Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1344-1.1430

玛利亚自叙童贞与对背叛者的谴责

第 18 段,共 32 段 · 希腊语

内容简介

玛利亚述说了自己奇妙的诞生和贞洁,解释了儿子的受难是神圣救赎计划的一部分,同时强烈谴责了犹大与彼拉多的背叛不义。

§1.1344τεκεῖν μ᾿ ἔθηκε παραδόξως σ’, ὦ Τέκνον, §1.1345εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι, §1.1346πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν,
我的孩子,你的生身父使我以奇妙的方式生育了你,在我和一切被造物诞生之前,正如你的生身父所意愿的那样,使你成为荣光之主。
§1.1347κἀπείσ᾿ ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει §1.1348τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν §1.1349μήτηρ τ’ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους, §1.1350ἔνθ’ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως §1.1351εἰς καιρὸν ἀνδρὶ σώφρον’ ἐκδέδωκε με §1.1352γερουσία ξύμπασα τηρεῖν ἐννόμως, §1.1353οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει, §1.1354ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω §1.1355καὶ παιδαγωγὸν Παιδὸς, οὗ γονῆς ξένος.
且在我诞生之后,我想是凭着你父亲的旨意,我的父母,为了养育我,并非把我有托于凡人的炉灶,而是将我交托在神圣的殿宇周围,在那里,我奇妙地由天使之手养育,全体长老会在合宜的时候将我交托给一位温良的丈夫,以使他依循律法守护我,这同样非无神意,而是凭着神圣的旨意,从而使我理所当然地在合宜之时提供明证,并让那在其诞生中并无亲缘的外人做孩子的养育者。
§1.1356Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε §1.1357αὐτή θ’ ἑαυτὴν οἶδ’, ὅπως ἁγνὴ μένω, §1.1358σύ τ’ αὐτὸς οἶδας, ὡς τὰ πάντ’ εἰδὼς σαφῶς.
因为我在生育你之后仍是处女,我自己也知道我如何保持着圣洁,而你自身也知道,因你清楚地知晓万事。
§1.1359Σοῦ δ’ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρός Θεοῦ, §1.1360οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους, §1.1361ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν.
当你自我和父神诞生之时,许多人对我议论纷纷,言辞难听,谣传我是与某个凡人通奸而虚假生育。
§1.1362κοὐκ ἤρκεσαν μοι ταῦθ’ ὑβρισθῆναι μόνον, §1.1363ἀλλ’ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν §1.1364ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις.
对我而言,仅仅遭受这些侮辱还不够,我还逃离并奔往埃及之地,忍受了诸多磨难,并因劳苦而憔悴。
§1.1365Αλλ᾿ εἰδον ἐξαίσια σοὶ πεπραγμένα, §1.1366καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη §1.1367οὐ θνητὸν ᾤμην σ’ οὐδ’ ἐδείμαινον θανεῖν· §1.1368ἀλλά σε πατρὸς Ἁβραὰμ συνθήματι §1.1369πρέσβευμά θ᾿ αἵ τε μυρίαι γερουσίαι §1.1370ὅρκος θ’, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν, §1.1371θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει.
然而,我看见了你所行的非凡神迹,虽将万事默存心中并深感惊异,我不认为你是凡人,亦不害怕你会死去;然而,因着与父阿布拉罕的盟约,以及使节,还有无数的长老会议,还有你此前为救赎而起过的誓言,说服了你去死,并去拯救我们这一种族。
§1.1372Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον· §1.1373κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων §1.1374ἐν ἀγκάλαις κρατοῦσα νεκρόν σ’, ὦ Τέκνον, §1.1375θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω, §1.1376θρηνῶ, σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.
由此,你既忍受了诞生,也忍受了死亡的宿命;而我,作为难以忍受的痛苦的回报,怀抱死去的你,我的孩子,痛切地哀哭、呻吟并流泪;我哀哭,并且不再招引其他的劝慰者。
§1.1377Πέπλοις δ’ Ἰωσήφ εὐπρεπῶς σ’ ἀμφιάσαι §1.1378ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον §1.1379καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδὴν, §1.1380ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων, §1.1381βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις· §1.1382τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;
约瑟已准备好用殓布体面地将你裹好,此外也准备好造一座坟墓,还要倾倒无数香油之奢华,这是尼哥底母慷慨带来的,是对死去友人们的一点微薄心意;因为香油对死者来说又有何益?
§1.1383Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν, §1.1384οὓς πάντας αὐτὸς ὡς σκυλεύματ’ ἐξάγοις §1.1385οὓς οὓς καθεῖρξεν, οὓς συνήρπασε §1.1386κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
至于在死者之中的事,你父亲会予以照料,他们全部都将被你亲自作为战利品领出来,即阴间所囚禁、所劫掠、并在幽暗之屋的锁链中绑缚的那些人。
§1.1387Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς §1.1388ἔδειξε πατὴρ παῖδ’ ἀποσφάξας μόνον, §1.1389ἔφη τε μύστης αὐτανέψιος σέθεν. §1.1390μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων, §1.1391ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ, §1.1392σεμνὸν πολίτην κἀπὶ πλείστων ἄνδρ’ ἕνα §1.1393φανέντα φοῖβον, γυμνὸν, ἄσιτον, μόνον, §1.1394τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος, §1.1395ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος, §1.1396μόνοις δ’ ἀποτρόπαιον, οἷς πέμφιξ χλιδὴ, §1.1397αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον, §1.1398ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία, §1.1399ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει,
至于这些不可言传之奥秘的启示,曾屠献独子的父亲已予以昭示,你的表兄、那位奥秘传播者也曾如此说过—— 正如你所言,他是所有神圣代言人中最伟大的一位,希伯来民众却将他送去屠宰,他作为一位庄严的公民,在众人中独一无二,显现为光芒四射的太阳,赤身、禁食、孤独,他靠着无可指责的食物度日,身披简陋的悔罪之衣,但对那些以虚浮奢华为荣的人而言,他只是个避之唯恐不及的人,蓬头垢面,泥泞不堪,拖着清苦的生活,在那丰饶的旷野与他为伴的地方,在那湍急的约旦河奔流的地方。
§1.1400ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας §1.1401τρισημερεύσας ἐν βυθῷ θεοπρόπος.
正如那位神示者昭示了你葬礼的祥兆,他曾在深渊中度过了三天。
§1.1402Καὶ ταῦτα μανθάνουσα τέρψιν ἐμφέρω, §1.1403καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος.
晓得这些事,我便感到宽慰,翘首以盼能亲见你安葬的终局。
§1.1404Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον, §1.1405κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι, §1.1406σπεύσαντι θανεῖν κάπικουρῆσαι βροτοῖς.
我的孩子,你如今就是这样忍受了死亡,而那些往事便是你如今受难的原因,因你急于去死并救助凡人。
§1.1407Ἀλλ᾿ οὐκ Ἰούδας οὐδ’ ὁ τάλας Πιλάτος §1.1408διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει §1.1409ἔκδικον ὄμμα Πατρός ἀμυντήριον §1.1410πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον.
但犹大和那可怜的彼拉多都休想逃脱双重的惩罚;相反,惩罚他们的将是父神那主持公道、施行报应的眼睛,连同整座城市以及那满手血腥的军队。
§1.1411Ἔδρας ἔδρασας, μὴ δόκει λεληθέναι, §1.1412Πόντιε, δίκης ὄμμα πανδερκέστατον, §1.1413κἂν χεῖρας ἀπένιζες ὡς ἔξω φόνου, §1.1414ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,
你干了这勾当,别以为能瞒天过海,邦提乌,休想瞒过正义那洞察一切的眼睛,即使你洗净双手,装作置身于杀戮之外,正如那叛徒也扔下了血腥的赏银。
§1.1415ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος, §1.1416δέον δὲ λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις §1.1417ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας §1.1418ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν·
对他而言,本应在颈项上架起利刃,本应将那悲惨的颈项套入绞索,或者在湛蓝的波涛中消灭其肉身,投向大海,作鱼群的食粮。
§1.1419εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας, τάλαν, §1.1420στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου,) §1.1421εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον, §1.1422νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν·
因为,如果你只是简单地卖掉了一个凡人,你这可怜的家伙,(因为我正把我的话锋对准你,)如果你只是把别的什么人送去宰杀,依公民之法,你本只需承受一般的祸罚。
§1.1423νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων §1.1424ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους, §1.1425πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ·
然而如今,对于那曾认为你配得诸多恩惠、且自父神而来、作全人类救主的人,你却出卖了,因着嫉恨将他送去宰杀。
§1.1426καὶ τίσιν οἵαν σ’ οὐχ ὑποστῆναι θέμις;
那么,你该承受怎样(可怕)的惩罚,难道不是理所当然的吗?
§1.1427Ἤδη κέκριται παντάδικος ἐνδίκως §1.1428μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·
他已被公正地判定为极不义之人,那个出卖了主的、最邪恶的门徒。
§1.1429ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος, §1.1430βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς
他被看见悬挂在垂吊的绞索上,但比那绞索更快地,他从高处跌落坠地。

词汇与语法注释

  1. 1.1344τεκεῖν μ᾿ ἔθηκε — 动词 ἔθηκε(τίθημι 的不定过去时)与不定式 τεκεῖν(生育)和宾格代词 με 连用,具有使役意义(“使我生育”)。未明示的主语是上帝,可由下一行的 σῷ Γεννήτορι(“你的生身父”)推导而来。
  2. 1.1354ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω — 接续词 ὡς 引导目的从句,此处伴随直陈式动词 φέρω(这在拜占庭时期较为常见)。紧接着的下一行(§1.1355)是该目的在逻辑上的延续,表明神圣的安排是为了将看顾者(约瑟)呈现为一个与孩子的诞生毫无亲缘关系的人。
  3. 1.1376σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι — 名词 σοφιστής 偏离了其古典时期的“智者、修辞家”之意,在此处指“安慰者、以言语劝慰他人之人”。与中动语态未来时 ἐπάξομαι(“招引、召来”)连用,表达了玛利亚独受哀伤、拒绝任何外在宽慰言辞的坚决意志。
  4. 1.1400ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας — 叙述从洗礼者约翰转向了基督死而复活的最大预表——先知约拿(在§1.1401中被称为 θεοπρόπος)。动词 ἔδειξε 的主语是下一行的 θεοπρόπος,分词 τρισημερεύσας 与之呼应。其意为:“正如那位神示者在深渊中度过了三天,昭示了你安葬的吉兆。”
  5. 1.1415δέον μὲν ... δέον δὲ — 无人称动词 δεῖ 的中性宾格分词 δέον 在此作为宾格绝对独立结构(accusative absolute)使用,表示过去应当履行的压力(“本应……”)。它指出了犹大本应如何对待自己的罪孽——用剑刎颈、悬梁自尽,或是投海自尽。
  6. 1.1419εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας — 这是一个与事实相反的虚拟条件句,由条件从句中的直陈式过去时(ἐπώλησας 以及 §1.1421 中的 ἐξέδωκας)和主句中的 ἄν 加上直陈式过去时(§1.1422 中的 ὑπέσχες ἄν)构成。由于犹大出卖的并非普通凡人,而是全人类的救主,该句型强调了他应受的惩罚远非世俗法律所能容纳,而是超自然的惩罚。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1344-1.1430. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1344-1.1430

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。