§9.prop.8ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὁ μὲν τρίτος ἀπὸ τῆς μονάδος τετράγωνος ἔσται καὶ οἱ ἕνα διαλείποντες, ὁ δὲ τέταρτος κύβος καὶ οἱ δύο διαλείποντες πάντες, ὁ δὲ ἕβδομος κύβος ἅμα καὶ τετράγωνος καὶ οἱ πέντε διαλείποντες.
如果从单位开始任意多个数连续成比例,那么从单位起第三个数将是平方数,且每隔一个的数也是;第四个数将是立方数,且所有每隔两个的数也是;第七个数将同时是立方数和平方数,且所有每隔五个的数也是。
ἔστωσαν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, Δ, Ε, Ζ· λέγω, ὅτι ὁ μὲν τρίτος ἀπὸ τῆς μονάδος ὁ Β τετράγωνός ἐστι καὶ οἱ ἕνα διαλείποντες πάντες, ὁ δὲ τέταρτος ὁ Γ κύβος καὶ οἱ δύο διαλείποντες πάντες, ὁ δὲ ἕβδομος ὁ Ζ κύβος ἅμα καὶ τετράγωνος καὶ οἱ πέντε διαλείποντες πάντες.
设从单位开始连续成比例的任意多个数为 Α、Β、Γ、Δ、Ε、Ζ;我声称,从单位起第三个数 Β 是平方数,且所有每隔一个的数也是,第四个数 Γ 是立方数,且所有每隔两个的数也是,第七个数 Ζ 将同时是立方数和平方数,且所有每隔五个的数也是。
ἐπεὶ γάρ ἐστιν ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Α πρὸς τὸν Β, ἰσάκις ἄρα ἡ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ ὁ Α τὸν Β. ἡ δὲ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας·
因为由于单位对 Α 就像 Α 对 Β,因此单位度量数 Α 的次数与 Α 度量 Β 的次数相同。
καὶ ὁ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας.
但是,单位按照 Α 中的单位数度量数 Α;因此 Α 也按照 Α 中的单位数度量 Β。
ὁ Α ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν· τετράγωνος ἄρα ἐστὶν ὁ Β. καὶ ἐπεὶ οἱ Β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, ὁ δὲ Β τετράγωνός ἐστιν, καὶ ὁ Δ ἄρα τετράγωνός ἐστιν.
因此 Α 乘以自身得到了 Β;所以 Β 是平方数。 又由于 Β、Γ、Δ 连续成比例,且 Β 是平方数,所以 Δ 也是平方数。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Ζ τετράγωνός ἐστιν.
因为同样的原因,Ζ 也是平方数。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ ἕνα διαλείποντες πάντες τετράγωνοί εἰσιν.
同样地,我们将证明,所有每隔一个的数也都是平方数。
λέγω δή, ὅτι καὶ ὁ τέταρτος ἀπὸ τῆς μονάδος ὁ Γ κύβος ἐστὶ καὶ οἱ δύο διαλείποντες πάντες.
因此我声称,从单位起第四个数 Γ 也是立方数,且所有每隔两个的数也是。
ἐπεὶ γάρ ἐστιν ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Β πρὸς τὸν Γ, ἰσάκις ἄρα ἡ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ καὶ ὁ Β τὸν Γ. ἡ δὲ μονὰς τὸν Α ἀριθμὸν μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας·
因为由于单位对 Α 就像 Β 对 Γ,因此单位度量数 Α 的次数与 Β 度量 Γ 的次数相同。
καὶ ὁ Β ἄρα τὸν Γ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας·
但是,单位按照 Α 中的单位数度量数 Α;因此 Β 也按照 Α 中的单位数度量 Γ。
ὁ Α ἄρα τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν.
因此 Α 乘以 Β 得到了 Γ。
ἐπεὶ οὖν ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Β πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, κύβος ἄρα ἐστὶν ὁ Γ. καὶ ἐπεὶ οἱ Γ, Δ, Ε, Ζ ἑξῆς ἀνάλογόν εἰσιν, ὁ δὲ Γ κύβος ἐστίν, καὶ ὁ Ζ ἄρα κύβος ἐστίν.
因此,由于 Α 乘以自身得到了 Β,而乘以 Β 得到了 Γ,所以 Γ 是立方数。 又由于 Γ、Δ、Ε、Ζ 连续成比例,且 Γ 是立方数,所以 Ζ 也是立方数。
ἐδείχθη δὲ καὶ τετράγωνος· ὁ ἄρα ἕβδομος ἀπὸ τῆς μονάδος κύβος τέ ἐστι καὶ τετράγωνος.
而它也被证明是平方数;因此从单位起第七个数既是立方数又是平方数。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ πέντε διαλείποντες πάντες κύβοι τέ εἰσι καὶ τετράγωνοι· ὅπερ ἔδει δεῖξαι.
同样地,我们将证明,所有每隔五个的数也都是立方数和平方数;这即是所要求证的。
§9.prop.9ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἑξῆς κατὰ τὸ συνεχὲς ἀριθμοὶ ἀνάλογον ὦσιν, ὁ δὲ μετὰ τὴν μονάδα τετράγωνος ᾖ, καὶ οἱ λοιποὶ πάντες τετράγωνοι ἔσονται.
如果从单位开始任意多个数连续成比例,且单位后面的数是平方数,那么其余所有的数也将是平方数。
καὶ ἐὰν ὁ μετὰ τὴν μονάδα κύβος ᾖ, καὶ οἱ λοιποὶ πάντες κύβοι ἔσονται.
如果单位后面的数是立方数,那么其余所有的数也将是立方数。
ἔστωσαν ἀπὸ μονάδος ἑξῆς ἀνάλογον ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Α, Β, Γ, Δ, Ε, Ζ, ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α τετράγωνος ἔστω· λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοι ἔσονται.
设从单位开始连续成比例的任意多个数为 Α、Β、Γ、Δ、Ε、Ζ,且单位后面的数 Α 是平方数;我声称,其余所有的数也将是平方数。
ὅτι μὲν οὖν ὁ τρίτος ἀπὸ τῆς μονάδος ὁ Β τετράγωνός ἐστι καὶ οἱ ἕνα διαλείποντες πάντες, δέδεικται· λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοί εἰσιν.
现在,从单位起第三个数 Β 是平方数,且所有每隔一个的数也是,这已经证明了;我声称,其余所有的数也都是平方数。
ἐπεὶ γὰρ οἱ Α, Β, Γ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν ὁ Α τετράγωνος, καὶ ὁ Γ τετράγωνός ἐστιν.
因为由于 Α、Β、Γ 连续成比例,且 Α 是平方数,所以 Γ 也是平方数。
πάλιν, ἐπεὶ οἱ β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν ὁ Β τετράγωνος, καὶ ὁ Δ τετράγωνός ἐστιν.
再次,由于 Β、 Γ、Δ 连续成比例,且 Β 是平方数,所以 Δ 也是平方数。
ὁμοίως δὴ δείξομεν, ὅτι καὶ οἱ λοιποὶ πάντες τετράγωνοί εἰσιν.
同样地,我们将证明,其余所有的数也都是平方数。
ἀλλὰ δὴ ἔστω ὁ Α κύβος· λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες κύβοι εἰσίν.
但现在设 Α 是立方数;我声称,其余所有的数也都是立方数。
ὅτι μὲν οὖν ὁ τέταρτος ἀπὸ τῆς μονάδος ὁ Γ κύβος ἐστὶ καὶ οἱ δύο διαλείποντες πάντες, δέδεικται· λέγω, ὅτι καὶ οἱ λοιποὶ πάντες κύβοι εἰσίν.
现在,从单位起第四个数 Γ 是立方数,且所有每隔两个的数也是,这已经证明了;我声称,其余所有的数也都是立方数。
ἐπεὶ γάρ ἐστιν ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Α πρὸς τὸν Β, ἰσάκις ἄρα ἡ μονὰς τὸν Α μετρεῖ καὶ ὁ Α τὸν Β. ἡ δὲ μονὰς τὸν Α μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας·
因为由于单位对 Α 就像 Α 对 Β,因此单位度量 Α 的次数与 Α 度量 Β 的次数相同。
καὶ ὁ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας· ὁ Α ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν.
但是,单位按照自身中的单位数度量 Α;因此 Α 也按照自身中的单位数度量 Β;因此 Α 乘以自身得到了 Β。
καί ἐστιν ὁ Α κύβος.
且 Α 是立方数。
ἐὰν δὲ κύβος ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος κύβος ἐστίν· καὶ ὁ Β ἄρα κύβος ἐστίν.
如果一个立方数乘以自身得到某个数,那么所产生的数将是立方数;因此 Β 也是立方数。
καὶ ἐπεὶ τέσσαρες ἀριθμοὶ οἱ Α, Β, Γ, Δ ἑξῆς ἀνάλογόν εἰσιν, καί ἐστιν ὁ Α κύβος, καὶ ὁ Δ ἄρα κύβος ἐστίν.
又由于四个数 Α、Β、Γ、Δ 连续成比例,且 Α 是立方数,所以 Δ 也是立方数。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Ε κύβος ἐστίν, καὶ ὁμοίως οἱ λοιποὶ πάντες κύβοι εἰσίν· ὅπερ ἔδει δεῖξαι.
因为同样的原因,Ε 也是立方数,同样地,其余所有的数也都是立方数;这即是所要求证的。