未曾从神托之人那里学习任何东西,反而亲自教导了他们这一切。
这个人将要承受的苦难,我将说明,那位随从中的可耻背叛者。
§1.1692Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο §1.1693βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην· §1.1694πεσὼν δ’ ἔπειτα δίχα λακίσει τάλας §1.1695ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται §1.1696κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην §1.1697ᾄδην διαβὰς ἥσυχος γενήσεται, §1.1698στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις, §1.1699καὶ νᾶμα πυρὸς τόνδε δ’ ὑποδέξεται.
你自己说过,他如何因痛苦而发狂,将脖子挂在悬吊的绳套中;随后倒下,可怜的他将裂成两半,看到可怕的日子;那不幸的人也不会摆脱灾祸,即使越过下行的冥府,也无法得到安宁,他将无休止地呻吟,在剧痛中呼喊,烈火的溪流将接纳这个人。
§1.1700Ὦ φίλος, ὡς εἰς δεινὰ φὴς ἐλθεῖν κακὰ §1.1701πάντας, κἄμ’ αὐτὸν συγγόνους τ᾿ ἄρδην ἐμούς· §1.1702κἀγὼ δ’ ὁ τλήμων βαρβάρους ἀφίξομαι;
噢,朋友,你竟说所有人,连同我自身和我的同胞,都将被彻底卷入可怕的灾难之中;难道可怜的我,也必将流落到蛮族之地吗?
§1.1703ἢ ποῖ τράπωμαι πατρίδος πορθουμένης;
还是说在祖国遭到掠夺之时,我该逃往何处?
噢,曾经对蛮族吐露极大威势的城市啊,你那显赫的名声很快就会被剥夺。
§1.1706Χαῖρ’, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις· §1.1707λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγὼς, §1.1708αἰχμαῖς ἁλωτός· βαρβάρων δ’ ἴδω πέδον, §1.1709εἰ μὴ γέροντ᾿ ὄντα με προφθάσει πότμος, §1.1710ὃν εἴθ᾿ ἴδοιμι πατρίδος μένων πέδω· §1.1711συνῆκα γὰρ, θέσφατον ὡς οὕτως ἔχει.
再见,我的府邸,再见,祖国的城市;让我离开,让我离开你,不幸地沦为奴隶,被枪矛所俘;让我亲见蛮族的土地,除非死期提前降临在我这老者身上,但愿我能在留守祖国土地时看见它;因为我已明白,神谕确是如此。
§1.1712Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον· §1.1713ὁ δ’ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην, §1.1714ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ’ ὅμως· §1.1715αὐτὸς δ’ ἑαυτὸν αἰτιάσθω τῆς δίκης.
老人啊,你的志向令人赞赏且虔诚;但你的同胞子民必将偿付代价,虽然这完全是他们应得的,但依然令人痛楚;让他们为这惩罚而自责吧。
§1.1716Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα §1.1717οὐκ ἦλθεν, οὐκ ἤμυνεν οὐδ’ ἐπεστράφη, §1.1718εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως.
因为他们决不能以此为借口,仿佛说: “他未曾来临,未曾援助,也未曾眷顾”,尽管他自古及今,都以合宜的方式施予恩惠。
§1.1719Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι;
因为他古时何曾没有派遣使者?
§1.1720οἵων δὲ δώρων οὐκ ἔπλησε νιν ξένων,
他又何曾没有用奇妙的恩赐充满他们?
§1.1721ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος §1.1722ἐθνῶν ἄνακτ᾿ ἔθηκε πανσθένως μέγαν, §1.1723ὅτ᾿ ἀμφὶ Βασὰν τήν τ᾿ Ἀμορραίων χθόνα §1.1724ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα §1.1725ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν §1.1726παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν §1.1727προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις· §1.1728ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως· §1.1729θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις §1.1730ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας, §1.1731Χριστῷ δὲ φῶς ἒν ἡλίου καταρκέσει §1.1732ᾄδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν §1.1733πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ᾿ ἄλγη βροτῶν· §1.1734τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν §1.1735εἴσεισιν ᾅδην· πολλὰ δὴ κεῖθεν σκῦλα §1.1736ἄρας φανεῖται νερτέρων ἐπίσκοπος §1.1737κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν §1.1738ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται §1.1739ἀρωγὸς, αὐτόριζος ὢν εὐεργέτης, §1.1740ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.
他曾将他从残酷的专制中领出,凭全能使其成为伟大的万民之王,当在巴珊和阿摩里人的土地周围,迎面袭击最优秀的万民之时,他击碎了盾牌,并将他们的军队奴役赐予了他;然而,他却踢开了这深重的恩惠,将他出卖给嗜杀的刽子手们杀害;他虽在后来才来,但依然适得其时;因为神托之人与律法在漫长岁月中流汗奋斗,也未能寻得终点,但对于基督而言,一日的阳光便已足够,去摧毁冥府的府邸,而在另一日,再次回到地上,缩短凡人的痛苦;因为为了这些凡人,他披上乞丐的衣袍进入冥府;必将从那里夺取许多战利品,携之显现为阴间死者的主宰,在杀死了守卫和门侧的卫兵之后,从那里出来,并被众人承认为救助者,那出自根源的恩人,也就是同胞子民因嫉妒而杀害的那位。
§1.1741Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες §1.1742κτηθέντες αὐτῷ τοὶ μὲν ἐν χωστοῖς τάφοις, §1.1743οἵδ’ ἔν τ᾿ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει §1.1744ψυχρὰν ἄησιν δίψιόν τε πῦρ Θεοῦ §1.1745μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις §1.1746οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι, §1.1747οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι, §1.1748τοὶ δ᾿ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει §1.1749πίπτοντες ἐμφανοῦσι πίστιν ἀσφαλῆ, §1.1750οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου, §1.1751οὓς ἐκτῖσαι δίκαιόν ἐστι τὴν δίκην.
而那些在天性上与他毫无血缘关系的人,被他收纳,有的在筑起的坟墓中,有的在山岭、洞穴与大地的深处,将忍耐承受冷冽的风和天主渴望的火,坚忍地等待,而不躺在温床之上,亦不身披奢华的衣袍,亦不在黄金满溢的府邸中安眠,另有一些人在短刀、大刀和长剑下倒地,显出坚定的信仰,绝非那出卖者和恩人杀害者们的信仰,让他们偿付惩罚是正当的。
§1.1752Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται, §1.1753ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ, §1.1754καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει, §1.1755σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων.
他复活后将轻易救助你,因你合宜地将他安放在新墓中,并且他会将你安置在福乐之土,伴随着号角的鸣响,显明你已从死者中复活。
§1.1756Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν §1.1757καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ, §1.1758θεὸν φανέντα, φθιτὸν ἀμείψαντα σε §1.1759πάχος βρότειον τ᾿ ἀποβαλόντα φθορᾶς, §1.1760ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.
因为你必须离开这杀戮的城市,去居住在柔和之人的土地上,福乐的人啊,随着他显现为天主,而你交换了必死的命运,脱去了朽坏的凡人肉体的重担,这是你作为必死者因欺骗而获得的。
§1.1761Τῶνδ’ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων, §1.1762Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς· §1.1763οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους §1.1764ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσὼν, §1.1765ὥστ᾿ ἐξ ἀβύσσου πόλλ’ ἀπαντλήσας σοφά.
从神托的言语中,我对这些一无所知,而是靠着靠在导师的胸膛上,才得以明白;蒙天主所爱之人将会如此,我伏在主宰的胸膛上时领悟了这一切,宛如从深渊中汲取了无尽的智慧。
§1.1766Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
从智者那里,应当学习智慧之事。
§1.1767Πέποιθας αὐτὸν δ’ αὖθις ἰδεῖν ἐν χθονί;
你深信能再次在地上看见他吗?
我深信;天主即将来临的光芒会显明这一点;我只需等待明天这一日。