Humanitext Reader

欧几里得 · 几何原本 §9.prop.19

求三个数之第四比例项的条件

第 154 段,共 316 段 · 希腊语

内容简介

对于给定的三个数,分类讨论了找到与它们比例的第四个正比例数的条件。欧几里得根据两端数是否互为素数,以及第一个数是否度量第二数与第三数的乘积,证明了其可能性或不可能性。

§9.prop.19τριῶν ἀριθμῶν δοθέντων ἐπισκέψασθαι, πότε δυνατόν ἐστιν αὐτοῖς τέταρτον ἀνάλογον προσευρεῖν.
给定三个数,探究何时可能找到与它们比例的第四个正比例数。
ἔστωσαν οἱ δοθέντες τρεῖς ἀριθμοὶ οἱ Α, Β, Γ, καὶ δέον ἔστω ἐπισκέψασθαι, πότε δυνατόν ἐστιν αὐτοῖς τέταρτον ἀνάλογον προσευρεῖν.
设给定的三个数为 Α、Β、Γ,且要求探究何时可能找到与它们比例的第四个正比例数。
ἤτοι οὖν οὔκ εἰσιν ἑξῆς ἀνάλογον, καὶ οἱ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους εἰσίν, ἢ ἑξῆς εἰσιν ἀνάλογον, καὶ οἱ ἄκροι αὐτῶν οὔκ εἰσι πρῶτοι πρὸς ἀλλήλους, ἢ οὔτε ἑξῆς εἰσιν ἀνάλογον, οὔτε οἱ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους εἰσίν, ἢ καὶ ἑξῆς εἰσιν ἀνάλογον, καὶ οἱ ἄκροι αὐτῶν πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
那么,它们或者不连续成比例,且它们的两端数互为素数,或者连续成比例,且它们的两端数不互为素数,或者既不连续成比例,它们的两端数也不互为素数,或者既连续成比例,它们的两端数也互为素数。
εἰ μὲν οὖν οἱ Α, Β, Γ ἑξῆς εἰσιν ἀνάλογον, καὶ οἱ ἄκροι αὐτῶν οἱ Α, Γ πρῶτοι πρὸς ἀλλήλους εἰσίν, δέδεικται, ὅτι ἀδύνατόν ἐστιν αὐτοῖς τέταρτον ἀνάλογον προσευρεῖν ἀριθμόν.
因此,如果 Α、Β、Γ 连续成比例,且它们的两端数 Α、Γ 互为素数,已经证明了不可能找到与它们比例的第四个正比例数。
μὴ ἔστωσαν δὴ οἱ Α, Β, Γ ἑξῆς ἀνάλογον τῶν ἄκρων πάλιν ὄντων πρώτων πρὸς ἀλλήλους. λέγω, ὅτι καὶ οὕτως ἀδύνατόν ἐστιν αὐτοῖς τέταρτον ἀνάλογον προσευρεῖν.
那么,设 Α、Β、Γ 不连续成比例,其两端数再次互为素数;我声称,即使这样也不可能找到与它们比例的第四个正比例数。
εἰ γὰρ δυνατόν, προσευρήσθω ὁ Δ, ὥστε εἶναι ὡς τὸν Α πρὸς τὸν Β, τὸν Γ πρὸς τὸν Δ, καὶ γεγονέτω ὡς ὁ Β πρὸς τὸν Γ, ὁ Δ πρὸς τὸν Ε. καὶ ἐπεί ἐστιν ὡς μὲν ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Δ, ὡς δὲ ὁ Β πρὸς τὸν Γ, ὁ Δ πρὸς τὸν Ε, διʼ ἴσου ἄρα ὡς ὁ Α πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Ε. οἱ δὲ Α, Γ πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον.
因为,如果可能,设 Δ 已经被找到,使得 Α 与 Β 的比等于 Γ 与 Δ 的比,且设作出成比例,使得 Β 与 Γ 的比等于 Δ 与 Ε 的比。 又因为 Α 与 Β 的比等于 Γ 与 Δ 的比,且 Β 与 Γ 的比等于 Δ 与 Ε 的比,因此通过等比定理,Α 与 Γ 的比等于 Γ 与 Ε 的比。 然而 Α、Γ 是素数,而素数也是最小的,而最小的数等次数地度量与它们具有相同比的数,即前项度量前项,后项度量后项。
μετρεῖ ἄρα ὁ Α τὸν Γ ὡς ἡγούμενος ἡγούμενον.
因此 Α 作为前项度量了作为前项的 Γ。
μετρεῖ δὲ καὶ ἑαυτόν· ὁ Α ἄρα τοὺς Α, Γ μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
但它也度量它自身;因此 Α 度量了互为素数的 Α、Γ;这是不可能的。
οὐκ ἄρα τοῖς Α, Β, Γ δυνατόν ἐστι τέταρτον ἀνάλογον προσευρεῖν.
因此,不可能找到与 Α、Β、Γ 比例的第四个正比例数。
ἀλλὰ δὴ πάλιν ἔστωσαν οἱ Α, Β, Γ ἑξῆς ἀνάλογον, οἱ δὲ Α, Γ μὴ ἔστωσαν πρῶτοι πρὸς ἀλλήλους. λέγω, ὅτι δυνατόν ἐστιν αὐτοῖς τέταρτον ἀνάλογον προσευρεῖν.
但是,设 Α、Β、Γ 再次连续成比例,且 Α、Γ 不互为素数;我声称,可能找到与它们比例的第四个正比例数。
ὁ γὰρ Β τὸν Γ πολλαπλασιάσας τὸν Δ ποιείτω· ὁ Α ἄρα τὸν Δ ἤτοι μετρεῖ ἢ οὐ μετρεῖ.
因为,设 Β 乘以 Γ 得到 Δ;那么 Α 或者度量 Δ,或者不度量 Δ。
μετρείτω αὐτὸν πρότερον κατὰ τὸν Ε· ὁ Α ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Δ πεποίηκεν.
首先,设它按 Ε 度量它;因此 Α 乘以 Ε 得到了 Δ。
ἀλλὰ μὴν καὶ ὁ Β τὸν Γ πολλαπλασιάσας τὸν Δ πεποίηκεν· ὁ ἄρα ἐκ τῶν Α, Ε ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Γ. ἀνάλογον ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Γ πρὸς τὸν Ε· τοῖς Α, Β, Γ ἄρα τέταρτος ἀνάλογον προσηύρηται ὁ Ε. ἀλλὰ δὴ μὴ μετρείτω ὁ Α τὸν Δ·
但是确实,Β 乘以 Γ 也得到了 Δ;因此 Α 与 Ε 的乘积等于 Β 与 Γ 的乘积。 因此成比例地,Α 与 Β 的比等于 Γ 与 Ε 的比;因此,找到了与 Α、Β、Γ 比例的第四个数 Ε。
λέγω, ὅτι ἀδύνατόν ἐστι τοῖς Α, Β, Γ τέταρτον ἀνάλογον προσευρεῖν ἀριθμόν.
但是,设 Α 不度量 Δ;我声称,不可能找到与 Α、Β、Γ 比例的第四个正比例数。
εἰ γὰρ δυνατόν, προσευρήσθω ὁ Ε· ὁ ἄρα ἐκ τῶν Α, Ε ἴσος ἐστὶ τῷ ἐκ τῶν Β, Γ. ἀλλὰ ὁ ἐκ τῶν Β, Γ ἐστιν ὁ Δ· καὶ ὁ ἐκ τῶν Α, Ε ἄρα ἴσος ἐστὶ τῷ Δ. ὁ Α ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Δ πεποίηκεν· ὁ Α ἄρα τὸν Δ μετρεῖ κατὰ τὸν Ε·
因为,如果可能,设 Ε 已经被找到;因此 Α 与 Ε 的乘积等于 Β 与 Γ 的乘积。 然而 Β 与 Γ 的乘积是 Δ;因此 Α 与 Ε 的乘积也等于 Δ。 从而 Α 乘以 Ε 得到了 Δ;因此 Α 按 Ε 度量 Δ;从而 Α 度量 Δ。
ὥστε μετρεῖ ὁ Α τὸν Δ. ἀλλὰ καὶ οὐ μετρεῖ· ὅπερ ἄτοπον.
但是确实,又假定它不度量它;这是荒谬的。
οὐκ ἄρα δυνατόν ἐστι τοῖς Α, Β, Γ τέταρτον ἀνάλογον προσευρεῖν ἀριθμόν, ὅταν ὁ Α τὸν Δ μὴ μετρῇ.
因此,当 Α 不度量 Δ 时,不可能找到与 Α、Β、Γ 比例的第四个正比例数。
ἀλλὰ δὴ οἱ Α, Β, Γ μήτε ἑξῆς ἔστωσαν ἀνάλογον μήτε οἱ ἄκροι πρῶτοι πρὸς ἀλλήλους.
但是,设 Α、Β、Γ 既不连续成比例,它们的两端数也不互为素数。
καὶ ὁ Β τὸν Γ πολλαπλασιάσας τὸν Δ ποιείτω.
且设 Β 乘以 Γ 得到 Δ。
ὁμοίως δὴ δειχθήσεται, ὅτι εἰ μὲν μετρεῖ ὁ Α τὸν Δ, δυνατόν ἐστιν αὐτοῖς ἀνάλογον προσευρεῖν, εἰ δὲ οὐ μετρεῖ, ἀδύνατον· ὅπερ ἔδει δεῖξαι.
那么同样可以证明,如果 Α 度量 Δ,则可能找到与它们比例的数,如果它不度量它,则不可能;这即是所要求证的。

词汇与语法注释

  1. 9.prop.19τριῶν ἀριθμῶν δοθέντων — 独立属格(genitive absolute)结构,表示“给定三个数”的前提条件。
  2. 9.prop.19τῶν ἄκρων πάλιν ὄντων πρώτων πρὸς ἀλλήλους — 独立属格结构,在主句“不连续成比例”的否定条件下,添加了伴随状况或前提:“其两端数再次互为素数”。
  3. 9.prop.19γεγονέτω — 完成式命令。此处虽然没有明示主语,但根据上下文应理解为“设已作出(满足该比的数)”。
  4. 9.prop.19διʼ ἴσου — 古希腊数学中的专业术语,意为“等比地(ex aequali)”。指《几何原本》第五卷定义17中规定的操作,从一系列对应的比(A:B = Γ:Δ 且 B:Γ = Δ:E)中推导出两端项的比(A:Γ = Γ:E)。
  5. 9.prop.19ὁ ἄρα ἐκ τῶν Α, Ε — 表示乘积的公式化表达。冠词 'ὁ' 后接 'ἐκ τῶν ...' 意为“由……产生的[数]”,省略了名词 'ἀριθμός'(数)。

引用这一段

欧几里得, 几何原本 §9.prop.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。