Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1857-1.1939

坟墓被封的消息与黎明侦察的决定

第 24 段,共 32 段 · 希腊语

内容简介

在获悉经师们已派守卫封锁坟墓的消息后,玛利亚和妇女们决定暂缓前往,并计划在黎明时派遣探子进行侦察。

§1.1857ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως· §1.1858ἴσως τι μαθήσεσθε καὶ νεώτερον.
在某种程度上,只要允许我们前行;或许你们也会得知一些更新的消息。
§1.1859Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος
因为许多人不认识你们,所以不用害怕。
§1.1860Καὶ μὴν ὀπαδῶν νῦν τιν’ εἰσορᾶν δοκῶ §1.1861σπουδῇ σκυθρωπὸν ἐνθάδ᾿ ἐφωρμημένον· §1.1862δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων.
且看,我此刻似乎看见一个随从,正面色阴沉、匆忙地朝这里奔来;他似乎是带来新消息的使者。
§1.1863Πη πη μολὼν εὕροιμ’ Ἰησοῦ μητέρα;
往何处,往何处去才能找到耶稣的母亲?
§1.1864εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι §1.1865σημήνατ᾿· ἆρα τῶνδε δωμάτων ἔσω;
妇女们,如果你们知道,请告诉我,向我指明吧;莫非她就在这所房屋里?
§1.1866Ἥδ᾿ ἐντὸς, ἀθρεῖς, τῶνδε δωμάτων μένει.
就在里面,你看,她正留在这所房屋中。
§1.1867Δέσποινα μῆτερ Μυσταγωγοῦ μοι φίλου, §1.1868καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον §1.1869σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σοὶ φίλαις.
夫人,我所挚爱的秘仪之师的母亲啊,如今我带来了一条值得关注的消息,呈给您、门徒们以及与您亲近的妇女们。
§1.1870Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλων φόβον.
你来得正是时候,尽管使者令人有些惧怕。
§1.1871Τί δ’ ἐστί;
发生什么事了?
μῶν τις συμφορὰ νεωτέρα;
难道又是某种新的灾祸吗?
§1.1872Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ, §1.1873τίνος δ’ ἕκητι, συμβαλεῖν σάφ’ οὐκ ἔχω, §1.1874ἥκω δ’ ἀκούσας οὐ τορῶς, φήμη δέ τις §1.1875λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι §1.1876ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει, §1.1877ὅδ’ εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν, §1.1878ὃς δ’ εἰδέναι λέγων τι φράζειν οὐ θέλει.
一支庞大的武装部队正前往坟墓,至于为何目的,我无法确切推测;我听得不甚真切便赶了过来,但某种传言已在民众中传开,说监视者们已经来到坟墓;未曾亲见的人如此说着,亲眼看见他们走来的人却无法开口,而声称知道内情的人,又不愿透露。
§1.1879Πλὴν εἱς τις εἰπε γραμματεῖς προσιέναι §1.1880καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς §1.1881πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον, §1.1882ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν· §1.1883ὧν οὕνεκ᾿ ἦλθον πρὸς σὲ ταῦτ᾿ ἀπαγγέλων.
只有一个普通人说,经师们前去并就此事说服了这片土地的统治者,派遣守卫并封住石头,免得门徒们突然盗走尸体;为此我特来向您禀报这些情况。
§1.1884Ὠ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοὶ, §1.1885γραμματέων ὅμιλε καὶ πρεσβυτέρων· §1.1886ὠ τῆς φονώσης ἐργάτα τολμηρίας, §1.1887ὠ δραματουργὲ τοῦ φόνου τοῦ Δεσπότου, §1.1888ὡς συνιεὶς μὲν, οἶα τολμᾷς ἀφρόνως, §1.1889δέξῃ βέλος δριμύ τι κατὰ καρδίας, §1.1890πάνδεινον ἀλγῶν ἄλγος· ἢν δ’ ἄρ᾿ ἐς τέλος §1.1891ἐν τοῖσδε μείνῃς, οἷς τανῦν κακῶς μένεις, §1.1892οὐκ εὐπραγῶν δόξεις γε μὴ κακῶς ἔχειν §1.1893ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας· §1.1894γνοίης δ’ ὅμως ἔπειθ’, ὅτ’ οὐ κέρδος τί σοι.
噢,为我编织难以忍受的恶行之人啊,经师和长老的群伙啊;噢,那充满杀意之狂妄行径的作恶者,噢,这杀害主宰之惨剧的策划者,你既然明白自己愚蠢地胆敢做出何等之事,你的心中必将承受一支锐利的箭,遭受极度可怕的痛苦;若是你终究仍执迷于你如今恶劣留存的状态中,在失败之中,你决不会被认为免于祸患,这是出于你的愚蠢与恶劣的无谋;然而你此后终将明白,那时这对你已毫无益处。
§1.1895!Πῶς γὰρ ἔσονται νεχροφῶρες οἱ μόγις
因为他们怎会成为盗尸者呢?
§1.1896μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες;
那些几乎是拼命逃离了那些杀人凶手之手的人。
§1.1897προσεγγίσαι πείσει δὲ τὶς σφᾶς τῷ τάφῳ, §1.1898οὕτω τρέσαντας καὶ λίαν πεφρικότας;
谁能说服他们去接近坟墓呢,当他们已如此战栗且极度惊恐之际?
§1.1899Ἄπιθ᾿ ἄπιθι καὶ φύλασσε τὸν τάφον, §1.1900ναὶ ναὶ, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε· §1.1901μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ.
去吧,去吧,去守卫那坟墓吧,是的,军旅啊,前去并严密地看守吧;因为或许你将成为复活的见证人。
§1.1902Ἄμμες δὲ, φίλαι, τῇδε μίμνωμεν πέλιν.
而我们,朋友们,留在这里吧。
§1.1903Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ §1.1904μηδ’ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου, §1.1905ἀλλ’ ἰέναι μείνωμεν εὐφρόνης κνέφας.
是的,让我们在屋里安静地等待,此时先不要前往主的坟墓,且静待黑夜的幽暗过去后再动身。
§1.1906Καὶ μὴν ἰδοὺ, πρόεισιν ὄρφνης τὸ κνέφας.
看啊,黑夜的阴霾正在散去。
§1.1907Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων.
此后我们且静静待着,避开守卫。
§1.1908Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν §1.1909ἐλθὼν μυρίσει τόνδ’ ἀκινδύνως μολών;
因为谁能在夜幕下,穿过敌人的军队,安全地走过去为他涂抹香料呢?
§1.1910κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει §1.1911τίν’ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου· §1.1912ναὶ ναὶ προσήκει τίν᾿ ἀπιέναι τάχει· §1.1913κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον, §1.1914βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον· §1.1915δέμας νέκυος τοῦ μυρίσαι κατ᾿ ἔθος §1.1916ἐλευσόμεσθα· τήνδ’ ἔχω γνώμην ἐγώ.
本该让导师随从中某位警醒的人,前往坟墓作为探子;是的,正该有人赶快前去;若是他没有发现任何暗中的阴谋,我们便在黎明时前往那赋予生命的坟墓;我们将按着习俗,前去为死者的遗体涂抹香料;我们将前往;这就是我的想法。
§1.1917Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν §1.1918τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτῖνα §1.1919σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι §1.1920τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον §1.1921φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου, §1.1922οὔτ᾿ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος· §1.1923ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ’ ἔχων, §1.1924ἵνα κατειρχθῇ κατ’ ὀφειλὴν εἰς ζόφον.
但若相反,仇敌的阴谋(阻碍了)那美丽闪耀之日的日光,我们便静静留守,也无需为如今躺卧着的那位涂抹香料;因为在大地阴暗之下,任何腐烂都绝不会降临于圣言的身体上,那吞噬一切的阴府也决不能扣留他的灵魂;因为他是甘愿承受这命运,并非身负罪债,以至于必须因负债而被禁锢在黑暗之中。
§1.1925Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα §1.1926πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων;
因为对于这位从不朽者中诞生、本就不朽的他,那阴间的总管阴府又怎能毁灭他?
§1.1927ὃν καὶ λάφυρ’ ἐκεῖθεν ἑλκύσαι δοκῶ, §1.1928ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε §1.1929κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
我信他甚至会从那里劫掠战利品,凡是被阴间囚禁、被强行夺走并用漆黑居所之锁链捆绑的所有凡人。
§1.1930Ορθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν· §1.1931πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις· §1.1932σὺν σοὶ δέ μ’ ὄψει καρτεροῦσαν ἐς τέλος.
说得对;首先必须前去侦察;尽快派人去吧;因为你现在的提议很稳妥;你将看见我与你一同坚忍到最后。
§1.1933Τίς δῆτα φίλων, αἱ πάρεισιν ἐνθάδε, §1.1934τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν;
那么,在场的友人们之中,究竟谁敢在夜间作为探子前往坟墓?
§1.1935τίς ἂν γένοιτο νῦν ἐμὴ δ’ εὐεργέτις;
如今谁愿成为我的恩人呢?
§1.1936μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου, §1.1937φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων.
因为导师的门徒们并不在此,纷纷逃避着杀人凶手们那蛮横的袭击。
§1.1938Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ’ ὅλων· §1.1939περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους,
因为他们或许并不针对我们所有的女性发怒;因为他们实在蔑视我们的性别,

词汇与语法注释

  1. 1.1888ὡς συνιεὶς μὲν — 连词 ὡς 与主格分词 συνιείς(συνίημι 的现在时主动分词)连用,表示主观原因或前提,意为“作为理解……的人”。它用作主句主语(第二人称单数将来时 δέξῃ)的修饰成分。
  2. 1.1917Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν — 在以 Ἢν δ’ αὖ(但如果相反……)开始的条件从句中,动词(如“阻碍”或“遮蔽”)被省略或由于文本脱落(破格现象)而缺失。宾格的 τιν’ ἐχθρῶν μηχανὴν(敌人的某种阴谋)以及第1918行的 τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτῖna(美丽闪耀之日的日光)被推定为该缺失动词的直接宾语。
  3. 1.1938πνέουσι θυμοῦ — 动词 πνέω(呼吸、吹拂)与表示愤怒的名词属格 θυμοῦ 连用,构成“散发怒火”或“充满愤怒”的惯用表达。属格表示所散发出来的性质或内容。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1857-1.1939. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1857-1.1939

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。