Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1007-1.1092

妇女的哀悼与基督肋旁被刺的奇迹

第 14 段,共 32 段 · 希腊语

内容简介

叙述者(圣母身旁的妇女)在哀悼自身凡人命运的同时,强调了圣母生育与悲痛的独特性,并进一步报告了罗马士兵刺穿基督肋旁、流出纯净血水的奇迹,以及该士兵当场悔改的场景。

§1.1007ἢ μὴ παρεξέλθοις. καὶ θανεῖν με συμφέρει.
或者请不要离去;对我来说,死去也是有益的。
§1.1008Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω §1.1009αὖθις φθορᾶς πάναγρον ἀνίσχειν δέμας· §1.1010νῦν δ’ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος §1.1011καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν.
我知道并听闻,在第三日那全然圣洁的身体将再次从毁灭中苏醒;但如今我看见这可憎之日、可憎之光,看着我自己,昔日幸福,如今却如此不幸。
§1.1012Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιὰν, §1.1013κοὐδ’ ἂν τρέσασ’ εἴποιμι τοὺς σοφοὺς βροτῶν §1.1014δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων, §1.1015τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
因此,我更将凡人的事务视为影子,我敢毫无畏惧地断言,凡人中那些自以为聪明、且作为言辞探求者的人,正蒙受着最大的惩罚。
§1.1016Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει, §1.1017ὄλβου δ’ ἐπιρρυέντος εὐκλεέστερος §1.1018ἄλλου γένοιτ’ ἄλλος, ὄλβιος δ’ ἂν οὔ.
因为凡人中没有一个人天生是幸福的;随着财富的涌入,一个人可能变得比另一个人更有荣耀,但幸福他是得不到的。
§1.1019Πάντων, ὅσ’ ἔστ’ καὶ γνώμην ἔχει, §1.1020γυναῖκες ἐσμὲν ἀθλιώτατον φυτὸν, §1.1021ὅσαι τεκοῦσαι καὶ θανόντ’ εἶδον τέκνα· §1.1022ὡς τρὶς θανεῖν θέλοιμ’ ἢ τεκεῖν ἅπαξ §1.1023καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου.
在所有存在并拥有理性的事物中,我们女人是最不幸 distress 的造物,尤其是那些生育过、又眼睁睁看着孩子死去的女人;因为我宁愿死三次,也不愿生育一次并看见我抚养的孩子的悲惨命运。
§1.1024Ἀλλ’ οὐ γὰρ αὐτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος, §1.1025ὠ παγκοίρανε πότνα, παρθέν’ ὀλβία.
但是,同样的道理并不适用于你和我之间,おお,万物的女王,尊贵的、幸福的处女啊。
§1.1026Ἠ πολλὰ παντὸς εἶ διάφορος γένους· §1.1027ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη §1.1028ἀνθ’ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω, §1.1029καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω· §1.1030κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον· §1.1031σὺ δ’ ἀνδρὸς οὐκ ἔγνωκας εὐνὴν, παρθένε, §1.1032Θεὸν τεκεῖν ἔκλυες ἀγγέλου, λέγεις· §1.1033καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις;
你确实与所有的种族大不相同;因为我接纳了男人的欢愉,以悲哀中的分娩之痛代替了欢愉,且因为我深知自己生下的是凡人,所以我忍受着;因为凡人应当轻视并承受灾难;但你,处女啊,未曾知晓男人的床榻,你听天使说你要诞下神,你也是这样说的;而如今,看着他成为一具尸体,你又如何能忍受呢?
§1.1034Ἐᾶτέ μ’· οὔτι φίλα μοι τὰ μὴ φίλα· §1.1035ἤγγειλεν, οἷ’ ἤγγειλεν· οὐ μομφὴν ἔχει §1.1036εὐάγγελος δόξης γε τῆς εὐαγγέλου· §1.1037ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας, §1.1038οὐκ οἶδ’, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας.
让我去吧;不讨人喜欢的事务对我而言并无益处;天使宣告了他所宣告的;这并没有什么可指责的,至少在关于那良善宣告的荣耀方面;但如果我在这个宣告中被欺骗了,我不知道,因为我拿出了可靠的保证。
§1.1039Θρηνεῖν δὲ δεῖ με’ δακρύων γὰρ ἄξια §1.1040πέπονθα πολλὰ καὶ στένω καὶ δακρύω, §1.1041ἔως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν.
但我必须哀悼;因为值得流泪的许多苦难我已经承受,我呻吟,我流泪,直到我看见如今已是尸体的他重新活过来。
§1.1042Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν.
女王般的乙女啊,你应当宽恕。
§1.1043εἴ τις ὑφ’ ἥβης σπλάγχνον εὔτονον φέρων §1.1044μάταια βάζει, μὴ δόκει τούτων κλύειν· §1.1045σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν.
如果有人因年轻而怀着强烈的激情说出虚妄的话,请不要理会这些话;因为我们深知你比凡人更为睿智。
§1.1046Αἲ αἴ·
哀哉,哀哉!
§1.1047Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ.
我承受了值得极大哀悼的痛苦。
§1.1048Ὠ πένθος οὐ μετρητὸν οὐδ’ οἷόν τ᾿ ἰδεῖν.
噢,无法估量、也无法直视的悲哀。
§1.1049Φόνον ταλαίναις χερσὶν ἐξειργασạένοι, §1.1050τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε §1.1051εἰς θρῆνον, εἰς δάκρυα· καγκαλὴς ἀγὼν §1.1052ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα.
用不幸的手完成了杀戮的人们啊,你们把那战无不胜、名声显赫的主逼入了哀悼与泪水之中;那是多么惨烈的斗争,竟然要呈上一只滴着鲜血的手。
§1.1053Φεῦ φεῦ·
悲夫,悲夫!
φρονήσαντες μὲν, οἷ’ ἔδράσατε, §1.1054ἀλγήσατ᾿ ἄλγος δεινόν· εἰ δ’ ἔως τέλους §1.1055ἐν τῷδ’ ἀεὶ μενεῖτ’, ἐν ᾧ καθέστατε, §1.1056οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν, §1.1057ἀλλ’ οὐκ, ἐγᾦμαι, ταῦτ’ ἀνατὶ παρίῃ.
觉悟到你们所作所为的人们啊,去承受那可怕的痛苦吧;但如果你们到最后依然一直留在你们现在所处的这种状态中,即使不幸福,你们也会显得并非不幸,但我认为,你们不可能不受惩罚地逃过这一切。
§1.1058Τί γὰρ καλόν;
因为有什么是高尚的?
τί δ’ ἀσεβῶς τῶνδ’ οὐκ ἔχει;
这些事情中哪一样没有不敬?
§1.1059Ὄλοισθ’ ὄλοισθε, στυγεροὶ μιαιφόνοι, §1.1060οἱ Δεσπότην κτανόντες οὐ φροντίζετε, §1.1061πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν, §1.1062ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι.
灭亡吧,灭亡吧,可恶的杀人犯们,你们杀害了主,却毫不关心,即使眼看着整个受造界都在颤抖,却仍在为杀戮的猎物而自鸣得意。
§1.1063κακῶς πέπρακται πανταχοῦ, τὶς ἀντερεῖ;
到处都办得很糟,谁能反驳?
§1.1064Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος· §1.1065στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι.
凡人的整个生活确实是痛苦的;他们虽然被灾难击败,却依然眷恋着生命。
§1.1066Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη, §1.1067κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης τέκνου.
但是,处女啊,你的痛苦与常人不同,即使你不是唯一一个与自己的孩子分离的人。
§1.1068Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ §1.1069ὅμως δὲ πάντα τλησικαρδίως φέρειν §1.1070τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι.
因为你的生育与常人并不同;然而,以坚忍的心承受一切,在如今是极为合宜的,并且要再次坚定地信赖。
§1.1071Αἲ αἰ·
哀哉,哀哉!
§1.1072Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι, §1.1073οἱ συνέτριψαν τῶν μιαιφόνων σκέλη, §1.1074κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
乙女们,我看见了一个复仇的神祇,他们折断了那些杀人犯的腿,并把长枪直直地对准了孩子的肝脏。
§1.1075Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσῃ νέον §1.1076καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν, §1.1077Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον.
我害怕他,唯恐他图谋什么新的恶事,再次给我带来第二重灾难,如果我看见我的孩子,而且是作为一具被侮辱的尸体。
§1.1078Ἰώ μοί μοι·
哀哉,痛哉!
§1.1079Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
我眼中看到了一个新的可怕景象。
§1.1080Κατίδετ᾿ ἴδεθ᾿ αἷμα νυγέντος νεκροῦ, §1.1081ὁρᾶθ᾿ ὁρᾶτε, πῶς διπλοῦς κρουνοὺς ῥέει· §1.1082πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν §1.1083ἔβλυσεν εὐθὺς, ὡς ἐνύγη τῷ ξίφει §1.1084ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων.
看啊,看那被刺穿的尸体的血,看啊,看啊,它是如何像双重的泉源般流淌;因为肋旁的血,而不是混合的饮料,立刻喷涌而出,当他被那来自敌对的奥索尼亚(罗马)的年轻人的剑刺穿时。
§1.1085Διπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν· §1.1086αὐτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγε πως, §1.1087ὡς ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε·
双重的泉源仍从那里喷涌而出;而那刺穿他的人自己也惊愕地喊道: “这具尸体确实是上帝之子!
§1.1088τρέχει δ’, ὁρᾶτε, καί γε προσπίτνει ξύλω, §1.1089πίπτει τ᾿ ἐπ᾿ οὐδας τῇ θέᾳ νικώμενος §1.1090στῆθός τε παίει καὶ περιπτύσσει πέδον, §1.1091ἔνθ’ ἰκρίον πέπηγεν ἐμπεφυρμένον §1.1092ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι,
” 看啊,他跑过去,扑倒在木架前,他被这景象所征服,倒在地上,捶打着胸膛,拥抱着地面,那里的木架正被肋旁流下的奔流不息的血水所浸染,

词汇与语法注释

  1. 1.1009ἀνίσχειν — 现在时不定词,在由 κλύω(1.1008)引导的带对格的不定式(A.C.I.)结构中作谓语,其逻辑主语为 δέμας(1.1009)。此处使用现在时具有戏剧性效果,将确信的未来事件(复活)视作正在发生的事实。
  2. 1.1013τοὺς σοφοὺς βροτῶν — 充当 ὀφλισκάνειν(1.1015)的逻辑主语,构成由 εἴποιμι(1.1013)引导的间接引语结构。βροτῶν 是部分属格。
  3. 1.1037ἢν ἐσφάλην ἐγὼ δὲ — 小词 δέ 的位置变则地放在了 ἐγώ 之后而非紧跟连词 ἢν,这是悲剧三音步诗律导致的倒装(hyperbaton)。条件句 ἢν...ἐσφάλην 使用直说过去时(无意志被动过去),表示“如果我确实被欺骗了”这一过去事实的假定。
  4. 1.1056οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν — 包含双重否定(οὐκ... οὐχί)的复杂句:即“不幸福的人(οὐκ εὐτυχοῦντες),将显得并非不幸(οὐχὶ δυστυχεῖν)”。这描绘了罪人表面上看起来未受惩罚(即不显得不幸)的虚假状态。
  5. 1.1082κοὐ πεφυρμένον ποτόν — 直译为“非混合的饮料”(如兑水的酒),此处是诗意表达,强调基督肋旁流出的水并不是混浊污秽的液体,而是奇迹般纯净的水源(ποτόν)。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1007-1.1092. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1007-1.1092

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。