Humanitext Reader

亚他那修 · 论尼西亚公会议的决定 §1.9-1.17

尤西比乌罪行的揭露与其流放

第 2 段,共 3 段 · 希腊语

内容简介

皇帝君士坦丁向尼科美迪亚信徒揭露尤西比乌与狄奥格尼斯曾支持暴君李锡尼及亚流异端的恶行,宣布将其流放并敦促教会重新迎立正统主教。

§1.9Μὴ οὐν ὑμῖν τι πέπρακται;
难道你们做错了什么吗?
ὠ ἀγαπητοὶ ἀδελφοί, καταμάθετε νῦν, ἀξιῶ, τὰς βασάνους τῆς παρούσης ἀλγηδόνος.
哦,亲爱的弟兄们,我请求你们现在就看清眼前痛苦的折磨。
ὁμολογητὰς ὑμᾶς εἶναι τούτου ἐπηγγέλλεσθε, ὃν εἶναι ἀρνεῖσθε, τοῦθ’ ὑμᾶς τοῦ πανώλου διδασκάλου πείθοντος.
你们声称自己是祂(基督)的宣信者,却又否认祂的存在,这正是那个毁灭性的教师说服你们相信的。
ἱκετεύω, τίς ἐστιν ὁ ταῦτα διδάξας οὔτως ἄκακον πλῆθος;
我恳求你们,是谁向如此天真的群众传授了这些东西?
Εὐσέβως δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης.
显然是尤西比乌,那个暴虐残忍的同谋。
ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται προσφύλαξ, πανταχόθεν ἔστι συνορᾶν.
因为他无处不成为暴君的羽翼,这从各方面都可以看得一清二楚。
τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρρήδην βοᾷ.
一方面,主教们的惨遭屠杀——我是指那些真正的司教——证明了这一点;另一方面,对基督徒最严酷的迫害也昭然若揭地控诉着这一点。
§1.10οὐδὲν γὰρ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν ἐρῶ, δι’ ὡν, ὅτε μάλιστα τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὑτος καὶ όφθαλμοὺς κατασκόπους ὑπέλαμπε κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας.
因为对于针对我的种种侮辱,我现在不予提起;正是通过这些,当敌对派系的阴谋最为猖獗之时,此人甚至对我投来窥探的目光,并且差一点就为暴君提供了武装协助。
§1.11μηδ’ ἐμέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον· ἔλεγχος γάρ ἐστιν ἀκριβής, ὅτι τοὺς πρεσβυτέρους καὶ διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ’ ἐμοῦ συνειλῆφθαι συνέστηκεν.
谁也不要以为我对这些证明毫无准备;因为有确凿的证据,即那些追随尤西比乌的长老和执事已被我公开逮捕,这是不争的事实。
ἀλλὰ ταῦτα μὲν παρίημι, ἄ νῦν οὐκ ἀγανακτήσεως ἕνεκέν, ἀλλ’ εἰς ἐκείνων αἰσχύνην ὑπ’ ἐμοῦ προενήνεκται.
但这些事我就此略过,现在我提出这些并非出于愤怒,而是为了让他们感到羞愧。
ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν.
我唯独害怕、唯独思虑的是,我看到你们正被召去同谋这一罪行。
διὰ γὰρ τῆς Εύσεβίου ἀγωγῆς τε καὶ διαστροφῆς συνείδησιν τῆς ἀληθείας κεχωρισμένην ἀνειλήφατε.
因为通过尤西比乌的引诱和败坏,你们已经染上了背离真理的良知。
§1.12ἀλλ’ ἔστιν οὐ βραβεῖα θεραπεία, εἴγε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς τὸν θεὸν ἀπίδητε, ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστι καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος + δεινῇ τότε συλλαβομένων αὐτῷ ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς τάξεως ὀρθότητα ανασχυντως † ουνεπεπραχει.
但并非没有迅速的救治之法,只要你们现在至少迎立一位忠信且纯洁的主教,并仰望神。 这在目前掌握在你们手中,而且如果前述的尤西比乌当年没有在那些协助他行恶的人支持下私自来到这里,并且无耻地破坏教阶制度的合理性,这本该在很久以前就取决于你们自己的决断。
§1.13Ἀλλ’ ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρεία παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρὸ πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου ποῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
但是,既然有必要向你们的爱心略微谈及尤西比乌本人,你们的宽容当记得,在尼西亚城曾召开过一次公会议,当时我本人也因着对我良知的奉侍而理所当然地在场。 我别无所求,只愿为众人带来和睦,并首要地驳斥并摆脱这件事——它起初因亚历山大的亚流之狂妄而产生,随后又因尤西比乌那荒谬且毁灭性的狂热而立时增强。
§1.14ἀλλ’ αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ’ ὅσης νομίζετε συνδρομῆς ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ’ ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο, ὑποπέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παρ’ ἐμοῦ συμμαχίαν τινά, ὅπως μὴ ἐπὶ τοσούτω̣ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο;
但是,最亲爱、最尊贵的弟兄们,正是这位尤西比乌本人,由于被他自己的良心所击败,你们可以想象他是以何等的投机钻营,又是以何等可耻的、在各处被戳穿的谎言来为自己辩护的。 他一方面派遣各种人为他向我求情,另一方面乞求我给予某种协助,以免因被证实犯下如此大错而被剥夺现有的职位?
μάρτυς ἐστί μοι τούτου ὁ θεὸς αὐτός, ὅς ἐμοί τε καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ἐπεὶ καὶ ἐμὲ ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν, ὃ κοὶ ὑμεῖς ἐπιγνώσεσθε.
神本人即是我的见证人,愿祂对我和你们常存仁爱,因为那人甚至也笼络并无耻地欺骗了我,这一点你们也将明白。
πάντα μὲν γὰρ ἐπράχθη τότε, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος.
因为当时的一切都是按照他自己的心愿进行的,而他却在自己的心中隐藏着各种邪恶。
§1.15Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεοξενίου. ὃν τῆς ἀνοίας ἴχει κοινωνον διεπράξατο.
但最近,且略过他其他的恶行,请听他与那个被他视作愚行同谋的狄奥格尼斯[泰奥克塞尼奥斯]特别做下了什么勾当。
ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός.
我曾下令将一些背弃我们信仰的亚历山大里亚人送到这里,因为通过这些人的协助,不和的火把被点燃了。
. §1.16ἀλλ’ οὗτοι τὸ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ὑπεδέξαντο καὶ πὰρ ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας.
然而,这些 “高尚且善良的”主教们,昔日因公会议的真理为了悔改而予以保留的那些人,不仅接纳了那些人并将其庇护在自己身边,甚至还与他们同流合污。
διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι· §1.17ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι.
因此,我决定对这些忘恩负义之徒采取如下行动:我已下令将他们逮捕并流放到尽可能远的地方。
νῦν ὑμέτερόν ἐστι πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ᾗ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως, ἴνα ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρωμεν·
现在,你们当以那已被确立为历来如此且应当如此的信仰仰望神,并付诸行动,使我们能因拥有圣洁、正统且仁慈的主教而感到欣喜。
εἴ τις δὲ ἢ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, τοῦτ’ ἔστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται.
但如果有人胆敢轻率地去怀念那些毁灭者,或者放任自己去赞美他们,他必将立时因着神的仆人——也就是我本人——的行动而被制止其狂妄。
ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀγαπητοὶ ἀδελφοί«.
亲爱的弟兄们,愿神保守你们。 ”

词汇与语法注释

  1. 1.9Εὐσέβως — 传抄本中出现的副词形式 Εὐσέβως(虔诚地)在语境中虽可作反语理解,但极可能是专有名词 Εὐσέβιος(尤西比乌)的笔误,本译文采取人名的解作。
  2. 1.11συνέστηκε — 动词 συνέστηκεν(被证实、确立)在此处作单部非人称动词使用,并以后续的宾格不定式句 τοὺς πρεσβυτέρους... συνειλῆφθαι(长老们被逮捕)作为实质主语。
  3. 1.12οὐ βραβεῖα — 抄本中的 οὐ βραβεῖα 通常被视为 οὐ βραδεῖα(不慢的,即“迅速的”)之讹误,本译文基于此项修正进行翻译。
  4. 1.12δεινῇ τότε συλλαβομένων αὐτῷ — 此段文字存在严重的文本损毁。属格分词短语 συλλαβομένων αὐτῷ(协助他的人)被理解为属格独立结构,而 δεινῇ 可能是表示手段的与格,或是 δεινῶν(恶人、可怕之人)的笔误。
  5. 1.13ἡ ὑμετέρα ἀνεξικακία — 抽象名词“你们的宽容”被拟人化地用作主语,搭配单数动词 μέμνηται(记得),起到了君主对臣民公文式尊称的作用。
  6. 1.15Θεοξενίου — 在书信的流传过程中,尼西亚主教“狄奥格尼斯(Θεόγνις)”的名字被误抄成了“泰奥克塞尼奥斯(Θεοξένιος)”。
  7. 1.17τῆς ἰδίας τόλμης — 此处的属格与被动语态动词 ἀνασταλήσεται(被制止、阻拦)连用,属于表示分离的夺格性属格,意为“从其自身的大胆行为中被劝阻”。

引用这一段

亚他那修, 论尼西亚公会议的决定 §1.9-1.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2035.tlg003.humanitext-grc1:1.9-1.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。