§8.prop.5οἱ ἐπίπεδοι ἀριθμοὶ πρὸς ἀλλήλους λόγον ἔχουσι τὸν συγκείμενον ἐκ τῶν πλευρῶν.
平面数彼此之间的比是由它们的边组成的比。
ἔστωσαν ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β, καὶ τοῦ μὲν Α πλευραὶ ἔστωσαν οἱ Γ, Δ ἀριθμοί, τοῦ δὲ Β οἱ Ε, Ζ· λέγω, ὅτι ὁ Α πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν.
设 Α、Β 为平面数,且 Α 的边为数 Γ、Δ,Β 的边为 Ε、Ζ;我声称, Α 对 Β 的比是由它们的边组成的比。
λόγων γὰρ δοθέντων τοῦ τε ὃν ἔχει ὁ Γ πρὸς τὸν Ε καὶ ὁ Δ πρὸς τὸν Ζ εἰλήφθωσαν ἀριθμοὶ ἑξῆς ἐλάχιστοι ἐν τοῖς ΓΕ, ΔΖ λόγοις, οἱ Η, Θ, Κ, ὥστε εἶναι ὡς μὲν τὸν Γ πρὸς τὸν Ε, οὕτως τὸν Η πρὸς τὸν θ, ὡς δὲ τὸν Δ πρὸς τὸν Ζ, οὕτως τὸν Θ πρὸς τὸν Κ. καὶ ὁ Δ τὸν Ε πολλαπλασιάσας τὸν Λ ποιείτω.
因为,对于给定的比,即 Γ 对 Ε 的比和 Δ 对 Ζ 的比,设在 ΓΕ、ΔΖ 比中取连续最小的数 Η、Θ、Κ,使得 Γ 对 Ε 就像 Η 对 Θ,且 Δ 对 Ζ 就像 Θ 对 Κ。 且让 Δ 乘以 Ε 作出 Λ。
καὶ ἐπεὶ ὁ Δ τὸν μὲν Γ πολλαπλασιάσας τὸν Α πεποίηκεν, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Ε, οὕτως ὁ Α πρὸς τὸν Λ. ὡς δὲ ὁ Γ πρὸς τὸν Ε, οὕτως ὁ Η πρὸς τὸν Θ· καὶ ὡς ἄρα ὁ Η πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Λ. πάλιν, ἐπεὶ ὁ Ε τὸν Δ πολλαπλασιάσας τὸν Λ πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Ζ πολλαπλασιάσας τὸν Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Λ πρὸς τὸν Β. ἀλλʼ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Θ πρὸς τὸν Κ· καὶ ὡς ἄρα ὁ Θ πρὸς τὸν Κ, οὕτως ὁ Λ πρὸς τὸν Β. ἐδείχθη δὲ καὶ ὡς ὁ Η πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Λ· διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Η πρὸς τὸν Κ, ὁ Α πρὸς τὸν Β, ὁ δὲ Η πρὸς τὸν Κ λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· καὶ ὁ Α ἄρα πρὸς τὸν Β λόγον ἔχει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν· ὅπερ ἔδει δεῖξαι.
又因为 Δ 乘以 Γ 作出了 Α,乘以 Ε 作出了 Λ,所以 Γ 对 Ε 就像 Α 对 Λ。 但是 Γ 对 Ε 就像 Η 对 Θ;所以,Η 对 Θ 就像 Α 对 Λ。 再次,因为 Ε 乘以 Δ 作出了 Λ,而且乘以 Ζ 作出了 Β,所以 Δ 对 Ζ 就像 Λ 对 Β。 但是 Δ 对 Ζ 就像 Θ 对 Κ;所以,Θ 对 Κ 就像 Λ 对 Β。 又已经证明,Η 对 Θ 就像 Α 对 Λ;因此,通过等比,Η 对 Κ 就像 Α 对 Β。 但是 Η 对 Κ 的比是由它们的边组成的比;因此 Α 对 Β 也是由它们的边组成的比;这就是所要证明的。
§8.prop.6ἐὰν ὦσιν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον, ὁ δὲ πρῶτος τὸν δεύτερον μὴ μετρῇ, οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει.
若有任意多个数连续比例,且第一个数不整除第二个数,则其他任何数也不会整除任何其他数。
ἔστωσαν ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Α, Β, Γ, δ, Ε, ὁ δὲ Α τὸν Β μὴ μετρείτω· λέγω, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει.
设 Α、Β、Γ、 Δ、Ε 是任意多个连续比例的数,且 Α 不整除 Β;我声称,其他任何数也不会整除任何其他数。
ὅτι μὲν οὖν οἱ Α, Β, Γ, Δ, Ε ἑξῆς ἀλλήλους οὐ μετροῦσιν, φανερόν· οὐδὲ γὰρ ὁ Α τὸν Β μετρεῖ.
显然,Α、Β、Γ、Δ、Ε 不会彼此相邻整除;因为 Α 甚至不整除 Β。
λέγω δή, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει.
我确实声称,其他任何数也不会整除任何其他数。
εἰ γὰρ δυνατόν, μετρείτω ὁ Α τὸν Γ. καὶ ὅσοι εἰσὶν οἱ Α, Β, Γ, τοσοῦτοι εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β, Γ οἱ Ζ, Η, Θ. καὶ ἐπεὶ οἱ Ζ, Η, Θ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ τοῖς Α, Β, Γ, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Α, Β, Γ τῷ πλήθει τῶν Ζ, Η, Θ, διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Α πρὸς τὸν Γ, οὕτως ὁ Ζ πρὸς τὸν Θ. καὶ ἐπεί ἐστιν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ζ πρὸς τὸν Η, οὐ μετρεῖ δὲ ὁ Α τὸν Β, οὐ μετρεῖ ἄρα οὐδὲ ὁ Ζ τὸν Η· οὐκ ἄρα μονάς ἐστιν ὁ Ζ· ἡ γὰρ μονὰς πάντα ἀριθμὸν μετρεῖ.
因为,如果可能,设 Α 整除 Γ。 设在与 Α、Β、Γ 具有相同比的数中取连续最小的数 Ζ、Η、Θ,且它们的个数与 Α、Β、Γ 相同。 因为 Ζ、Η、Θ 与 Α、Β、Γ 具有相同的比,且 Α、Β、Γ 的个数与 Ζ、Η、Θ 的个数相等,所以,通过等比,Α 对 Γ 就像 Ζ 对 Θ。 因为 Α 对 Β 就像 Ζ 对 Η,且 Α 不整除 Β,所以 Ζ 也不整除 Η;所以 Ζ 不是单位;因为单位整除每一个数。
καί εἰσιν οἱ Ζ, Θ πρῶτοι πρὸς ἀλλήλους.
而且 Ζ、Θ 彼此互素。
καί ἐστιν ὡς ὁ Ζ πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Γ· οὐδὲ ὁ Α ἄρα τὸν Γ μετρεῖ.
且 Ζ 对 Θ 就像 Α 对 Γ;所以 Α 也不整除 Γ。
ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ἄλλος οὐδεὶς οὐδένα μετρήσει· ὅπερ ἔδει δεῖξαι.
同样,我们也会证明其他任何数都不会整除任何其他数;这就是所要证明的。