Humanitext Reader

欧几里得 · 几何原本 §9.prop.12

度量等比数列末项的素数对次项的整除

第 150 段,共 316 段 · 希腊语

内容简介

证明若从单位开始的一组数连续成比例,则度量最后一项的任何素数也必然度量第二项(即单位后面的数),此处采用反证法进行论证。

§9.prop.12ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὑφʼ ὅσων ἂν ὁ ἔσχατος πρώτων ἀριθμῶν μετρῆται, ὑπὸ τῶν αὐτῶν καὶ ὁ παρὰ τὴν μονάδα μετρηθήσεται.
如果从单位开始任意多个数连续成比例,那么最后一个数被多少个素数度量,单位后面的数也同样被这些素数度量。
ἔστωσαν ἀπὸ μονάδος ὁποσοιδηποτοῦν ἀριθμοὶ ἀνάλογον οἱ Α, Β, Γ, Δ· λέγω, ὅτι ὑφʼ ὅσων ἂν ὁ Δ πρώτων ἀριθμῶν μετρῆται, ὑπὸ τῶν αὐτῶν καὶ ὁ Α μετρηθήσεται.
设从单位开始连续比例的任意多个数为 Α、Β、Γ、Δ;我声称,Δ 被多少个素数度量,Α 也同样被这些素数度量。
μετρείσθω γὰρ ὁ Δ ὑπό τινος πρώτου ἀριθμοῦ τοῦ Ε· λέγω, ὅτι ὁ ε τὸν Α μετρεῖ.
因为设 Δ 被某个素数 Ε 度量;我声称, Ε 度量 Α。
μὴ γάρ· καί ἐστιν ὁ Ε πρῶτος, ἅπας δὲ πρῶτος ἀριθμὸς πρὸς ἅπαντα, ὃν μὴ μετρεῖ, πρῶτός ἐστιν· οἱ Ε, Α ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
如果不度量;且 Ε 是素数,而每一个素数对于它所不度量的任何数都是互素的;因此 Ε 与 Α 互素。
καὶ ἐπεὶ ὁ Ε τὸν Δ μετρεῖ, μετρείτω αὐτὸν κατὰ τὸν Ζ· ὁ Ε ἄρα τὸν Ζ πολλαπλασιάσας τὸν Δ πεποίηκεν.
由于 Ε 度量 Δ,设它按 Ζ 度量它;因此 Ε 乘以 Ζ 得到了 Δ。
πάλιν, ἐπεὶ ὁ Α τὸν Δ μετρεῖ κατὰ τὰς ἐν τῷ Γ μονάδας, ὁ Α ἄρα τὸν Γ πολλαπλασιάσας τὸν Δ πεποίηκεν.
再者,由于 Α 按照 Γ 中的单位数度量 Δ,因此 Α 乘以 Γ 得到了 Δ。
ἀλλὰ μὴν καὶ ὁ Ε τὸν Ζ πολλαπλασιάσας τὸν Δ πεποίηκεν·
但是 Ε 乘以 Ζ 也得到了 Δ;因此 Α 与 Γ 的乘积等于 Ε 与 Ζ 的乘积。
ὁ ἄρα ἐκ τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἐκ τῶν Ε, Ζ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Ε, ὁ Ζ πρὸς τὸν Γ. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Γ. μετρείτω αὐτὸν κατὰ τὸν Η· ὁ Ε ἄρα τὸν Η πολλαπλασιάσας τὸν Γ πεποίηκεν.
因此,Α 对 Ε 就像 Ζ 对 Γ。 但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 度量 Γ。 设它按 Η 度量它;因此 Ε 乘以 Η 得到了 Γ。
ἀλλὰ μὴν διὰ τὸ πρὸ τούτου καὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν.
但是根据前一命题,Α 乘以 Β 也得到了 Γ。
ὁ ἄρα ἐκ τῶν Α, Β ἴσος ἐστὶ τῷ ἐκ τῶν Ε, Η. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Ε, ὁ Η πρὸς τὸν Β. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι ἀριθμοὶ μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Β. μετρείτω αὐτὸν κατὰ τὸν Θ· ὁ Ε ἄρα τὸν Θ πολλαπλασιάσας τὸν Β πεποίηκεν.
因此 Α 与 Β 的乘积等于 Ε 与 Η 的乘积。 因此,Α 对 Ε 就像 Η 对 Β。 但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量与它们具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 度量 Β。 设它按 Θ 度量它;因此 Ε 乘以 Θ 得到了 Β。
ἀλλὰ μὴν καὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν· ὁ ἄρα ἐκ τῶν Ε, Θ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Α. ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Α, ὁ Α πρὸς τὸν Θ. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Α ὡς ἡγούμενος ἡγούμενον.
但是 Α 乘以自身也得到了 Β;因此 Ε 与 Θ 的乘积等于 Α 的平方。 因此,Ε 对 Α 就像 Α 对 Θ。 但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 作为前项度量前项 Α。
ἀλλὰ μὴν καὶ οὐ μετρεῖ· ὅπερ ἀδύνατον.
但是[假定]它也不度量 Α;这是不可能的。
οὐκ ἄρα οἱ Ε, Α πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
因此 Ε 与 Α 并非互素。
σύνθετοι ἄρα.
因此它们是合数。
οἱ δὲ σύνθετοι ὑπὸ ἀριθμοῦ τινος μετροῦνται.
而合数被某个数度量。
καὶ ἐπεὶ ὁ Ε πρῶτος ὑπόκειται, ὁ δὲ πρῶτος ὑπὸ ἑτέρου ἀριθμοῦ οὐ μετρεῖται ἢ ὑφʼ ἑαυτοῦ, ὁ Ε ἄρα τοὺς Α, Ε μετρεῖ· ὥστε ὁ Ε τὸν Α μετρεῖ.
由于 Ε 被假定为素数,而素数除了自身之外不被任何其他数度量,因此 Ε 度量 Α 与 Ε;所以 Ε 度量 Α。
μετρεῖ δὲ καὶ τὸν Δ· ὁ Ε ἄρα τοὺς Α, Δ μετρεῖ.
但它也度量 Δ;因此 Ε 度量 Α 与 Δ。
ὁμοίως δὴ δείξομεν, ὅτι ὑφʼ ὅσων ἂν ὁ Δ πρώτων ἀριθμῶν μετρῆται, ὑπὸ τῶν αὐτῶν καὶ ὁ Α μετρηθήσεται· ὅπερ ἔδει δεῖξαι.
同样地,我们将证明,Δ 被多少个素数度量,Α 也同样被这些素数度量;这即是所要求证的。

词汇与语法注释

  1. 9.prop.12ὑφʼ ὅσων ἂν ὁ ἔσχατος πρώτων ἀριθμῶν μετρῆται — 词组 πρώτων ἀριθμῶν 被吸引到由 ὅσων 引导的关系从句中。虚拟语气 μετρῆται 与 ἄν 结合表示一般条件(“无论最后一个数被多少个素数度量”)。
  2. 9.prop.12μὴ γάρ — 标志着反证法开始的极其简练的省略句。此处省略了动词,应补全为 μὴ [μετρείτω](设其不度量)。
  3. 9.prop.12διὰ τὸ πρὸ τούτου — 意为“在此之前的[命题]”,指代前一命题(9.11)或其系理。由此推导得出 Α 度量 Γ 的商为 Β(即 Α 乘以 Β 得到 Γ)。
  4. 9.prop.12σύνθετοι — 该词通常单指“合数”(非素数),但此处是在“非互素”(即“互为合数”、有公约数)的意义上(σύνθετοι πρὸς ἀλλήλους)使用的。随后的“被某个数度量”这一说明证实了这一点。

引用这一段

欧几里得, 几何原本 §9.prop.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。