Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1431-1.1518

犹大的下场与运送基督遗体入墓

第 19 段,共 32 段 · 希腊语

内容简介

在犹大惨死的结局被赞为神圣正义之后,玛利亚、约瑟与尼哥底母等人将耶稣的遗体自十字架放下并送往新墓。玛利亚痛悼爱子的死亡,同时歌咏他降入阴间以救赎亚当及众死者之奥秘,深切哀恸。

§1.1431πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι· §1.1432κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω.
他伴着无数的哀号跌落在大地上;因为那可怜的家伙身处祸患近旁却不自知。
§1.1433Εὖ γ’, εὖ κέκριται, καὶ κατώρθωται δίκη.
善哉,判定得极好,公义已然伸张。
§1.1434Ὠ Τέκνον, ὡς ἄρ’ ἔστι σὸς Πατὴρ μέγας, §1.1435ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
哦,孩子,你的父亲是多么伟大,他确实听允了我的祈祷。
§1.1436Επαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε, §1.1437ἄπιστον, ἄθεον, παράνομον, ἄδικον· §1.1438κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου §1.1439καὶ μὴ θέλοντ᾿ ἀπιστρέφειν πονηρίας §1.1440οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ.
击打之槌击碎了他,因他出卖了你,这个不信、无神、不法、不义之人;因他是个贼,又是谋害天主的策划者,且不愿从邪恶中回头,他理当落得如此死法。
§1.1441Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης, §1.1442κέρδος μέγιστον τῆς ἐπιστοφῆς φυγών.
愿这作恶之人理所当然地毁灭、毁灭,因他逃避了悔改这一最大的益处。
§1.1443Ἔστιν Θεὸς τις, ἔστιν ἄλκιμος, §1.1444ἔστιν δὲ καὶ πρόνοια καὶ κρίσις Θεοῦ.
确有一位天主存在,他大有力量,亦有天主的照管与审判。
§1.1445Ἀπέπιτυσ᾿ οὐδεὶς ἀσεβὴς Θεῷ φίλος.
我深恶痛绝:没有一个不敬虔之人能做天主之友。
§1.1446Λάζυσθ’ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον, §1.1447χωρεῖτε, θάπτετ’ Ὀλβίῳ τύμβῳ νεκρόν.
来吧,将他抬去,送往那座新墓,走吧,将死者安葬在幸福的坟墓里。
§1.1448Ἔχει γὰρ, οἷα δεῖ γε, νερτέρων πέπλα, §1.1449βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι.
因他已披上了合宜的死者之衣,这给死者带来微末的慰藉。
§1.1450Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχὺ, §1.1451εἰ πλουσίων τις τεύξεται κτερισμάτων· §1.1452κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε.
然而在我看来,对死者而言并无多大差别,是否能得到奢华的随葬之物;这些不过是生者的虚浮夸耀。
§1.1453κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις, §1.1454ψαύσατε χερσὶ, θάψετ᾿ τάχει νέκυν, §1.1455τὸν κατθανόντ᾿ Ἄνακτ᾿ Ἰουδαίων ὕπο· §1.1456αἴρειν φοράδην τὸν νεόδμητον χρεών.
总之,快用殓布将脸盖上,亲手抬起,速速安葬这具遗体,那在犹太人手下死去的君王;理当用担架将这新亡之人抬走。
§1.1457Ὠ Παῖ παναιτίου Θεοῦ, παντεργάτα, §1.1458τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν;
哦,万因之天主之子,万物的创造者,若没有你,凡人还有什么事能得以成就?
§1.1459τί δ’ οὐ θεόκραντόν γε τῶνδ’ ἔστιν,.
在这些事中,有什么不是天主所命定的?
Ἰώ·
呜呼!
§1.1460ἰὼ ἰώ·
呜呼,呜呼!
§1.1461Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω;
君王啊,君王啊,我该如何为你哀哭?
§1.1462Θεέ μου, Θεέ μου, πῶς σε καλέσσω;
我的天主,我的天主,我该如何呼唤你?
§1.1463φρενὸς ἐκ φιλίας τί ποτ’ ἄρ’ ᾄσω;
从我挚爱的心中,我究竟该歌唱些什么?
§1.1464κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ᾿ εἱλιγμένος, §1.1465ὁ σπαργάνοις πρὶν έντεταργανωμένος.
因为你如今被包裹在这些织物中躺卧,你这昔日曾被襁褓紧紧包裹的人。
§1.1466Φέρ’, ὦ γεραιὲ, κρᾶτα τοῦ τρισολβίου §1.1467ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν §1.1468σῶμ’ ἐξακριβώσωμεν, εἰς ὅσον πάρα.
来吧,老人家,让我们把这位至福之人的头颅安置妥当,并尽我们所能将他的整个躯体细细整理停当。
§1.1469Ω φίλτατον πρόσωπον, ὠ νέα γένυς, §1.1470ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν· §1.1471τὰ δ’ αἱμόφυρτα καὶ κατηλοκισμένα §1.1472μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω, §1.1473πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην.
哦,最亲爱的容颜,哦,年轻的下颌,瞧,我用这块面巾遮盖你的头颅;你那血肉模糊、伤痕累累的肢体与躯干,我用崭新的殓布遮盖,还有你那被刺穿、全然染血的肋旁。
§1.1474Ναὶ πρὸς Θεοῦ, συνέρξατ’· ἐν δέοντι γὰρ, §1.1475ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας.
因天主之名,请大家协力;因为时机紧迫,因夜色与黑暗已然临近。
§1.1476Ὀρθώσατ᾿ ἐκτείναντες ὀλβίαν δέρην· §1.1477μικρὸν τόδ’ οἰκούρημα φίλῳ Δεσπότῃ.
请将那幸福的颈项展平理直;这是为亲爱之主所作的微小守望。
§1.1478Κομίζετ᾿ ὡς ἰδοῦσ᾿ ἐν §1.1479ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ. §1.1480ἕως τρίτον τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι.
将他抬去,好让我看见在……中…… 我的孩子将躺卧何处,我便留在何处哀悼,直到第三个、第三个甘甜之日向我照耀。
§1.1481Ὠ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον· §1.1482κοινὸν τόδ᾿ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς, §1.1483κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει· §1.1484φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι· §1.1485Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος, §1.1486ὃ πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν §1.1487ἔσχον, τόδ’ εὑρὼν Κοιράνου δωρήματι, §1.1488γυμνὸν, τρισύλῳ κείμενον ξύλῳ λαβών.
哦,孩子,这是何等样、何等样的悲哀得以成就;我认为这是对所有凡人共同的悲痛,这共同的悲痛出乎意料地降临在所有人身上;但愿那普世的喜乐也同样临到我身;跟随我,让我们抬起这幸福的重担,在历经磨难后,我凭着无数的恳求终于作为统治者的恩赐而得着它,领受了他那赤裸躺卧在三遭劫掠的木架上的身体。
§1.1489Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε φωτὸς, ἀτρέμας §1.1490χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου §1.1491καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ᾿ αὖτε ξύντονα· §1.1492ἰδοὺ γὰρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος.
啊,啊,因着这光本身,请轻轻地用双手抚摸这位神人合一者的肌肤,妥当地抬起,用力将他移过去;因为瞧,看来坟墓就在近旁。
§1.1493Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα, §1.1494ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.
哀哉,女人们,加利利土地的女儿们,他已然被安放,正被巨石所遮盖。
§1.1495Δεῦτ᾿ κοῦραι, καὶ κατιδοῦσαι νέκυν §1.1496προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονὸς, §1.1497ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ·
来吧,少女们,看见了死者,向他致敬,送他离开大地,将他视作我们种族无与伦比的救主。
§1.1498ὄψεσθε, καὶ μὴ ταῦτ᾿ Ἰουδαίοις
呜呼!
§1.1499χωρεῖτε χωρεῖτ’· οὐκέτι βλέπειν φέρω §1.1500τάφῳ τεθέντα καὶ καλυφθέντ᾿ πέτρᾳ, §1.1501ὅς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι §1.1502καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος §1.1503νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει.
你们将会看见,切勿将这些事向犹太人…… 走吧,走吧;我已不忍再看他被安放在墓中,被岩石所遮盖,那曾为祖先们使岩石涌出甘泉的人,如今被悬挂着,使岩石崩裂,并凭其权能开启了死者的坟墓。
§1.1504Στῶμεν δὲ μικρὸν, ὡς προσείπω τὸν νέκυν.
让我们稍作停留,好让我向逝者道别。
§1.1505οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾄδου δόμους, §1.1506κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις, §1.1507ἥκων ἐς ἀΐδαο πανζόφου στέγην, §1.1508ᾄδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς· §1.1509οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας, §1.1510θέλων φαειναί καὶ καταυγάσαι γένος §1.1511Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν, §1.1512ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις, §1.1513ἥκεις τ᾿ ἐς ᾄδου τὸν βαθύγνοφον σκότον, §1.1514θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών· §1.1515ἡ δ’ εὐμένεια τοῦ Πατρός σ’ ἀποκτενεῖ, §1.1516ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία· §1.1517τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός §1.1518ὄδυρμα πικρὸν γῆ σε, Τέκνον. λαμβάνει,
你离去了,我亲爱的孩子,前往阴间的居所,你隐没在你想隐没的藏身处,来到了幽暗无光的阴间屋檐下,你必将最痛苦的毒刺扎入阴间;你前往死者的深渊与黑暗之门,意欲照亮并光照人类,使凡人之祖亚当复活,正因着他们,你才承受并披上了凡人的躯壳,并来到了深邃幽暗的阴间,在仇敌手中死去,留下了你这可怜的母亲;然而,正是父神的恩慈杀害了你,那本是给其他人带来救赎的恩慈;父神的善意如何竟成了你的劫数,大地啊,孩子,它带着悲切的哀悼将你接纳。

词汇与语法注释

  1. 1.1442τῆς ἐπιστοφῆς — 属格名词 τῆς ἐπιστοφῆς 被解释为解释 κέρδος 内容的同位语属格(“悔改/回头这一益处”)。
  2. 1.1450Δοκῶ — 第一人称现在时 Δοκῶ(“我认为”)作为主句主动词,带不定式 διαφέρειν,而与格 τοῖς θανοῦσι 则修饰 διαφέρειν(表示“对死者而言有差别”)。
  3. 1.1486 — 关系代词 ὃ 指代中性名词 ὄλβιον βάρος(第1485行),并作为动词 ἔσχον(第1487行,“我得着”)的直接宾语。分词 ἀνατλὰς 与关系从句中的第一人称主语一致。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1431-1.1518. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1431-1.1518

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。