Humanitext Reader

欧几里得 · 几何原本 §9.prop.27-9.prop.32

奇数与偶数的乘除性质及偶倍偶数

第 156 段,共 316 段 · 希腊语

内容简介

本章节探讨了数论的性质,包括奇数与偶数的减法及乘法性质(命题27-29)、奇数整除偶数时的性质(命题30)、奇数与某数互素时与其二倍数的关系(命题31),以及证明从二开始连续成倍增加的等比数列中的数仅为“偶倍偶数”(命题32)。

§9.prop.27ἐὰν ἀπὸ περισσοῦ ἀριθμοῦ ἄρτιος ἀφαιρεθῇ, ὁ λοιπὸς περισσὸς ἔσται.
如果从奇数中减去偶数,则余数将是奇数。
ἀπὸ γὰρ περισσοῦ τοῦ ΑΒ ἄρτιος ἀφῃρήσθω ὁ ΒΓ· λέγω, ὅτι ὁ λοιπὸς ὁ ΓΑ περισσός ἐστιν.
因为,设从奇数 ΑΒ 中减去偶数 ΒΓ;我声称,余数 ΓΑ 是奇数。
ἀφῃρήσθω μονὰς ἡ ΑΔ· ὁ ΔΒ ἄρα ἄρτιός ἐστιν.
设减去单位 ΑΔ;因此 ΔΒ 是偶数。
ἔστι δὲ καὶ ὁ ΒΓ ἄρτιος· καὶ λοιπὸς ἄρα ὁ ΓΔ ἄρτιός ἐστιν.
但是 ΒΓ 也是偶数;因此余数 ΓΔ 也是偶数。
περισσὸς ἄρα ὁ ΓΑ· ὅπερ ἔδει δεῖξαι.
因此 ΓΑ 是奇数;这即是所要求证的。
§9.prop.28ἐὰν περισσὸς ἀριθμὸς ἄρτιον πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος ἄρτιος ἔσται.
如果奇数乘以偶数得到某个数,则所得到的数将是偶数。
περισσὸς γὰρ ἀριθμὸς ὁ Α ἄρτιον τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ ἄρτιός ἐστιν.
因为,设奇数 Α 乘以偶数 Β 得到 Γ;我声称,Γ 是偶数。
ʼἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Γ ἄρα σύγκειται ἐκ τοσούτων ἴσων τῷ Β, ὅσαι εἰσὶν ἐν τῷ Α μονάδες.
因为,既然 Α 乘以 Β 得到了 Γ,因此 Γ 是由与 Β 相等且个数等于 Α 中的单位数相同的数组成的。
καί ἐστιν ὁ Β ἄρτιος· ὁ Γ ἄρα σύγκειται ἐξ ἀρτίων.
而 Β 是偶数;因此 Γ 是由偶数组成的。
ἐὰν δὲ ἄρτιοι ἀριθμοὶ ὁποσοιοῦν συντεθῶσιν, ὁ ὅλος ἄρτιός ἐστιν.
如果任意多个偶数相加,则其整体为偶数。
ἄρτιος ἄρα ἐστὶν ὁ Γ· ὅπερ ἔδει δεῖξαι.
因此 Γ 是偶数;这即是所要求证的。
§9.prop.29ἐὰν περισσὸς ἀριθμὸς περισσὸν ἀριθμὸν πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος περισσὸς ἔσται.
如果奇数乘以奇数得到某个数,则所得到的数将是奇数。
περισσὸς γὰρ ἀριθμὸς ὁ Α περισσὸν τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ περισσός ἐστιν.
因为,设奇数 Α 乘以奇数 Β 得到 Γ;我声称,Γ 是奇数。
ἐπεὶ γὰρ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Γ ἄρα σύγκειται ἐκ τοσούτων ἴσων τῷ Β, ὅσαι εἰσὶν ἐν τῷ Α μονάδες.
因为,既然 Α 乘以 Β 得到了 Γ,因此 Γ 是由与 Β 相等且个数等于 Α 中的单位数相同的数组成的。
καί ἐστιν ἑκάτερος τῶν Α, Β περισσός· ὁ Γ ἄρα σύγκειται ἐκ περισσῶν ἀριθμῶν, ὧν τὸ πλῆθος περισσόν ἐστιν.
而 Α、Β 中的每一个都是奇数;因此 Γ 是由个数为奇数的奇数组成的。
ὥστε ὁ Γ περισσός ἐστιν· ὅπερ ἔδει δεῖξαι.
所以 Γ 是奇数;这即是所要求证的。
§9.prop.30ἐὰν περισσὸς ἀριθμὸς ἄρτιον ἀριθμὸν μετρῇ, καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει.
如果奇数整除偶数,则它也将整除该偶数的二分之一。
περισσὸς γὰρ ἀριθμὸς ὁ Α ἄρτιον τὸν Β μετρείτω· λέγω, ὅτι καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει.
因为,设奇数 Α 整除偶数 Β;我声称,它也将整除该偶数的二分之一。
ἐπεὶ γὰρ ὁ Α τὸν Β μετρεῖ, μετρείτω αὐτὸν κατὰ τὸν Γ· λέγω, ὅτι ὁ Γ οὐκ ἔστι περισσός.
因为,既然 Α 整除 Β,设它以倍数 Γ 整除之;我声称,Γ 不是奇数。
εἰ γὰρ δυνατόν, ἔστω.
因为,如果可能,设它是。
καὶ ἐπεὶ ὁ Α τὸν Β μετρεῖ κατὰ τὸν Γ, ὁ Α ἄρα τὸν Γ πολλαπλασιάσας τὸν Β πεποίηκεν.
而既然 Α 以倍数 Γ 整除 Β,因此 Α 乘以 Γ 得到了 Β。
ὁ Β ἄρα σύγκειται ἐκ περισσῶν ἀριθμῶν, ὧν τὸ πλῆθος περισσόν ἐστιν.
因此 Β 是由个数为奇数的奇数组成的。
ὁ Β ἄρα περισσός ἐστιν· ὅπερ ἄτοπον· ὑπόκειται γὰρ ἄρτιος.
因此 Β 是奇数;这是荒谬的,因为假设它是偶数。
οὐκ ἄρα ὁ Γ περισσός ἐστιν·
因此 Γ 不是奇数;因此 Γ 是偶数。
ἄρτιος ἄρα ἐστὶν ὁ Γ. ὥστε ὁ Α τὸν Β μετρεῖ ἀρτιάκις.
所以 Α 以偶数倍整除 Β。
διὰ δὴ τοῦτο καὶ τὸν ἥμισυν αὐτοῦ μετρήσει· ὅπερ ἔδει δεῖξαι.
正是由于这个原因,它也将整除其二分之一;这即是所要求证的。
§9.prop.31ἐὰν περισσὸς ἀριθμὸς πρός τινα ἀριθμὸν πρῶτος ᾖ, καὶ πρὸς τὸν διπλασίονα αὐτοῦ πρῶτος ἔσται.
如果一个奇数与某个数互素,则它与该数的二倍也将互素。
περισσὸς γὰρ ἀριθμὸς ὁ Α πρός τινα ἀριθμὸν τὸν Β πρῶτος ἔστω, τοῦ δὲ Β διπλασίων ἔστω ὁ Γ· λέγω, ὅτι ὁ Α πρὸς τὸν Γ πρῶτός ἐστιν.
因为,设奇数 Α 与某个数 Β 互素,且设 Γ 是 Β 的二倍;我声称, Α 与 Γ 互素。
εἰ γὰρ μή εἰσιν πρῶτοι, μετρήσει τις αὐτοὺς ἀριθμός.
因为,如果它们不互素,则将有某个数整除它们。
μετρείτω, καὶ ἔστω ὁ Δ. καί ἐστιν ὁ Α περισσός·
设整除它们,并设它是 Δ。 而 Α 是奇数;因此 Δ 也是奇数。
περισσὸς ἄρα καὶ ὁ Δ. καὶ ἐπεὶ ὁ Δ περισσὸς ὢν τὸν Γ μετρεῖ, καί ἐστιν ὁ Γ ἄρτιος, καὶ τὸν ἥμισυν ἄρα τοῦ Γ μετρήσει.
而既然 Δ 在是奇数的情况下整除 Γ,且 Γ 是偶数,因此它也将整除 Γ 的二分之一。
τοῦ δὲ Γ ἥμισύ ἐστιν ὁ Β· ὁ Δ ἄρα τὸν Β μετρεῖ.
而 Β 是 Γ 的二分之一;因此 Δ 整除 Β。
μετρεῖ δὲ καὶ τὸν Α. ὁ Δ ἄρα τοὺς Α, Β μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
且它也整除 Α。 因此 Δ 整除互素的 Α、Β;这是不可能的。
οὐκ ἄρα ὁ Α πρὸς τὸν Γ πρῶτος οὔκ ἐστιν.
因此,并不是 Α 与 Γ 不是互素。
οἱ Α, Γ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.
因此 Α、Γ 彼此互素;这即是所要求证的。
§9.prop.32τῶν ἀπὸ δυάδος διπλασιαζομένων ἀριθμῶν ἕκαστος ἀρτιάκις ἄρτιός ἐστι μόνον.
从二开始成倍增加的数中的每一个都仅是偶倍偶数。
ἀπὸ γὰρ δυάδος τῆς Α δεδιπλασιάσθωσαν ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Β, Γ, Δ· λέγω, ὅτι οἱ Β, Γ, Δ ἀρτιάκις ἄρτιοί εἰσι μόνον.
因为,设从二(即 Α)开始成倍增加任意多个数 Β、Γ、Δ;我声称,Β、Γ、Δ 仅是偶倍偶数。
ὅτι μὲν οὖν ἕκαστος ἀρτιάκις ἄρτιός ἐστιν, φανερόν· ἀπὸ γὰρ δυάδος ἐστὶ διπλασιασθείς.
显然,其中的每一个都是偶倍偶数;因为它是从二成倍增加得到的。
λέγω, ὅτι καὶ μόνον.
我声称,它且仅是如此。
ἐκκείσθω γὰρ μονάς.
因为,设给出一个单位。
ἐπεὶ οὖν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογόν εἰσιν, ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α πρῶτός ἐστιν, ὁ μέγιστος τῶν Α, Β, Γ, Δ ὁ Δ ὑπʼ οὐδενὸς ἄλλου μετρηθήσεται παρὲξ τῶν Α, Β, Γ. καί ἐστιν ἕκαστος τῶν Α, Β, Γ ἄρτιος· ὁ Δ ἄρα ἀρτιάκις ἄρτιός ἐστι μόνον.
既然从单位开始任意多个数是连续成比例的,而紧随单位之后的 Α 是素数,那么 Α、Β、Γ、Δ 中的最大者 Δ 将不被除 Α、Β、Γ 以外的任何其他数整除。 而且 Α、Β、Γ 中的每一个都是偶数;因此 Δ 仅是偶倍偶数。
ὁμοίως δὴ δείξομεν, ὅτι ἑκάτερος τῶν Β, Γ ἀρτιάκις ἄρτιός ἐστι μόνον· ὅπερ ἔδει δεῖξαι.
用同样的方法我们也将证明,Β、Γ 中的每一个也仅是偶倍偶数;这即是所要求证的。

词汇与语法注释

  1. 9.prop.30κατὰ τὸν Γ — 介词 κατά 加上宾格,意为“按照”或“以……的倍数”。此处表示“Α以倍数 Γ 整除 Β”(即商为 Γ)。
  2. 9.prop.31οὐκ ἄρα ὁ Α πρὸς τὸν Γ πρῶτος οὔκ ἐστιν — 使用 οὐκ ἄρα 和 οὔκ ἐστιν 的双重否定结构。在反证法中,由于前述“设 Α 与 Γ 不互素”的假设导致了矛盾,因此得出“并非 Α 与 Γ 不互素”,从而确立了肯定的结论(即它们互素)。
  3. 9.prop.32ἀρτιάκις ἄρτιός ἐστι μόνον — 术语 ἀρτιάκις ἄρτιος(偶倍偶数,或偶偶数)在定义上是指能被偶数整除偶数次、且完全没有奇数约数的数(即 2 的幂次 $2^n$)。加上 μόνον(仅、只)强调了它绝不含有任何奇数约数。
  4. 9.prop.32ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α πρῶτός ἐστιν — 意为“而在单位(1)之后的 Α 是素数”。在等比数列中,如果紧随单位之后的首项(即公比)是素数,那么该数列中任意项的约数只能是其前面的各项(即 9.13 命题等),这构成了此处推导的逻辑与几何学前提。

引用这一段

欧几里得, 几何原本 §9.prop.27-9.prop.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.27-9.prop.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。