§8.2#2καὶ πεποιήσθω, ὡς ἡ ΥΣ πρὸς τὴν ΣΤ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΗ, πεποιήσθω δὲ καί, ὡς ἡ ΡΤ πρὸς τὴν ΤΣ, οὕτως ἡ ΑΘ πρὸς τὴν ΘΒ, καὶ γεγράφθω περὶ ἄξονα τον ΘΗ ἐπὶ μὲν τῆς πρώτης πτώσεως ἔλλειψις, ἐπὶ δὲ τῆς δευτέρας ὑπερβολή, ὥστε, οἷον ἐὰν ἐπ᾿ αὐτῆς ληφθῇ σημεῖον ὡς τὸ Γ, καὶ κάθετος ἀχθῇ ἡ Γ∠, λόγον εἶναι τοῦ ὑπὸ τῶν Θ∠Η πρὸς τὸ ἀπὸ ∠Γ τὸν συνημμένον ἔκ τε τοῦ, ὄν ἔχει ἡ ΤΣ πρὸς ΣΥ, καὶ ἐξ οὗ ὅν ἔχει ἡ ΤΣ πρὸς ΣΡ καὶ ἐξ οὗ ὄν ἔχει ὁ δοθεὶς λόγος, ὅς ἐστιν ὁ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, καὶ ἤχθω ὀρθὴ ἡ ΒΚ. λέγω, ὅτι ἡ Θ Κ ποιεῖ τὸ ἐπίταγμα.
并且使ΥΣ对ΣΤ之比,如ΑΒ对ΒΗ之比,并使ΡΤ对ΤΣ之比,如ΑΘ对ΘΒ之比,且以轴ΘΗ作图,在第一种情况下为椭圆,在第二种情况下为双曲线,使得,比如若在其上取任意点如Γ,并引垂线Γ∠,则以Θ、∠、Η为边的矩形对∠Γ上的正方形之比,是由ΤΣ对ΣΥ之比、ΤΣ对ΣΡ之比、以及给定的比(即ΡΤ上的正方形对ΤΣ上的正方形之比)所合成的。 并引垂线ΒΚ。 我说,曲线ΘΚ满足所求。
ἤχθω γὰρ κάθετος ἡ Γ∠, καὶ πεποιήσθω, ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΖΒ πρὸς τὴν Β∠, ὡς δὲ ἡ ΑΘ πρὸς τὴν ΘΒ, οὕτως ἡ Ε∠ πρὸς τὴν ∠Β ὥστε ἔσται ὁ μὲν τῆς ∠Η πρὸς τὴν ΑΖ λόγος ὁ αὐτὸς τῷ τῆς ΗΒ πρὸς τὴν ΒΑ, τουτέστιν τῷ τῆς ΤΣ πρὸς ΣΥ ὁ δὲ τῆς Θ∠ πρὸς ΑΕ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΤΣ πρὸς ΣΡ τὸ αὐτὸ γὰρ ἐν τῇ ἀναλύσει ἀπεδείχθη·
因为引垂线Γ∠,并使ΑΒ对ΒΗ之比,如ΖΒ对Β∠之比,并使ΑΘ对ΘΒ之比,如Ε∠对∠Β之比,从而 ∠Η对ΑΖ之比将与ΗΒ对ΒΑ之比相同,即与ΤΣ对ΣΥ之比相同;而Θ∠对ΑΕ之比与ΤΣ对ΣΡ之比相同,因为这在分析中已被证明;因此以Θ、∠、Η为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,是由 ΤΣ对ΣΥ之比与ΤΣ对ΣΡ之比所合成的。
ὥστε τοῦ ὑπὸ Θ∠Η πρὸς τὸ ὑπὸ ΖΑΕ λόγος συνῆπται ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ καὶ ἡ ΤΣ πρὸς ΣΡ. ἀλλʼ ἐπεὶ τὸ ὑπὸ Θ∠Η πρὸς τὸ ἀπὸ ∠Γ τὸν συνημμένον ἔχει λόγον ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς Σ καὶ ἡ ΤΣ πρὸς ΣΡ καὶ ἔτι ὁ δοθεὶς λόγος ὁ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ. καὶ τὸ ὑπὸ Θ∠Η πρὸς τὸ ἀπὸ ∠Γ συνῆπται ἐξ οὗ ὃν ἔχει τὸ ὑπὸ Θ∠ πρὸς τὸ ὑπὸ ΖΑΕ καὶ τὸ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ΔΓ, καί ἐστιν ὁ τοῦ ὑπὸ τῶν Θ∠Η πρὸς τὸ ὑπὸ ΖΑΕ λόγος ὁ αὐτὸς τῷ συνημμένῳ ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ καὶ ἡ ΤΣ πρὸς ΣΡ λοιπὸς ἄρα τοῦ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ∠Γ λόγος ὁ αὐτός ἐστιν τῷ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, τουτέστι τῷ τοῦ ἀπὸ Ε∠ πρὸς τὸ ἀπὸ ∠Β. καὶ πάντα πρὸς πάντα·
但是,由于以Θ、∠、Η为边的矩形对∠Γ上的正方形之比,是由ΤΣ对Σ[Υ]之比与ΤΣ对ΣΡ之比,以及给定的比(即ΡΤ上的正方形对ΤΣ上的正方形之比)所合成的。 且以Θ、∠、Η为边的矩形对∠Γ上的正方形之比,是由以Θ、∠[、Η]为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,与以Ζ、Α、Ε为边的矩形对ΔΓ上的正方形之比所合成的,且以Θ、∠、Η为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,与由ΤΣ对ΣΥ之比与ΤΣ对ΣΡ之比所合成之比相同;因此,剩余的以Ζ、Α、Ε为边的矩形对∠Γ上的正方形之比,与ΡΤ上的正方形对ΤΣ上的正方形之比相同,即与Ε∠上的正方形对∠Β上的正方形之比相同。
ὡς ἄρα τὸ ἀπὸ Α∠ πρὸς τὰ ἀπὸ Γ∠, ∠Β, οὕτως ἐστὶν τὸ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, τουτέστιν ὁ δοθεὶς λόγος· ὥστε τὸ ΘΚ μέρος τῆς τομῆς ποιεῖ τὸν τόπον.
并且全体对全体;因此,Α∠上的正方形对Γ∠、∠Β上的正方形[之和]之比,如ΡΤ上的正方形对ΤΣ上的正方形之比,即给定的比;因此,作为该截线一部分的ΘΚ构成了该轨迹。
Τούτων οὕτως ἐχόντων ἐλευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς.
既然这些情况如此,我们将进行到最初的问题。
ἔστω θέσει εὐθεῖα ἡ ΑΒ καὶ δοθὲν τὸ Γ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, καὶ διήχθω ἡ ∠Γ καὶ κάθετος ἡ ∠Ε, λόγος δὲ ἔστω τῆς Γ∠ πρὸς ∠Ε. λέγω, ὅτι τὸ ∠ ἅπτεται κώνου τομῆς, καὶ ἐὰν μὲν ὁ λόγος ᾖ ἴσος πρὸς ἴσον, παραβολῆς, ἐὰν δὲ ἐλάσσων πρὸς μείζονα, ἐλλείψεως,\ ἐὰν δὲ μείζων πρὸς ἐλάσσονα, ὑπερβολῆς.
设AB为位置给定的直线,且Γ为同一平面内的给定点,并引出∠Γ,并引垂线∠Ε,设比为 Γ∠对∠Ε之比。 我说,∠落在圆锥曲线截线上,且如果该比是等量对等量,则落在抛物线上,如果较小量对较大量,则落在椭圆上,如果较大量对较小量,则落在双曲线上。
ἔστω πρότερον ὁ λόγος ἴσος πρὸς ἴσον, τουτέστιν ἔστω πρότερον ἴση ἡ Γ∠ τῇ ∠Ε. δεῖξαι, ὅτι τὸ ∠ ἅπτεται παραβολῆς.
首先,设该比为等量对等量,即首先设Γ∠等于∠Ε。 需要证明∠落在抛物线上。
ἤχθω κάθετος ἡ ΓΖ θέσει ἄρα ἐστί· τῇ δὲ ΑΒ παράλληλος ἡ ∠Η. καὶ ἐπεὶ τὸ ἀπὸ Ε∠ ἴσον τῷ ἀπὸ ΔΓ. ἴση δὲ ἡ μὲν Ε∠ τῇ ΖΗ, το δὲ ἀπὸ ∠Γ ἴσον τοῖς ἀπὸ ∠Η, ΗΓ, τὸ ἄρα ἀπὸ ΖΗ ἴσον ἐστὶ τοῖς ἀπὸ ∠Η, ΗΓ. καὶ ἔστιν θέσει ἡ ΖΓ, καὶ δύο δοθέντα τὰ Ζ, Γ· τὸ ∠ ἄρα ἅπτεται παραβολῆς· τοῦτο γὰρ προδέδεικται.
引垂线ΓΖ;因此它在位置上是给定的;并引∠Η平行于ΑΒ。 且由于Ε∠上的正方形等于 ΔΓ上的正方形。 且Ε∠等于ΖΗ,而∠Γ上的正方形等于∠Η、ΗΓ上的正方形[之和],因此ΖΗ上的正方形等于∠Η、ΗΓ上的正方形[之和]。 且ΖΓ在位置上是给定的,Ζ、Γ为两个给定点;因此∠落在抛物线上;因为这已经预先证明。
συντεθήσεται δὴ οὕτως· ἔστω ἡ τῇ θέσει ἡ ΑΒ, τὸ δὲ δοθὲν τὸ Γ, καὶ ἤχθω κάθετος ἡ ΓΖ, καὶ θέσει οὔσης τῆς ΓΖ καὶ δύο δοθέντων των τῶν Ζ, Γ εὑρήσθω παραβολὴ ἡ ΔΘ, ὥστε, οἷον ἐὰν ληφθῇ σημεῖον ὡς τὸ ∠, ἀχθῇ δὲ κάθετος ἡ ∠Η, ἴσον ἐστὶν τὸ ἀπὸ ΖΗ τοῖς ἀπὸ ∠Η, ΗΓ. λέγω, ὅτι ἡ ∠Θ γραμμὴ τὸν τόπον ποιεῖ, τουτέστιν ὅτι, οἵα τις ἐὰν διαχθῇ ὡς ἡ Γ∠ καὶ κάθετος ἡ ∠Ε, ἴση ἐστὶν ἡ Γ∠ τῇ ∠Ε.
ἤχθω κάθετος ἡ ∠Η·
该轨迹将如下予以作图(合成):设AB在位置上是给定的,Γ为给定点,并引垂线ΓΖ,且由于ΓΖ在位置上是给定的,Ζ、Γ为两个给定点,设求得抛物线ΔΘ,使得,比如若取任意点如∠,并引垂线∠Η,则 ΖΗ上的正方形等于∠Η、ΗΓ上的正方形[之和]。 我说,曲线∠Θ构成了该轨迹,即,无论引出怎样的Γ∠和垂线∠Ε,Γ∠都等于∠Ε。
διὰ ἄρα τῆς παραβολῆς ἴσον ἐστὶν τὸ ἀπὸ ΖΗ τοῖς ἀπὸ ∠Η, ΗΓ. καί ἐστιν τῇ μὲν ΖΗ ἴση ἡ Ε∠, τοῖς δὲ ἀπὸ ∠Η, ΗΓ ἴσον τὸ ἀπὸ ∠Γ· τὸ ἄρα ἀπὸ ∠Γ ἴσον ἐστὶν τῷ ἀπὸ ∠Ε. ἴση ἄρα ἐστὶν ἡ Γ∠ τῇ ∠Ε· ἡ ἄρα ∠Θ γραμμὴ ποιεῖ τὸν τόπον.
因为,引垂线∠Η;因此根据抛物线, ΖΗ上的正方形等于∠Η、ΗΓ上的正方形[之和]。 且Ε∠等于ΖΗ,而∠Γ上的正方形等于∠Η、ΗΓ上的正方形[之和];因此∠Γ上的正方形等于∠Ε上的正方形。 因此Γ∠等于∠Ε;所以曲线∠Θ构成了该轨迹。