Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.1-1.89

圣母玛利亚的哀叹与人类的堕落

第 2 段,共 32 段 · 希腊语

内容简介

戏剧主角圣母玛利亚哀叹自夏娃原罪开始的人类堕落及基督受难的必然性,表达了她因儿子遭受不公苦难而碎心裂胆的悲痛。

§1.1Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις, §1.2μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων §1.3ἀγκυλομήτης·
愿那蛇未曾在草地上爬行,愿那心怀诡计的龙未曾在其山谷中潜伏。
οὐ γὰρ ἂν πλευρᾶς φῦμα, §1.4μήτηρ γένους δύστηνος ἠπατημένη, §1.5τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,
因为若非如此,那出自肋骨的受造物、人类不幸且被欺骗的母亲,便不会敢于尝试那极度大胆的蛮行。
§1.6ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη, §1.7θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν, §1.8οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν §1.9τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι §1.10λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου, §1.11λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον, §1.12μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας §1.13μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη §1.14ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν §1.15σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης, §1.16ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις, §1.17διαδοχάς τε παραπέμπειν τῷ βίῳ §1.18διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους, §1.19οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν, §1.20καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως §1.21ἀγαθότητι δαπέδῳ κατιέναι §1.22καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος, §1.23οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος §1.24καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει, §1.25οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς, §1.26ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον, §1.27ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα, §1.28ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ §1.29καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα, §1.30ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων, §1.31τηλεσκόποις ὄμμασι πάντως προβλέπων.
她因对那树木的切望而心魂夺尽,被说服可在当下即获得神化;亦不会在说服其丈夫吃下果实后,因这立即给他们带来不利的事,从那至福的草地上被驱逐出去,她既被判处毁灭与悲惨的死亡,便不会因那不幸的同床,而在艰难分娩并被产痛压垮中,被称为子女之母,伴随着阵痛与折磨,亦不会与丈夫和孩子们一起,在终极诅咒的汗水里,居住在这毁灭的土地上,她注定要在痛苦和叹息中生育他们,向生命输送世代的传承,并从此寻得杰出的和解;整个人类亦不会灭绝,并在某种程度上说服了那全能者,使其因着仁慈,降临到这片土地上以行医治,以全新的方式成为凡人并忍受受难,我亦不会成为童贞之母,如今听到我的儿子被拉去审判,那天上的、地上的、在出身中纯洁无瑕的儿子,亦不会因看到他遭受彻底的侮辱而战栗,怀着,啊,那无需火炬的、可怕的火焰,它在我体内剧烈肆虐,震颤着我的心,像巨大的木槌一样穿透我的心,正如那老人西面确实大声呼喊的那样,借着他那洞察未来的眼睛预见了一切。
§1.32Ἠ που μεγέστη γίνεται σωτηρία, §1.33ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ, §1.34τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις, §1.35μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ, §1.36ἀλλ’ ἐστι συμφρονοῦσα γνησίῳ πόσει.
的确,这成了最大的救赎,当妻子不与丈夫心生嫌隙,凡事顺从他,一如公理,亦不听从他人的任何诱惑,而是与她真正的配偶同心同德。
§1.37Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια, §1.38αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.
但如今,一切皆成敌对,要害之处也已病入膏肓,因为她自己背叛了丈夫和统治的荣耀。
§1.39Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν· §1.40ἐκ δακρύων δάκρυα καταλείβεται, §1.41ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις· §1.42κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
盖因陈旧的骄慢总易生出新的骄慢;泪水顺着泪水流淌,它们既无尺度,也无数目;因为恶与恶总是竞相涌现。
§1.43Ὅθεν πότνια φύσις ἠτιμωμένη §1.44στένει κλάουσα συμφορὰς πεφυρμένας §1.45διαδοχάς τε τῶν ἀφερτάτων πόνων, §1.46τὸν πάντα συντήκουσα δακρύοις χρόνον, §1.47ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη §1.48καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ §1.49πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,
因此,被侮辱的尊贵自然哭泣着,为错综复杂的灾祸而哀叹,并为那无法忍受的劳苦之延续而叹息,用泪水消磨了她所有的时光,因为她感到自己被仇敌所害,且因她那最初受苦之母的伤害,以及向母亲侧耳听从的父亲的过错。
§1.50ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.
我们都是这大地上他们的子孙。
§1.51βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς, §1.52πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται· §1.53ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, §1.54οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα· §1.55στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
她呼喊着誓言,呼唤着右手,那极大的誓约,并请神作证;因为那可怜的人在灾祸中懂得了,绝不该离开她那美好的祖辈土地;她憎恨这世界,眼见它亦不感到欢喜。
§1.56Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος, §1.57ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ §1.58λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.
盖因她如今已陷入这般痛苦,以至于我也升起一种渴望,要来到这里,向大地与天空诉说自然所受的伤害。
§1.59Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων, §1.60τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.
因为那可怜的人仍未停止哀哭,既生育又未生育,转而又逃避生育。
§1.61Δύστην’·
可怜的人啊!
ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ, §1.62τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.
因为我在说你时也是在说我自己,那既生育又未生育的,这实属超乎常理。
§1.63τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;
因为我经历了一场无生的生育——我该如何表达?
§1.64πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.
无论如今还是往昔,我都避开了产痛与败坏。
§1.65Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν §1.66τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς· §1.67οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.
我既不知任何男人的欢娱,亦不知其招致非议的传言,犹如不知如何给铜染色一般;因为无人曾破除我童贞的结。
§1.68Καὶ παῖδα πῶς ἔτικτον;
那么,我又是如何生下孩子的呢?
ὦ θάμβος μέγα·
啊,伟大的奇迹!
§1.69ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;
但如今,我该如何忍受看着他遭受侮辱?
§1.70πόνους φυγοῦσα πῶς ὀδυνῶμαι κέαρ;
既然避开了产痛,我的心又为何如此痛苦?
§1.71Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο, §1.72ὅτ’ ἦλθεν εὐάγγελος ἀγγέλων τόκον, §1.73φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει §1.74καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;
往昔,在极大的喜悦中,我是如何欢呼的,当那使者的使者带来关于生育的佳音,宣告人类将从仇敌手中逃脱,并给我带来极大的欢欣快乐?
§1.75λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην §1.76πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν §1.77οὐχὶ σφάγιον μηνύουσαν μ’ ἐκτεκεῖν, §1.78ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.
但在他的话语面前,我并未显得易受迷惑,因我信了那带来神圣宣告的人,那宣告并非预示着我将生下一件牺牲,而是要作为大地和整个天空的统治者。
§1.79Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ §1.80ψυχῆς ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης, §1.81λάσκουσ’, ἀνευφημοῦσα τὴν ἀγγελίαν, §1.82θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα, §1.83οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι, §1.84ζῆλον ζάπυρον, πνεῦμα συντετριμμένον, §1.85ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν, §1.86ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.
然而我还是献了祭,且按照女子的习俗,从我灵魂深处发出欢呼,大声呼喊,赞美着那佳音,怀着那消耗祭品的芬芳火焰,如同先知们吩咐要献祭的那样,那炽热的赤诚,那痛悔的灵,以及那无法遏制、极度温热的爱,这些都是我们所深知的蒙赞美的祭物。
§1.87Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος;
可是如今,锐利的箭矢又如何搅动着我的内脏?
§1.88κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν §1.89ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι,
况且,我曾渴望在夜间奔跑,去看我的孩子会遭受何等的苦难。

词汇与语法注释

  1. §1.1Εἴθ᾿ ὤφελ’ — εἴθε 与 ὤφελον(ὀφείλω 的不定过去时)连用,后接不定式,表示对过去无法实现的愿望(“要是……就好了”)。本句是对欧里庇得斯《美狄亚》第一行的著名模仿。
  2. §1.12ἤκουσεν — 动词 ἀκούω 在此与主格补语(此处为 μήτηρ)连用,表示“被称为”或“具有……的名声”。
  3. §1.66χαλκοῦ βαφάς — 字面意思是“铜的染色(或淬火)”。这是一个指代不可能或完全未知之事的惯用语,源自埃斯库罗斯《阿伽门农》第612行,在此用于强调玛利亚完全不晓男女之事(即其童贞)。
  4. §1.84πνεῦμα συντετριμμένον — 意为“忧伤的灵”,这是明显的基督教/圣经表达(具体见七十士译本《诗篇》50:19 / 51:17)。基督教关于属灵祭物的概念在此被天衣无缝地融入了古典悲剧的格律与词汇之中。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.1-1.89. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1-1.89

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。