Humanitext Reader

欧几里得 · 几何原本 §9.prop.33-9.prop.35

偶倍奇数的分类与连比例差额之比

第 157 段,共 316 段 · 希腊语

内容简介

规定了具有奇数之半的数(偶倍奇数)及其他偶数的分类,并证明了连续成比例数列(等比数列)中各项差值的比率等式。

§9.prop.33ἐὰν ἀριθμὸς τὸν ἥμισυν ἔχῃ περισσόν, ἀρτιάκις περισσός ἐστι μόνον.
如果一个数具有奇数的二分之一,则它仅是偶倍奇数。
ἀριθμὸς γὰρ ὁ Α τὸν ἥμισυν ἐχέτω περισσόν· λέγω, ὅτι ὁ Α ἀρτιάκις περισσός ἐστι μόνον.
因为,设数 Α 具有奇数的二分之一;我声称,Α 仅是偶倍奇数。
ὅτι μὲν οὖν ἀρτιάκις περισσός ἐστιν, φανερόν· ὁ γὰρ ἥμισυς αὐτοῦ περισσὸς ὢν μετρεῖ αὐτὸν ἀρτιάκις.
显然,它是偶倍奇数;因为其二分之一作为奇数,以偶数倍整除它。
λέγω δή, ὅτι καὶ μόνον.
我声称,它且仅是如此。
εἰ γὰρ ἔσται ὁ Α καὶ ἀρτιάκις ἄρτιος, μετρηθήσεται ὑπὸ ἀρτίου κατὰ ἄρτιον ἀριθμόν· ὥστε καὶ ὁ ἥμισυς αὐτοῦ μετρηθήσεται ὑπὸ ἀρτίου ἀριθμοῦ περισσὸς ὤν· ὅπερ ἐστὶν ἄτοπον.
因为,如果 Α 也是偶倍偶数,它将被一个偶数以偶数倍整除;因此它的二分之一也将被一个偶数整除,虽然它是奇数;这是荒谬的。
ὁ Α ἄρα ἀρτιάκις περισσός ἐστι μόνον· ὅπερ ἔδει δεῖξαι.
因此 Α 仅是偶倍奇数;这即是所要求证的。
§9.prop.34ἐὰν ἀριθμὸς μήτε τῶν ἀπὸ δυάδος διπλασιαζομένων ᾖ μήτε τὸν ἥμισυν ἔχῃ περισσόν, ἀρτιάκις τε ἄρτιός ἐστι καὶ ἀρτιάκις περισσός.
如果一个数既不是从二开始成倍增加的数之一,也不具有奇数的二分之一,则它既是偶倍偶数又是偶倍奇数。
ἀριθμὸς γὰρ ὁ Α μήτε τῶν ἀπὸ δυάδος διπλασιαζομένων ἔστω μήτε τὸν ἥμισυν ἐχέτω περισσόν· λέγω, ὅτι ὁ Α ἀρτιάκις τέ ἐστιν ἄρτιος καὶ ἀρτιάκις περισσός.
因为,设数 Α 既不是从二开始成倍增加的数之一,也不具有奇数的二分之一;我声称,Α 既是偶倍偶数又是偶倍奇数。
ὅτι μὲν οὖν ὁ Α ἀρτιάκις ἐστὶν ἄρτιος, φανερόν· τὸν γὰρ ἥμισυν οὐκ ἔχει περισσόν.
显然,Α 是偶倍偶数;因为他不具有奇数的二分之一。
λέγω δή, ὅτι καὶ ἀρτιάκις περισσός ἐστιν.
我声称,它也是偶倍奇数。
ἐὰν γὰρ τὸν Α τέμνωμεν δίχα καὶ τὸν ἥμισυν αὐτοῦ δίχα καὶ τοῦτο ἀεὶ ποιῶμεν, καταντήσομεν εἴς τινα ἀριθμὸν περισσόν, ὃς μετρήσει τὸν Α κατὰ ἄρτιον ἀριθμόν.
因为,如果我们平分 Α,并平分其二分之一,且一直这样做,我们将达到某个奇数,它将以偶数倍整除 Α。
εἰ γὰρ οὔ, καταντήσομεν εἰς δυάδα, καὶ ἔσται ὁ Α τῶν ἀπὸ δυάδος διπλασιαζομένων· ὅπερ οὐχ ὑπόκειται.
因为,如果不是这样,我们将达到二,而 Α 将是从二成倍增加的数之一;但这与假设不符。
ὥστε ὁ Α ἀρτιάκις περισσός ἐστιν.
所以 Α 是偶倍奇数。
ἐδείχθη δὲ καὶ ἀρτιάκις ἄρτιος.
且它也被证明是偶倍偶数。
ὁ Α ἄρα ἀρτιάκις τε ἄρτιός ἐστι καὶ ἀρτιάκις περισσός· ὅπερ ἔδει δεῖξαι.
因此 Α 既是偶倍偶数又是偶倍奇数;这即是所要求证的。
§9.prop.35ἐὰν ὦσιν ὁσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ἀφαιρεθῶσι δὲ ἀπό τε τοῦ δευτέρου καὶ τοῦ ἐσχάτου ἴσοι τῷ πρώτῳ, ἔσται ὡς ἡ τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας.
如果有任意多个连续成比例的数,且从第二项和末项中减去与第一项相等的数,那么,第二项的超过与第一项的比,将如末项的超过与在它之前的所有项的比。
ἔστωσαν ὁποσοιδηποτοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, ΒΓ, Δ, ΕΖ ἀρχόμενοι ἀπὸ ἐλαχίστου τοῦ Α, καὶ ἀφῃρήσθω ἀπὸ τοῦ ΒΓ καὶ τοῦ ΕΖ τῷ Α ἴσος ἑκάτερος τῶν ΒΗ, ΖΘ· λέγω, ὅτι ἐστὶν ὡς ὁ ΗΓ πρὸς τὸν Α, οὕτως ὁ ΕΘ πρὸς τοὺς Α, ΒΓ, Δ. κείσθω γὰρ τῷ μὲν ΒΓ ἴσος ὁ ΖΚ, τῷ δὲ Δ ἴσος ὁ ΖΛ. καὶ ἐπεὶ ὁ ΖΚ τῷ ΒΓ ἴσος ἐστίν, ὧν ὁ ΖΘ τῷ ΒΗ ἴσος ἐστίν, λοιπὸς ἄρα ὁ ΘΚ λοιπῷ τῷ ΗΓ ἐστιν ἴσος.
设任意多个连续成比例的数为 Α、ΒΓ、Δ、ΕΖ,从最小的 Α 开始,并设从 ΒΓ 和 ΕΖ 中的每一个中减去与 Α 相等的 ΒΗ、ΖΘ;我声称,ΗΓ 与 Α 的比,正如 ΕΘ 与 Α、ΒΓ、Δ的比。 因为,设与 ΒΓ 相等的是 ΖΚ,与 Δ 相等的是 ΖΛ。 而既然 ΖΚ 等于 ΒΓ,其中 ΖΘ 等于 ΒΗ,因此余数 ΘΚ 等于余数 ΗΓ。
καὶ ἐπεί ἐστιν ὡς ὁ ΕΖ πρὸς τὸν Δ, οὕτως ὁ Δ πρὸς τὸν ΒΓ καὶ ὁ ΒΓ πρὸς τὸν Α, ἴσος δὲ ὁ μὲν Δ τῷ ΖΛ, ὁ δὲ ΒΓ τῷ ΖΚ, ὁ δὲ Α τῷ ΖΘ, ἔστιν ἄρα ὡς ὁ ΕΖ πρὸς τὸν ΖΛ, οὕτως ὁ ΛΖ πρὸς τὸν ΖΚ καὶ ὁ ΖΚ πρὸς τὸν ΖΘ. διελόντι, ὡς ὁ ΕΛ πρὸς τὸν ΛΖ, οὕτως ὁ ΛΚ πρὸς τὸν ΖΚ καὶ ὁ ΚΘ πρὸς τὸν ΖΘ. ἔστιν ἄρα καὶ ὡς εἷς τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους· ἔστιν ἄρα ὡς ὁ ΚΘ πρὸς τὸν ΖΘ, οὕτως οἱ ΕΛ, ΛΚ, ΚΘ πρὸς τοὺς ΛΖ, ΖΚ, ΘΖ. ἴσος δὲ ὁ μὲν ΚΘ τῷ ΓΗ, ὁ δὲ ΖΘ τῷ Α, οἱ δὲ ΛΖ, ΖΚ, ΘΖ τοῖς Δ, ΒΓ, Α· ἔστιν ἄρα ὡς ὁ ΓΗ πρὸς τὸν Α, οὕτως ὁ ΕΘ πρὸς τοὺς Δ, ΒΓ, Α. ἔστιν ἄρα ὡς ἡ τοῦ δευτέρου ὑπεροχὴ πρὸς τὸν πρῶτον, οὕτως ἡ τοῦ ἐσχάτου ὑπεροχὴ πρὸς τοὺς πρὸ ἑαυτοῦ πάντας· ὅπερ ἔδει δεῖξαι.
而既然 ΕΖ 与 Δ 的比,正如 Δ 与 ΒΓ、以及 ΒΓ 与 Α 的比,而 Δ 等于 ΖΛ,ΒΓ 等于 ΖΚ,且 Α 等于 ΖΘ,因此,ΕΖ 与 ΖΛ 的比,正如 ΛΖ 与 ΖΚ 以及 ΖΚ 与 ΖΘ 的比。 由分比,则 ΕΛ 与 ΛΖ 的比,正如 ΛΚ 与 ΖΚ、以及 ΚΘ 与 ΖΘ 的比。 因此,这也正如前项中的一项与后项中的一项的比,就是所有前项与所有后项的比;因此,ΚΘ 与 ΖΘ 的比,正如 ΕΛ、ΛΚ、ΚΘ 与 ΛΖ、ΖΚ、ΘΖ 的比。 而 ΚΘ 等于 ΓΗ,ΖΘ 等于 Α,且 ΛΖ、ΖΚ、ΘΖ 分别等于 Δ、ΒΓ、Α;因此, ΓΗ 与 Α 的比,正如 ΕΘ 与 Δ、ΒΓ、Α的比。 因此,第二项的超过与第一项的比,正如末项的超过与在它之前的所有项的比;这即是所要求证的。

词汇与语法注释

  1. 9.prop.33περισσὸς ὤν — 用作让步分词,意为“虽然它是奇数”。这导致了一个奇数能被偶数(ὑπὸ ἀρτίου ἀριθμοῦ)整除的荒谬结论(ἄτοπον)。
  2. 9.prop.34εἰ γὰρ οὔ — 意为“因为如果不这样”的表达,等同于 εἰ δὲ μή,用于在条件句中强调否定。这里表示“因为如果(通过不断平分)不能达到一个奇数”。
  3. 9.prop.35διελόντι — 与格绝对结构(或表示条件的与格),在数学语境中是一个技术性术语,表示进行“分比”(比的分离)的操作,这一操作定义在第5卷定义15中。
  4. 9.prop.35ὡς εἷς τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους — 前项(ἡγούμενος)与后项(ἑπόμενος)的关系。这里应用了第5卷命题12的性质:在等比数列中,一个前项与一个后项的比,等于所有前项之和与所有后项之和的比。

引用这一段

欧几里得, 几何原本 §9.prop.33-9.prop.35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.33-9.prop.35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。