§11## Ι Sam. 21, 7. Τὸν Νεεσσάρ·
## 撒母耳记上 21:7. 关于“内撒”。
δηλοῖ ἢ ὅτι δι᾿ ἁμαρτίας παρέμενε Δωὴκ ὁ Ἰδουμαῖος ἐνώπιον κυρίου θεραπευόμενος καὶ ἐξομολογούμενος, ἢ δαιμονῶν ὡς ὀ Σαούλ, οὐ τὰς ἡμιόνους ἔβοσκεν.
这表明,或者是由于罪,以东人多益在耶和华面前存留,接受疗治并作忏悔;或者是他像扫罗一样被恶魔附身,而他曾为扫罗放牧骡子。
§12## Ι Sam. 21, 7. Ο Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει, ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος·
## 撒母耳记上 21:7. 扫罗承载了那当时在以色列说“我们没有王”时统治他们的恶魔的预像。
οὐκ ἔχομεν βασιλέα. καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουδενώσας τὸν κύριον βασιλεύοντα αὐτοῦ, αὐτοῦ, τὸν Σαοὺλ ἄρχοντα αὐτῷ δοθῆναι.
因为古时的百姓藐视了统治他们的主,[求得]将扫罗赐给他们作为统治者。
§13## Ι Sam. 25, 22. Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὐν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ.
## 撒母耳记上 25:22. 除非人无忧无虑,否则谁也不会站着,而且是冲着墙排尿。 因此,这话也是指,若是属于拿八的人,便是高枕无忧、预料不到会遭受任何祸害的人。
§14## Ι Sam. 28, 11. 12. Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν.
## 撒母耳记上 28:11. 12. 交鬼的妇人并没有招上撒母耳来,因为那是不可能的,上来的那人也没有说出真理。
τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει.
至于这人是谁,又是凭着什么力量上来的,当去探究。
§15## II Sam. 5, 6-8. Ἐπολιόρκει τὴν Ἰεβοὺς ὀ Δαβίδ.
## 撒母耳记下 5:6-8. 大卫围攻耶布斯。
Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴμ ἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν.
耶布斯是如今的耶路撒冷在异族统治之下时的旧称。
οἱ τοίνυν Ἰεβουοαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ό Δαβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν.
于是耶布斯人知道大卫怜悯贫苦之人,便从城墙上放出瞎子和瘸子来侮辱他。
ὀ δὲ κρατήσας τῆς Ἰερουσαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν.
但攻占了耶路撒冷的大卫,极力避免虐待那些身体残疾的人,以至于给他的士兵制定了死刑律法,若有人企图杀害瞎子或瘸子。
πᾶς γὰρ ὀ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω έν παραξιφίδι, τουτέστιν ἀναιρείσθω·
因为他说:“凡击杀耶布斯人、瘸子或瞎子的,要挨着短剑”,也就是说,要被处死。
εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν Δαβίδ, ἀλλὰ φειδοῦς τυγχάνουσι.
因为即使他们憎恨大卫的灵魂,但他们仍然得到了宽容。
διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου, οἱ τὸν Δαβὶδ ὑβρίσαντες, ὠν ἐφείδετο.
因此,他配得所有人的尊敬,人们说:“瘸子和瞎子不能进耶和华的殿”,这正是指那些侮辱大卫、而大卫却宽容了他们的人。
§16## II Sam. 5, 14. Σημειωτέον ὄτι Νάθαν ὀ υἱὸς Δαβὶδ τίκτεται αὐτῷ ἑλόντι καὶ οἰκήσαντι τὴν Ἱερουσαλήμ.
## 撒母耳记下 5:14. 应当注意的是,大卫的儿子拿单,是在大卫攻占并居住在耶路撒冷时生给他的。
οὗτος δέ ἐστι Νάθαν ὂν γενεαλογεῖ ὀ μακάριος Λουκᾶ, ὁ δὲ μακάριος Ματθαῖος Σολομῶνα τὸν ἀδελφὸν αὐτοῦ γενεαλογεῖ.
而这位拿单,正是福乐的路加在谱系中所载之人,而福乐的马太则在谱系中记载了他的兄弟所罗门。
καὶ ἐντεῦθεν, λέγω δὴ ἀπὸ τῶν μνημονευθέντων υἱῶν τοῦ Δαβίδ, ὀ μὲν δι᾿ ἑτέρας λέγεται γενεαλογίας, ὁ δὲ δι᾿ ἄλλης.
由此,也就是从大卫的这些被提及的儿子开始,一者通过一个谱系被叙述,另一者则通过另一个谱系被叙述。
§17## II Sam. 16, 10—12. Ωστε καὶ ἐντεῦθεν δείκνυται ὄτι, ὄπερ ὀ θεὸς οὐ ποιεῖ μὲν συγχωρεῖ δὲ γενέσθαι, πεποιηκέναι λέγεται.
## 撒母耳记下 16:10—12. 因此,从此也表明,神实际上并未作、但允许其发生的事,却被称为是神所作的。
ὡμολόγηται τοίνυν ὄτι οὐκ ἦν ἔργον τοῦ θεοῦ ἡ ἐπανάστασις τοῦ Ἀβεσσαλὼμ καὶ ἠ τοῦ Σεμεῒ λοιδορία καὶ τὸ βαλεῖν αὐτὸν λίθοις τὸν Δαβίδ.
所以,公认阿萨隆的叛乱、示每的辱骂以及他向大卫扔石头,都不是神的作为。
τρανότερον δὲ δείκνυσιν ὅ φημι τὸ λέγειν τὸν Δαβίδ· ἄφες αὐτὸν ἀρᾶσθαι. ὅτι κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδοι τὴν ταπείνωσίν μου.
而大卫所说的话更清楚地证明了我的论点:“由他咒诅吧,因为耶和华吩咐他,好让祂看见我的卑微。
καὶ ἀνταποδώσει μοι κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς έν τῇ ἡμέρᾳ ταύτῃ.
耶和华必因他今日的咒诅,以福乐回报我。
φανερὸν γὰρ ὄτι οὐκ ἤρεσκε τῷ θεῷ τὸ γινόμενον· ὄ δὲ οὐκ ἤρεσκεν, οὐκ ἄν ἐνετείλατπ ποιεῖν.
” 因为显然,所发生的事并不取悦神;而那不取悦祂的事,祂绝不会命令去作。