Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1603-1.1687

玛利亚的离去与基督之死的意义及惩罚预言

第 21 段,共 32 段 · 希腊语

内容简介

玛利亚决定带领加利利的妇女们撤往那年轻孩子(若望)的家中,并向坟墓作最后的告别。与此同时,对话者宣示了基督之死的救赎意义,并预言了罗马军队对杀害基督的犹太人所施加的神圣惩罚。

§1.1603ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ §1.1604ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων §1.1605ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος, §1.1606ἐᾶτε τἀπιχώρι᾿ νεκρῷ μέλη, §1.1607λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε, §1.1608ἔπειτ’ Ἄνακτα ζῶντ᾿ ἀνευφημήσετε, §1.1609ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ’ ἐμοί.
我的信徒们啊,那如今已成尸躯—— 哀哉,被安置于墓穴中—— 的那位,曾将她们作为我的同伴,从那里引来的秘仪女信徒们啊,放下为死者而作的当地哀歌吧,如今用微弱的哀哭来颂扬他吧,随后你们将欢呼赞美那活着的主,因为这对我而言是最为确实的希望。
§1.1610χωρεῖτε χωρεῖτ’, οὐκέτ᾿ εἰμὶ προσβλέπειν §1.1611οἵα πρὸς αὐτοῦ καὶ τάφον καὶ τὸν λίθον.
走吧,走吧,我已无法再忍心看着他的坟墓与那块巨石。
§1.1612Εἴχωμεν οὖν, εἴκωμεν, ὦ φίλαι κόραι· §1.1613ἴτ᾿ ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει §1.1614εἰς δῶμ’, ἐν ᾧ θηλυγενὲς μένει γένος, §1.1615μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία, §1.1616μύστην ὅπου θίασον οἶμαι συντρέχειν· §1.1617κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον· §1.1618ἢ μᾶλλον ἀπίωμεν εἰς παιδὸς νέου, §1.1619ὅν μοι τέθεικεν υἱὸν γἱός μοι μόνος.
那么我们退去吧,退去吧,亲爱的姑娘们;去吧,去吧,让我们以静静的脚步走向那有女子们留守的房屋,尤其是马可的母亲马利亚所在之处,我想那秘仪的信徒一团正聚集于彼;我们将在那里等待甘美之光的历程;或者我们更该走向那个年轻的孩子,我唯一的儿子已将他立为我的儿子。
§1.1620Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις· §1.1621ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι, §1.1622ὥστ᾿ ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν, §1.1623πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν §1.1624τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας, §1.1625κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας, §1.1626ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ’ ἔθος.
是的,这确实是正当的,您说得一点没错;女主人啊,现在应当往那里去,以便我们能更靠近坟墓,观察一切,并且为了诫命的缘故,明日整天保持静默,等待黑暗,那第三日明亮的昏暗,以便你们悄悄前去履行惯例。
§1.1627Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου, §1.1628πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ.
那么我们走吧,走吧,离开坟墓吧,免得仇敌中有人路过将我们捉住。
§1.1629Δείξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον.
我将指出应当度过夜晚的地方。
§1.1630Ιδού σε, Τέκνον, καταλείπουσαι μόνον §1.1631ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους, §1.1632πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον, §1.1633δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου.
看啊,孩子,留你独自一人,我们走向女子之辈的居所,走向你将我托付的那个儿子的家,孩子,本该留在靠近你坟墓的山谷旁。
§1.1634Ὠ φίλτατ᾿ ἀνδρῶν, καὶ θανὼν ἐμοὶ δ’ ὅμως §1.1635τῶν φιλτάτων ἀεί γ’ ἀριθμήσῃ πολύ· §1.1636χαῖρ’· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι.
众人中最亲爱的人啊,纵然已死,对我而言你仍将永远被列在最亲爱的人之中;再见;现在我最后一次向你告别。
§1.1637Γένεθλον ἐσθλὸν, οὐκ ἐν αἰνιγμοῖς φράσω, §1.1638ἀνὴρ ὅδ’ ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος.
高贵的后裔啊,我将直言不讳:此人既是人,又是天主之子天主。
§1.1639Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις §1.1640Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι §1.1641σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν, §1.1642δι’ ἧς ὁ πότμος τοῦ γένους λυθήσεται.
因为显而易见,从他所行的事迹中我认他为天主;而关于他的死,我将其归于明智的护佑与审判,通过这审判,我们种族的劫数将被解除。
§1.1643Αὐτός θ’ ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους §1.1644συντρίβεται νῦν, θανατοῦται, κτείνεται· §1.1645κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος §1.1646ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ §1.1647ποινάς ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ, §1.1648παλαιφάτου γέροντος, ὃς βροτῶν γένος §1.1649ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο §1.1650ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου, §1.1651πόλει δὲ θήσει τῇ μακαριωτάτη.
而那贴地爬行的人类之敌,如今已被粉碎、处死、杀戮;因为诸天极具荣耀的耶稣君王将杀死他,并反过来毁灭他的族类,为他的弟兄们和始祖索取赔偿,那自古传颂的老者,因那斑斓之蛇的欺骗而被逐出乐园,在地上播撒了凡人种族的那位,并且他将把他们安置在极福之城。
§1.1652Καὶ ταῦθ’ ὁ τοῦδε πότμος ἐξεργάζεται, §1.1653καὶ τῶνδ’ ἕκητι καὶ βροτὸς πέφηνέ πως, §1.1654φρικτῶν θ’ ὅδ’ ἀνὴρ θαυμάτων ὦπτο πλέως §1.1655ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ’ οὐκ ἀγνοεῖς· §1.1656φανεὶς δ’ ἀνὴρ ἄριστος οἴχεται θανὼν, §1.1657αὖθις δ’ ἀναστὰς καὶ Θεὸς γνωσθήσεται.
而此人的命运成就了这些事,也正是为了这些,他才不知怎地也显现为凡人,且此人在世间显现出充满了令人敬畏的奇迹,对此你并非多有不知;他以最杰出的人之姿显现,如今因死而去,但再度复活后,他也将被承认为天主。
§1.1658Εἰ δ’ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε, §1.1659ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω, §1.1660σιγώμενον τε κῦδος εἶχεν ἐν πόλῳ.
但若他留在诸天之上,虽为善者却不为人知,仅在上方受天军赞颂,在天国保有着不声不张的荣耀。
§1.1661Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου· §1.1662τὸ πᾶν δ’ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία.
这些便是他降生与死亡的原因;我将向你吐露一切:那便是凡人的救赎。
§1.1663Τοιγὰρ τέθνηκεν, ὧν ἐχρῆν ἥκισθ’ ὕπο, §1.1664εἰς δεσμά τ᾿ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.
因此,他死于最不该下手的人手中,并遭受了束缚与嘲弄之语。
§1.1665Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος §1.1666εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ· §1.1667καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων, §1.1668ἃ δ᾿ αὐ παθεῖν δεῖ λαὸν, οὐ κρύψω κακά.
昔日蒙爱的子民,因嫉妒而狂怒,竟对恩人做出这等事来;尽管此人并非不情愿地承受了这些,但我不会隐瞒那子民反过来必须承受的灾祸。
§1.1669λίπῃ πόλισμα, βαρβάροις εἰκὼν, ἄκων, §1.1670δοῦλος, μέτοικος.
他们将离开城市,违心地向蛮族屈服,成为奴隶、寄居者。
Ἔστι γὰρ τὸ θέσφατον §1.1671εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν, §1.1672αίχμαῖς ἁλωτοὺς, πόλλ’ ἀνατλάντας κακά.
因为神谕规定,他们将被枪矛俘虏,忍受诸多痛苦,逃往蛮族的各处土地。
§1.1673Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ §1.1674λιπεῖν πόλιν τήνδ’, ἀνοσίου μιάσματος §1.1675δίκας τίνοντας τῷδ’, ὃν ἔκτειναν φθόνῳ, §1.1676καὶ μηκέτ’ ἰδεῖν πατρίδ’· οὐ γὰρ εὐσεβὲς §1.1677μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων.
因为神谕对所有杀手宣告,令其举族离开这城市,为他们因嫉妒而杀害的那位,偿付不圣洁之污秽的代价,且不再看见祖国;因为杀人者留守在被害者的墓旁,并非虔敬之事。
§1.1678Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν §1.1679δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες, §1.1680αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ, §1.1681πάντη διασπαρέντες, οὐ νόστον δ’ ἔτι §1.1682οἱ τάλανες σχήσουσιν οὐδ’ ἐπάνοδον, §1.1683ἀφ᾿ οὑ τάδ’ ἐκπέρσει γ’ ἀνηρίθμῳ στρατῷ §1.1684ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων.
那些不幸的人,被枪矛所虏,拖曳着奴役之轭,将流转于许多城市,正如天主的神谕所说,四散于各处,可怜的他们将再无归途,也无复兴,自奥索尼亚之龙亲率长枪、以无数大军将这些地方彻底摧毁之日起。
§1.1685Ταῦτ’ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη §1.1686εἰπών τις, ἐκ Θεοῦ δὲ, καθὼς ἄρ’ ὅδε §1.1687ὁ νῦν νέκυς εἴρηκε πάντ᾿ δυνάμει,
说出这些话的人并非诞生自凡人父亲,而是出于天主,正角此刻已成尸躯的那位曾以大能宣告了所有这些,

词汇与语法注释

  1. 1603ἐμὸς θίασος, ἃς ... μυστίδας ... ὁ νῦν νέκυς ... ἕλκει — 自 `ἐμὸς θίασος` 开始的句子结构。此处作为呼语使用的集合名词 `ἐμὸς θίασος`(我的信徒们)与关系代名词 `ἃς`(阴性复数宾格)根据语义一致而呼应。关系从句的主语是 `ὁ νῦν νέκυς`(如今已成尸躯者),动词是 `ἕλκει`,它以 `ἃς`(以及同位语 `συνεμπόρους` 和 `μυστίδας`)为宾语。
  2. 1610οὐκέτ᾿ εἰμὶ προσβλέπειν οἵα — `οἵα εἰμί` 加上不定式的句式,表示“处于能够……的状态”或“堪以……”。此处带有否定词 `οὐκέτι`,且阴性单数形式 `οἵα` 与主语(玛利亚)的性、数一致。
  3. 1647λάβῃ — 不定过去时虚拟语气 `λάβῃ` 的用法。接在前句的将来时动词(`κτανεῖ`, `κἀντιπορθήσει`)之后,单用虚拟语气来表示目的。这反映了后世(拜占庭时期)的语法特征,即单用虚拟语气来代替古典时期带 `ἵνα` 或 `ὡς` 的目的从句。
  4. 1658εἰ δ’ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε ... κῦδος εἶχεν — 针对过去事实的虚拟条件句。条件从句由 `εἰ` 结合直陈式未完成过去时(`ἦν`)构成,结论从句亦为直陈式未完成过去时(`ἐλάνθανε`, `εἶχεν`)。结论从句中省略助词 `ἄν` 是古典及后世希腊语中偶尔出现的一种现象,用以强调结果的确定性。
  5. 1669λίπῃ ... εἰκὼν — 不定过去时虚拟语气 `λίπῃ` 的用法。它被理解为实质上依赖于前文无人称动词 `δεῖ`(必须)的名词性虚拟语气,或是作为独立表示命令/当为的虚拟语气。此外,`βαρβάροις εἰκὼν` 应理解为现在分词 `εἴκων`(顺从、屈服)的拼写错误或异体字。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1603-1.1687. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1603-1.1687

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。