Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.174-1.254

使者报告基督被捕与对犹大的严厉谴责

第 4 段,共 32 段 · 希腊语

内容简介

使者报告了客西马尼园的变故,讲述了犹大以虚伪之吻诱捕基督以及门徒四散逃跑的经过。随后是一段激烈谴责出卖者的言辞,预言了背叛者将要承受的惨烈刑罚(自缢、烈火与脏腑破裂)以及背叛的虚无。

§1.174ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου §1.175πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο, §1.176ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον §1.177ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν, §1.178ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει·
他同他们来到了溪流旁的地方,来到了那座园子,他常与门徒在那里聚集,甚至连那出卖者也并非不知此地,在半夜里,他便率领着那群杀人凶手抢先赶到——正如我亲眼所见—— 他们手持刀剑,气焰嚣张,满腔杀意。
§1.179ὃς δὲ προσιὼν ὡς φίλος Διδασκάλῳ §1.180„Ῥαββὶ,“προσειπὼν, „χαῖρ᾿,“ἐφίλει δυστρόπως.
而他像朋友一般走到老师跟前,称呼道:“拉比,愿你平安! ”便怀着歹意与他亲吻。
§1.181Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειε τις;
哎呀,哎呀,谁竟敢做出比这更恶劣的事?
§1.182Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός;
那么,我的孩子对他说了什么回答呢?
§1.183Οὐκ εἶπεν οὐδὲν πλήν· Ἑταῖρ’, ἐφ’ ᾧ πάρει;
他除了这一句,什么也没说:“朋友,行你来此要行的事吧。
§1.184Ἄφαρ δ’ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι· §1.185ἄμμες δ’ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν.
” 随即,那些杀人凶手便下手拿住他;而我们则抛下他,各自四散逃命。
§1.186Πέτρος δ’ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο, §1.187μόνος δ’ ἐπιστήθιος εἵπετ’ ἀτρέμας.
甚至那著名的彼得也在言语上否认了他,唯有那靠在他胸膛上的贴心门徒悄然跟随。
§1.188Ἔδοξα δ’ αὐτὸς ὑπό του πεπυθέναι §1.189σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα §1.190τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου· §1.191Τῆς ἀσεβείας·
而我自己,似乎听见有人,在静默中,对着他温和而低沉地说话,也就是对着那出卖老师的歹人说道: “何等不敬!
ὦ τάλ’, οὐ φοβῇ Θεὸν;
可怜的人啊,你难道不敬畏神吗?
§1.192οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας §1.193Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν §1.194καὶ πατριάρχας ἐκλελεγμένου γένους;
你难道不敬重凡人本质的法度,不敬重播下地生人类之穗的亚当,以及蒙选之族的众先祖吗?
§1.195Μύστης φανεὶς σὺ συμμαθητάς αἰσχύνεις §1.196τὸν μυσταγωγὸν, φεῦ, προδοὺς ἀργυρίου, §1.197προύδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις.
你既然作为门徒出现,却让同门蒙羞,哎呀,为了银子背叛了传授奥秘的导师,将他交在杀人凶手手中任其杀戮。
§1.198Οὐκ εἶπεν;
他难道没有说话吗?
οὐ σῆς προὐνοήσατο φρενὸς §1.199σκοπεῖν, ἐφ’ οἷσι νῦν ἑκὼν ἀλγύνεται;
他难道没有顾及你的心,让你去省察,他如今为何甘愿承受这些痛苦吗?
§1.200Σὺ δ’ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει, §1.201εὖ δ’ ἴσθι, πατρὸς δ’ εὐσεβὲς θάλπει γένος.
而你却无法容忍;因此你很快就会知道,并且深知,父正护佑着敬虔的族类。
§1.202Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη, §1.203οὐκ ἄν ποτ’ ἔσχε μὴ τάδ’ ὑπεξιέναι §1.204κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην.
因为若非因着对亚伯拉罕的誓言而受到约束,他绝不会不避开这些苦难,也绝不会不当场对你们施以惩罚。
§1.205Δοκεῖς γὰρ αὐτὸν τάδ’ ὑποστῆναι πάθη, §1.206εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα;
因为你难道以为,他承受这些苦难,不是为了从中获得某种伟大的成果吗?
§1.207Νῦν δ’ ἐκ χθονὸς μὲν, ἔστ’ ἂν ἔρχηται πάλιν, §1.208καινῶς ἄνεισι, σίγα δ’ ἕξεται κρίσιν §1.209ἐρῶν καθ’ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν §1.210λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν,
而如今,尽管他离开这地,但在他重来之前,他将以全新的方式升天,并在静默中执掌审判,在父面前控告你们的罪,控告你所犯下的罪行,以及这群疯狂民众的狂妄恶行。
§1.211ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι §1.212οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας, §1.213πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων §1.214ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων, §1.215ὄψεσθε δ’ ἐν Πατρός μολοῦντ’ αὖθις κλέει, §1.216κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι §1.217καὶ πᾶσι παρέχοντα τὰ κατ’ ἀξίαν.
正如他昔日借着大卫的口所预言的那样,在他对这狂妄恶行早已了然于胸的时候;他将用荣耀的话语,和无数、奇妙、辉煌的伟绩填满全地,你们将看见他带着父的荣耀再次降临,给活人和死人带来审判,并照着各人所行的予以报应。
§1.218Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι, §1.219ἢ ποίαν οὐκ ἐκτίσετ’ ἔνδικον τίσιν,.
你和那些杀人凶手究竟将如何面对他,又有什么公义的惩罚是你们所能逃脱的?
§1.220Πλὴν καὶ πρὸ τοῦδε τίσετ’ ἔνδικον τίσιν, §1.221εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους, §1.222ἃς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι, §1.223αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται.
然而在此之前,你们也将付出公义的代价,除非你们清洗那沾满鲜血的杀人之手—— 只要你们愿意,哪怕是现在悔悟,他也会亲自用流动的清泉为你们拭去污秽。
§1.224Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος, §1.225σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος.
否则,你现在就要尝到你狂妄行为的后果,不仅是你,所有的恶徒群众也必如此。
§1.226Νῦν δ’ εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν, §1.227εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ, §1.228κἀγὼ προφήτης τῶν λόγων γενήσομαι.
然而现在,若必须等待,便再等待一日,免得你遭受那令人深感恐惧的灾祸,而我将成为这些话的预言者。
§1.229Ἀλλ’ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι §1.230φρόντιζε·
不,退去吧,为你自己多加考虑吧。
ταὐτοῦ δ’ αὐτὸς εὖ γε θήσεται, §1.231σὺ δ’, ὥσπερ εἰκὸς, κατθανῇ κακὸς κακῶς, §1.232πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος, §1.233πήδημ’ ἐς ᾄδην κραιπνὸν ὁρμήσας τάχος, §1.234λύπῃ παχνωθεὶς, ὡς προδοὺς ἀργυρίου, §1.235καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται.
他自己会将自有的事安排妥当,而你,正如所预料的,必会作为恶人悲惨地死去,首先被悬挂在吊颈的绳圈上,急匆匆地纵身跳入冥府,因悲哀而冻结,因为你为了银子而出卖了他,而那吞灭一切的烈火之流将接待你。
§1.236Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν, §1.237καὶ τῶνδε τεύξῃ, προὐνέπω δέ σοι τάδε· §1.238Οὔ σ’ ἡ’πιοῦσα λαμπὰς ὄψεται Θεοῦ, §1.239οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς.
因为你如今不愿逃避惩罚,你必会得到这些报应;我预先向你宣告:明日降临的神之光将不见你,你亦不得见那使死人复活者的复活。
§1.240Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις, §1.241ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα §1.242καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ §1.243κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα §1.244βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης, §1.245ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων.
因为你已愚蠢到了这般地步,以至于你原本可以重新选择其他的筹划,抛弃一切,俯伏在老师脚前,从眼眶中流下热泪,你却反而结起勒颈的吊绳,急着在这绳套中断送性命。
§1.246Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκὼς, σέ πως §1.247σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ· §1.248οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν.
即便如此,在这些事中他仍不疲倦,仍会设法拯救你,顾念你的心;因为他身为至善,绝不可能不保持至善。
§1.249Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει· §1.250οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν· §1.251ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν· §1.252ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ.
但他并不想在你违背意愿的情况下强行拯救你;因为他并不在凡人中确立暴力的法则;他的性情最不带有暴君的色彩;否则,你必会被可耻地撕裂,破裂你那极恶的心腹。
§1.253Αλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει· §1.254ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,
但事情绝非如此,你切莫作此想法;你和那些杀人凶手,仍将面临搏斗。 ”

词汇与语法注释

  1. 1.177ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν — 主要动词 ἔφθασεν 为单数第三人称,以“出卖者(犹大)”为主语,对格 ὄχλον 作“抢先、先于”的对象。句末的第一人称代词 ἐγὼν 或是使者(目击者)为了强调自己亲眼所见而插入的成分,又或者是在拜占庭拼贴剧抄本中由分词 ἄγων(率领)演变而来的异读。
  2. 1.183Ἑταῖρ’, ἐφ’ ᾧ πάρει; — 引用自马太福音26章50节。关系从句 ἐφ’ ᾧ 表示目的或原因,主句的命令式(如“[去行]你来这里要行的事”)被省略。
  3. 1.188ὑπό του πεπυθέναι — 短语 ὑπό του 包含不定代词属格(等同于 τινός),作为带被动意向的不定词 πεπυθέναι(得知、听闻)施事者/信息源。随后以 λέγοντος 开始的属格分词短语整体修饰 του,表明说话者间接听到某人在说话。
  4. 1.202Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη — 由条件从句 εἰ μὴ + 直说法语气过去时(无定过去时被动态 ἐπεσχέθη)与主句 οὐκ ἄν + 无定过去时直说法语气(ἔσχε)构成的过去违背事实虚拟条件句。将对亚伯拉罕的誓言(神的应许)视为约束性力量,表明若非如此,神罚当即就会降临。
  5. 1.241ὥστ’ ἐξὸν — 使用无人称动词 ἔξεστι(有可能)的对格绝对分词形式 ἐξόν,带让步/假设语气,意为“尽管(悔改并求告老师)是可行的”。该结构与由结果引导词 ὥστε 引导的主句(执意自缢)相对比,凸显了曾经存在的得救可能性。
  6. 1.249Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει — 主要动词 οὐ ... θέλει(不愿)以带否定分词的短语 μὴ θέλοντα(不愿的你)为宾语。这并非双重否定表强烈肯定,而是阐明了一个神学观点:神尊重人的自由意志,因而绝不会强行救赎(赢得,κερδᾶναι)一个主动拒绝救恩的人。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.174-1.254. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.174-1.254

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。