拒絶し、ある偽りの力をもって狂気によって抵抗する。そして、下方に引っ張る性質を持つ悪によって引きずり下ろされるそのような心が、重くなるのは必然である。もっとも、たとえ「強くなること」と「重くなること」が、邪悪である一つの同じ心に生じるのだとしても、これらが同じ意味においてその心に起こるわけではない。なぜなら、ある箇所で言われているように、一方では心は石のようになり、硬化する。他方では、心はより優れたものである神の本性に道を譲らず、むしろ神に戦いを挑んで神に対抗して立ち塞がり、それゆえ「強い」と言われるのである。

§3

« Εἶπε δὲ αὐτῷ Μωϋσῆς, Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκέτι ἔσται. » Ὁ γὰρ πάντων δημιουργὸς πρὸς τὴν κέλευσιν τὴν φύσιν εἴκουσαν ἔχει.

«モーセは彼に言った。私が町を出たらすぐに、主に向かって私の手を広げましょう。そうすれば雷は止み、雹も、雨ももはや降らないでしょう。» 実に、万物の創造主は、ご自身の命令に対して服従する自然を有しておられるのである。

§4

Τοῦ αὐτοῦ. Σημειωτέον ὅτι οὐ πάντα τῇ ῥάβδῳ τερατουργεῖ Μωϋσῆς, ἀλλὰ καὶ χερσὶ καὶ λόγῳ, ἵνα μὴ τὴν ῥάβδον μαγικαῖς ἀπάταις τελεῖσθαι οἱ πολλοὶ νομίσωσι.

同じ著者による。モーセがすべての奇跡を杖で行うのではなく、手や言葉によっても行うことは注目に値する。それは、多くの人々が、その杖が魔術的な欺きによって働いていると考えないようにするためである。

§5

« Λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν· » καὶ τὰ ἑξῆς. Ἀπὸ τῆς δεκάτης φησὶ λαμβάνειν πρόβατον καὶ τρέφειν ἕως ιδ΄· καὶ ἐπονομάσαι λέγοντας, Τοῦτο τὸ πρόβατον θύεται ὑπὲρ τοῦδε καὶ τοῦδε· οὐχ ὑπερβαινόντων αὐτῶν ι΄ ὀνομάτων· καὶ τῇ ιδ΄ θύεται ἀνάμεσον τῶν ἑσπερινῶν, ἀρχομένης τῆς ιε΄· ὡς γίνεσθαι3 ἀπὸ τῆς λήψεως μέχρι τῆς θύσεως ἡμέρας ε΄, ὅτε πλῆρές ἐστι τῆς σελήνης τὸ φῶς.

«彼らは各自、父祖の家ごとに羊を一頭取るべし» 等々。著者は、十日から羊を取り、十四日まで飼育し、次のように言って名指しするのだと言っている。「この羊は誰それのために屠られる。」ただし、それらの名前は十名を超えてはならない。そして十四日の夕方の間、十五日が始まるときに屠られる。その結果、羊の確保から屠殺まで五日間となり、その時、月の光は満ちている。

§6

« Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. » Ἐνιαύσιον πρόβατον ὁ Χριστός ἐστι. Τὸ γὰρ ἐν μηδενὶ ὑστερεῖσθαι μηδὲ ἐλλιπές τι ἔχειν διὰ τοῦ ἐνιαυτοῦ δηλοῦται.

«非のうちどころのない、雄の、一歳の羊があなたがたのものとなるべし。» 一歳の羊とはキリストである。何ものにおいても不足せず、欠けたところを一切持たないということが、「一年」によって示されているからである。

§7

« Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν. » Πρὸς ἑσπέραν δὲ κελευόμεθα σφάξαι τὸ πρόβατον, ἐπειδὴ καὶ ἐσχάτῃ ὥρᾳ τὸ ἀληθινὸν ἡμῶν πρόβατον εἰς τὸν κόσμον ἦλθεν ὁ Σωτήρ.

«そしてイスラエルの人々の会衆の全集団は、夕方にそれを屠るべし。» 私たちが夕方に羊を屠るよう命じられているのは、私たちの真の羊である救い主が、終わりの時に世に来られたからである。

§8

« Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις· » καὶ τὰ ἑξῆς. Θύομεν δὲ, καὶ χρίομεν τοὺς οἴκους ἡμῶν τῷ αἵματι· λέγω δὲ τὸ σῶμα, εἴπερ χρίσις πίστις ἐστὶν ἡ εἰς αὐτὸν, δι’ ἧς πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην.4 Μετὰ δὲ τὸ χρισθῆναι ἡμᾶς, τουτέστι πιστεῦσαι εἰς τὸν Χριστὸν, τότε καὶ ἐπὶ τὴν βρῶσιν ἔρχεσθαι κελευόμεθα· μήτε δὲ ὠμὰ, μήτε ἑψημένα ἐν ὕδατι, ἀλλ’ ὀπτὰ πυρί.

«そして彼らはその血を取り、それを二本の柱と、鴨居に、家の中で塗るべし» 等々。私たちは屠り、私たちの家を血で塗る。私が「家」と言うのは体のことであり、塗ることとは彼への信仰のことであって、それによって私は、滅ぼす者の力が無効にされると信じている。私たちが塗られた後、すなわちキリストを信じた後、私たちはそれを食べることに進むよう命じられる。生でもなく、水で煮たものでもなく、火で焼いたものを、である。

構文注4 件
  1. 2τοῦ μὴ ἐξαποστεῖλαι

    否定辞 μή を伴う属格不定詞で、ここでは直前の βεβάρυται(重くなっている、頑なになっている)の内容を説明、あるいはその結果を表している(「その結果、民を去らせない」)。

  2. 2ἄξιον ἰδεῖν

    形容詞 ἄξιον(〜に値する)の意味を限定する能動態不定詞(副詞的・説明的不定詞)で、「見る(考察する)に値する」という意味になる。

  3. 5ὡς γίνεσθαι

    接続詞 ὡς(ὥστε に同じ)に導かれる不定詞で、ここでは前文から生じる論理的あるいは時間的な「結果」(「その結果〜となる」)を表している。

  4. 8πιστεύω τὴν τοῦ ὀλοθρευτοῦ δύναμιν καταργουμένην

    動詞 πιστεύω(信じる)が、対格(τὴν ... δύναμιν)と現在受動態分詞(καταργουμένην)を伴って「〜が〜されていると信じる」という、確信を表す補語的分詞構文を形成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 3 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg2042.tlg050.humanitext-grc1:1-8