Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.2195-1.2276

守卫报告复活奇迹与祭司的收买企图

第 28 段,共 32 段 · 希腊语

内容简介

使者叙述了守卫们在夜间奔向祭司报告墓中神迹的经过。祭司们企图贿赂守卫撒谎,但守卫描绘了自己目睹的超自然现象,并劝告他们将复活的耶稣接纳为神圣的存在。

§1.2195καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ §1.2196νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων §1.2197πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ, §1.2198νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ· §1.2199νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.
并且以坚定的热忱注视着坟墓,如今在夜间的喧嚣中聚集在一起,带着极大的战栗奔向祭司们,在恐惧中,似乎显露出新的消息;他们在夜间谈论,仿佛惊恐万分。
§1.2200Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε· §1.2201ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα, §1.2202νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών· §1.2203καὶ τήνδε μαθὼν ἧκον ἡσύχῳ βάσει, §1.2204στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
因此,那支军队并非凭空战栗;而我出乎意料地得知了原因,夜间走入城墙内的市区;得知此事后,我以安静的步伐前来,在军队后方倾听他们的言辞。
§1.2205Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ §1.2206λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου· §1.2207εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους §1.2208ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου, §1.2209συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι· §1.2210„Ὠ τὸν φρικώδη πότμον ἐξειργασμένε §1.2211γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, §1.2212ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα, §1.2213ὡς καινὰ πάντα θαυμάτων δ’ ἐπάξια, §1.2214ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
此人如此说道,带着恐惧的大胆,滔滔不绝地诉说着坟墓的一切惊异;于是他说道,他对长老们以及大祭司们,那场谋杀的策划者们,他们聚集在一起并正对此事进行商议: “噢,酿成了可怕命运的经学家与长老们的群体啊,我来向你和城邦宣告许多奇事,这一切尽皆新奇且值得惊叹,乃是那具尸体所展现出来的。
§1.2215ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω· §1.2216ὥστ’ παρῆσθα, τοῦτον, ὃν τάχ’ ὡς νέκυν §1.2217ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ, §1.2218εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα.
我虽被派为夜间守卫,而今依然在战栗;因而,若你当时在场,对于那个你派我们在墓旁当作尸体守卫的人,在亲眼目睹奇事时,你定会以祈祷去追寻他。
§1.2219Θέλω δ’ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ §1.2220φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα. §1.2221ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον §1.2222πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος §1.2223τό τ’ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.
我想知道,我是该向你坦白诉说那里的情形,还是我们应当收敛言辞;因为我害怕在暴君面前吐露言语,我畏惧他那敏捷的心智,还有那易怒且极度高傲的性情。
§1.2224Ταῦθ’ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους, §1.2225οἱ δὲ στραφέντες καθ’ ἑαυτοὺς τοιάδε §1.2226ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως· §1.2227„Ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται §1.2228ὕβρισμ’ Ἰησοῦ, νῦν φόβος θ’ ἡμῖν μέγας.
” 军队如此对长老们说道,而他们转身面向彼此,两人皆如此说道,惨痛地吐露: “如今这耶稣带来的侮辱已如烈火般在近处燃起,如今我们面临着极大的恐惧。
§1.2229Ἀλλ’ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.
但我们绝不可坐视不管,而必须拉拢军队。
§1.2230Αὖ δὲ στραφέντες πρὸς φάλαγγ’ εἶπον τάδε· §1.2231„Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ· §1.2232ὅσ’ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις, §1.2233κρύφθ’, ὡς ἀθῷος δι’ ἐμοῦ πάντων ἔσῃ, §1.2234ἐροῦσ’ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα· §1.2235δώσω δέ τοι καὶ δῶρ’, ἃ καλλιστεύεται· §1.2236οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι, §1.2237ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου, §1.2238ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που §1.2239ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα §1.2240πάντων τ’ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.
” 他们再次转向军队,如此说道: “听着,军队,我的想法是这样的:凡是你要说的、不合我们心意的一切事,且隐藏起来,这样通过我,你在一切事上都会安然无恙,你们就说徒众暗中偷走了尸体;我还会给你最精美的礼物;因为你不应当向君王报告这些事,那些倾向于宣扬被葬者名声、想必会给我们带来沮丧,并极大地煽动起群众的怒火,将众人的愤慨引向我们。
§1.2241Ἥδ’ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων· §1.2242„Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων, §1.2243ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις, §1.2244πρὸς τὸν τύραννον· σοὶ δ’ ὅμως εἰρήσεται.
” 守卫的军队回答道: “我绝不会透露任何已知之事,既然您意下如此,且您说会保护我免受暴君之害;然而,我还是要对您说明。
§1.2245Ἀνὴρ ὅδ’ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ, §1.2246ἐξ ὡν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων,
此人看起来不逊于任何神明,无论是从他先前的作为,还是从如今展示出的奇迹来看。
§1.2247ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ §1.2248καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι §1.2249ἡμῶν τ’ ἀΰπνων ἐγκαθημένων κύκλῳ §1.2250τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ §1.2251ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας· §1.2252γῆς γεῖσσ’ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ.
尽管墓口横着巨石,且印记依然完好,我们也通宵达旦地围坐防守,他却依然复活,照亮了一切,并用颤栗将我们变成如同惊愕的死人一般;因为大地之基在无法遏制的震动中剧烈摇晃。
§1.2253αἴφνης δ’ ὁ λίθος ἐκκεκύλισται τάφου· §1.2254καὶ τοῦτο δ’, ὡς ἔοικεν, εἰσορᾶν ἔχῃ §1.2255συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον·
突然间, 巨石从坟墓旁滚开;显然,您也能亲眼目睹此事,任何注视这坟墓的人都能领会。
§1.2256ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι, §1.2257Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ· §1.2258ταύτῃ θ’ ἅμ’ ἐβρόντησε, καὶ πρὸς τὸν πόλον §1.2259καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός· §1.2260σίγησε δ’ αἰθὴρ, σίγα δ’ ὕλιμος νάπη §1.2261γύλλ’ εἴχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον.
虚空中传来一阵声音,依我推测,乃是父神以奇异的呼喊作声;与此同时雷声大作,在穹苍与大地之间,他立起了一道庄严之火的光芒;天空静默了,那郁郁葱葱的山谷保持着安宁,在某个瞬间你甚至听不到一丝声响。
§1.2262Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστὶν, ὦ φίλοι, §1.2263δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας.
因而,朋友们啊,无论此人是谁,就在此时接纳他吧;因为他在一切事上都显得伟大。
§1.2264κἀκεῖνο φασὶν αὐτὸν, ὡς ἐγὼ κλύω, §1.2265τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, βροτοῖς, §1.2266καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναι ποτὲ §1.2267μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος, §1.2268θύοιμ’ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος §1.2269πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.
我听闻人们还说,他给凡人、给凡人赐予了消除灾祸的恩赐,且若没有这恩赐,任何美善之事便绝不存在,也不会再度产生;而如果这传言属实,我宁愿向他献祭,也不愿在愤怒中踢向刺棒,以凡人之躯对抗神明。
§1.2270Σὺ πόλλ’ ὑπνώσας καὶ λαλεῖς ὀνείρατα.
” “你睡了太久,满口都在说梦话。
§1.2271Ἔκλεψαν, ὡς ὑπνώσας, μύσται τὸν νέκυν, §1.2272καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον, §1.2273ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα· §1.2274σιγῶν δὲ τοῦτο δεξιώσεις νῦν λάβῃς· §1.2275ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν, §1.2276κέν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.
徒众趁你睡觉时偷走了尸体,你对暴君只需说这一件事,至于不合我们心意的事,你须闭口不言;只要在此事上保持沉默,你现在就能得到赏赐;否则,便是你们自愿卖掉了尸体,若你不保持沉默,暴君就会得知此事。 ”

词汇与语法注释

  1. §1.2218ἂν μετῆλθες — 过去时直陈式 μετῆλθες 连同 ἂν 构成了与过去事实相反的虚拟条件句的归结从句(其条件从句为 §1.2216 的 ὥστ’ παρῆσθα,其中 παρῆσθα 为第二人称单数未完成过去时),表示“你本会去追寻”。
  2. §1.2232ἐρεῖν ... ἔχεις — 动词 ἔχεις 结合将来时不定式 ἐρεῖν,用以表达可能性或意图(“你能够说”或“你将要说”),指守卫可能说出的所有违背祭司意愿的话。
  3. §1.2243με ῥύεσθαι λέγεις — 这是一个“对格加不定式”结构,其中对格代词 με 充当不定式 ῥύεσθαι 的主语,整体作为动词 λέγεις 的宾语(意为“既然您说您会保护我”)。
  4. §1.2269πρὸς κέντρα λακτίζοιμι — 这是一个经典的成语,意为“踢刺棒”(参见 Eur. Bacch. 795, Acts 26:14 等),比喻徒劳无功且自寻伤害的抵抗。此处的希求式 λακτίζοιμι 与 §1.2268 的 θύοιμ’ 共同受 ἂν 修饰,构成潜在表达的一部分。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.2195-1.2276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.2195-1.2276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。