Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1519-1.1602

预言降入阴间与耶路撒冷的毁灭

第 20 段,共 32 段 · 希腊语

内容简介

玛利亚预言了基督降入阴间并战胜死亡的胜利,并预言犹太人因对其童贞诞生的亵渎和拒绝,将遭到罗马将领的惩罚并导致耶路撒冷毁灭。她哀叹主在历经异邦的光荣旅程后,最终却在希伯来人的土地上被杀并安葬的悲惨命运。

§1.1519ἥκοντ’ ἐς ἀΐδαο πανζόφου πύλας, §1.1520ᾄδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος· §1.1521καὶ γὰρ αὐτῷ τῷδε κατέρχῃ μόνος, §1.1522λήψῃ δὲ νεκροὺς, οὐ σὺ ληφθήσῃ νεκροῖς, §1.1523ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος·
来到了幽暗无光的阴间之门,为了将最犀利的毒刺扎入阴间;因为你确实独自降入这一途径,你将掳获死者,而不会被死者所掳获,并且你将救赎众人,因你是唯一的自由人。
§1.1524μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις, §1.1525μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν.
因为作为独一之人,你勇敢地面对这一切,唯有你超越了凡人的本性去承受苦难。
§1.1526Ἔσχον δ’ ἀγῶνες, οἵ σ’ ἔμιμνον, νῦν τέλος, §1.1527νίκην τε λοιπὸν κατ᾿ ἐναντίων ἔχεις, §1.1528ᾄδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων.
那等待着你的斗争,如今已达终点,此后你拥有了战胜仇敌的胜利,强有力地击退阴间、古蛇与死亡。
§1.1529Σοφὸς σοφὸς. σὺ, καὶ σοφῶς ἔτλης πότμον, §1.1530ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ, §1.1531κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος, §1.1532γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν, §1.1533εἰς συγγένειαν Πατρός ἀμείψας δέμας.
智者啊,至智的你,明智地忍受了你的命运,为了用你的死击碎那共同的劫数,你将在这地上奠定那支撑一切的荣耀,从地中复活并带来救赎,使你的身体变易为与父同体。
§1.1534Αὖθις γὰρ ἔλθῃς κλεινὸς, ἁρπάσας γένος, §1.1535ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων §1.1536μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν· §1.1537καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους, §1.1538σπεύδων φαειναί καὶ καταυγάσαι ζόφον.
因为你必将在荣耀中再度降临,夺回人类,君王啊,不朽的君王,你依然是天主,并让凡人的本性与你的形体结合;而如今你降入阴间的居所,急于照亮并驱散那幽暗。
§1.1539Εὖ δ’, εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα, §1.1540εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους, §1.1541ὀλωλότα πρόβατα ποιμᾶναι θέλων §1.1542καὶ συνθεσίας ἐκπερᾶναι πατράσι, §1.1543μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν.
善哉,你极好地离开了这仇敌之地,即你起初降临之处,以色列之家,意欲牧养那迷失的羊群,并实现与祖先们的盟约,将凡人的本性与天主的形体结合。
§1.1544Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί· §1.1545ἐγὼ δ’ ἔτικτον σ᾿ αὖθις ἁγνεύουσ᾿ §1.1546μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν.
因为父固然无流转地永远生你,而我亦在保持贞洁中再次生育了你,使你从天主领受了凡人的形躯。
§1.1547Ἀλλ’ ἐγγενεῖς σῆς μητρὸς, οὓς ἥκιστ᾿ ἐχρῆν, §1.1548θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον, §1.1549ἄρρητ’ ἀμυήτοισιν εἰδέναι βροτοῖς, §1.1550σωτῆρά σ’ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ, §1.1551ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς §1.1552τεκεῖν σ’ ἐλήρουν καὶ γάμους ψευσαμένην §1.1553λέχους ἁμάρτημ’ ἐς Θεὸν μ᾿ ἀναφέρειν· §1.1554καὶ νῦν κτανεῖν σ’ ἔσπευσαν ἀνόμως φθόνῳ
然而你母亲的同族,那些最不该如此行的人,尽管你为他们行了无数奇迹,那本是未受秘仪启迪的凡人无法知晓与言说的,他们却否认你是天主所生的救主,反而胡说我与某个凡人结合生下了你,并胡说我在婚姻上撒谎,将我床榻的罪过归咎于天主;如今他们因嫉妒而急于非法地杀害你,因着仇敌的诡计。
§1.1555ἐχθροῦ σοφίσμαθ’, ὧν νιν οὕνεκα κτανὼν §1.1556ἄλλων τε πάντων παγκάκων σοφισμάτων §1.1557παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι, §1.1558καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι §1.1559στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.
为了这些事你击杀了它,并终止了所有其他极恶的诡计,你必将阻止它用诡计扰乱世界,并将它束缚在铁网之中,使其无法再作恶,我的孩子。
§1.1560Σφᾶς δ’ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ’ ἐκβαλεῖς, §1.1561ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος, §1.1562ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις, §1.1563ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ §1.1564μυστήρι’, ἵν᾿ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς, §1.1565ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ’ ἄλλην χθόνα, §1.1566εὖ διαθεὶς τἀνθένδ’, ἀναστήσεις κράτος.
你必将再次把他们自己逐出这片土地,而将这城市与统治权赐予他人,正如你已经用比喻对你的朋友们所说的那样,在他们中间你将欢跃,并建立你的秘仪,使你显然成为凡人的天主,正如在天国对众人一样;而对于其他的土地,在妥善安置此处之后,你必将建立统治权。
§1.1567Δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει, §1.1568νῦν οὖσ’ ἀμαθὴς τῶν γε σῶν μυστηρίων, §1.1569ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν, §1.1570ἣ θεομαχεῖ τὰ κατὰ σὲ σπονδῶν τ’ ἄπο §1.1571ὠθεῖ σ’, ἐν εὐχαῖς δ’ οὐδαμοῦ μνείαν ἔχει· §1.1572οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον §1.1573ἥκοντα Πατρός ἐκ πόλου πρὸς γῆν κάτω.
因为这城市必须彻底明白,哪怕它不情愿,它如今对你的奥秘一无所知,以及地上所生的其他一切居所,它们在关于你的事上与神为敌,并从盟约中排斥你,在祈祷中也绝不提及你;因为这些可怜的人尚未认识那子,那从父的天国降临到地上的子。
§1.1574Ὧν οὕνεκ᾿ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεὸς· §1.1575δείξεις δὲ πάντως·
因这些缘故,向他们显明你是天主;而你必将显明。
ἢν δ’ Ἰουδαίων γένος §1.1576ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς §1.1577ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν, §1.1578οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ᾿ ἀφρόνως, §1.1579σὴν δεσποτείαν ὡς ἀπηγορευκότες, §1.1580ἄνακτα τὸν Καίσαρ’ ἀνηγορευκότες.
若你意欲将犹太民族带着愤怒与武器逐出这片土地乃至彻底扫除,你必将驱使奥索尼亚人的将领,那是他们愚蠢地选择来统治自己的,仿佛拒绝了你的主权,并宣布恺撒为他们的君王。
§1.1581Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου, §1.1582πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια §1.1583τεφρούμεν’ ἤδη, πυρὸς ἄσβεστον φλόγα, §1.1584ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ’ ὕβριν.
因为我看到了对你赐予生命的死所施加的惩罚,房屋近旁的烈火,以及居所的废墟已化为灰烬,那无法熄灭的炉火,针对这一对天主不朽之城的侮辱。
§1.1585Αἰνῶ κρίσιν, ἄβατον ἣ πέδον τόδε §1.1586τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον, §1.1587ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις §1.1588Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκα; §1.1589Βάκτρια τείχη τήν τε δύσχειμον χθόνα §1.1590Μήδων παρελθὼν Ἀρράβων τ᾿ εὐδαίμονα, §1.1591ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα, §1.1592πᾶσάν Ἀσίαν, ἣν παρ’ ἁλμυρὰν ἅλα §1.1593Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ’ ὁμοῦ, §1.1594πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις, §1.1595ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα, §1.1596ἥ σ’ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν.
我赞美那使这片土地成为禁地的审判,对所有杀害你的人而言,我的孩子,你曾离开了吕底亚人极具荣耀的城市,以及弗里吉亚人、波斯人那阳光普照的平原,绕过了巴克特里亚的城墙与严寒的土地,经过了米底亚人和富庶的阿拉伯人的土地,那些深陷在遥远黑暗中的民族,以及整个亚洲,人们说它在咸海之滨为希腊人与蛮族所共同居住,拥有充满美丽塔楼的城市,你首先来到了这希伯来人的土地,而它却因一场屠杀而将作为死者的你安放在坟墓中。
§1.1597Ἰὼ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα, §1.1598ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονὸς, §1.1599ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων, §1.1600θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς·
啊,天主的殿宇和亲爱的城市,大卫土地上拥有美丽塔楼的都市,古代先知的内殿,如今你竟成了弑神者的洞穴!
§1.1601Πῶς σε στενάξω;
我该如何为你哀叹?
πῶς σε θρηνήσω φόνου;
我该如何为你的谋杀哭泣?
§1.1602Ἀλλ’, ὦ λιποῦσαι Γαλιλαίας χωρίον,
但是,哦,离开了加利利地方的妇女们,

词汇与语法注释

  1. 1.1519ἥκοντ’ — 宾格单数阳性分词 ἥκοντα 的省音形。与前文 §1.1518 中的宾格代名词 σε(“大地……接纳你”)一致,作叙述性分词,描绘基督已到达阴间之门的状态。
  2. 1.1534ἔλθῃς — 虚拟语气第二人称单数。作为拜占庭希腊语的语法特征,在带有 γάρ 的独立小句中,虚拟语气用于表示确定的未来事件(基督的再临)。
  3. 1.1555νιν — 第三人称宾格代名词(此处指魔鬼)。在前置的关系代词复数属格 ὧν(“因着这些[诡计]”)之后,作为分词 κτανών(“击杀”)的直接宾语,构成了基督通过消灭魔鬼从而将世界从其欺骗中解救出来的句式结构。
  4. 1.1587ὃς — 主格单数阳性关系代词。这开启了一段长篇互文,模仿欧里庇得斯《巴克科斯的女信徒》开篇(第1-19行)狄奥尼索斯自东方而来的旅程,用以比拟基督的降诞与在世传道。该关系从句延续数行,最终收束于第1595行的主动词 ἦλθες(“你来到了”)。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1519-1.1602. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1519-1.1602

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。