§8Οὐ παρεξέβην οὐδὲ ἐπελαθόμην τοῦ προκειμένου, ἀλλὰ τοῦτο θέλομεν κατασκευάσαι ὅτι, εἰ πάντες εἰς ᾅδου καταβεβήκασι πρὸ τοῦ Χριστοῦ πρόδρομοι Χριστοῦ οἱ προφῆται Χριστοῦ, οὕτως καὶ Σαμουὴλ ἐκεῖ καταβέβηκεν· οὐ γὰρ ἁπλῶς, ἀλλ’ ὡς ἅγιος.
我没有偏离主题,也没有忘记摆在我们面前的论题,而是我们想要论证这一点:如果基督的所有先知在基督之前作为他的先驱降入阴间,那么撒母耳也是那样降到那里的;因为他并非平庸地降下,而是作为圣者降下。
ὅπου ἐὰν ᾖ ὁ ἅγιος, ἅγιος. ἅγιος.
无论圣者在哪里,他都是圣洁的、圣洁的。
μήτι Χριστὸς οὐκέτι Χριστός ἐστιν, ἐπεὶ ἐν ᾅδου ποτὲ ἠν;
难道基督因为曾降入阴间,就不再是基督了吗?
οὐκέτι ἠν υἱὸς θεοῦ, ἐπεὶ έν τῷ καταχθονίῳ γεγένηται τόπῳ »ἵνα πᾶν γόνυ κάμψῃ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων«;
难道他因为身处地下之地,就不再是神的儿子了吗? ——“为了叫一切在天上的、地上的和地下的,在耶稣的名里,无不屈膝”?
οὕτως Χριστὸς Χριστὸς ἦν καὶ κάτω ὤν, καὶ; ἕνα οὕτως εἴπω, έν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄνω ἠν.
因此,基督即使在下面时也是基督,而且,如果可以这样说的话,尽管身处下面的地方,他在意志上却在上面。
οὕτως καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ αἱ κάτω. κάτω μὲν δύνανται εἶναι τόπῳ. κάτω δέ εἰσιν τῇ προαιρέσει.
同样,先知们和撒母耳,即使他们降到下面灵魂所在的地方,在地方上他们可能在下,但在意志上他们却不在下。
πυνθάνομαι δέ· † ἐπροφήτευσαν τὰ ὑπερουράνια.
但我倒要问:他们预言了天上的事。
ἐγὼ δὲ οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ὅτι προφητεύει περὶ Σαοὺλ Σαμουὴλ] καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύει περὶ βασιλείας Δαβὶδ ὅτι μέλλει βασιλεύειν.
但我不能赋予魔鬼如此巨大的力量,以至于它能预言关于扫罗和神的子民的事,并预言关于大卫的国度,说他将要作王。
εἴσονται οἱ ταῦτα λέγοντες τὰ τῆς ἀληθείας τῆς κατὰ τὸν τόπον· οὐχ εὑρήσουσιν παραστῆσαι πῶς οὐκ ἂν καὶ ἅγιος γένοιτο ὑπὲρ τῶν κακῶς ἐχόντων εἰς τὸν τόπον τῶν κακῶς ἐχόντων.
说这些话的人终将明白关于那地方的真相;他们将无法证明,为了那些受苦之人的缘故,圣者怎么可能不也去到那受苦之人的地方。
| | ἰατροὶ γινέσθωσαν εἰς τοὺς τόπους τῶν καμνόντων στρατιωτῶν, καὶ εἰσίτωσαν ὅπου αἱ δυσωδίαι τῶν τραυμάτων αὐτῶν· τοῦτο ὑποβάλλει ἡ ἰατρικὴ φιλανθρωπία.
让医生们到生病士兵的地方去,让他们进入其伤口恶臭弥漫的地方;这就是医学博爱所要求的。
οὕτω τοῦτο ὑποβέβληκεν τῷ σωτῆρι ὁ λόγος καὶ τοῖς προφήταις, καὶ ἐνθάδε ἐλθεῖν καὶ εἰς ᾅδου καταβῆναι.
同样,道也对救主和先知们提出了这样的要求:既要来到这里,又要降入阴间。