Humanitext Reader

欧几里得 · 几何原本 §8.prop.4#2

利用最小公倍数求连续比例的最小数

第 132 段,共 316 段 · 希腊语

内容简介

处理 Ε 不测度 Κ 的情形,通过 Ε 和 Κ 的最小公倍数构造出新的一组连续比例的最小数(Ν、Ξ、Μ、Ο),并用反证法证明其最小性。

§8.prop.4#2μὴ μετρείτω δὴ ὁ Ε τὸν Κ. καὶ εἰλήφθω ὑπὸ τῶν Ε, Κ ἐλάχιστος μετρούμενος ἀριθμὸς ὁ Μ. καὶ ὁσάκις μὲν ὁ Κ τὸν Μ μετρεῖ, τοσαυτάκις καὶ ἑκάτερος τῶν Θ, Η ἑκάτερον τῶν Ν, Ξ μετρείτω, ὁσάκις δὲ ὁ Ε τὸν Μ μετρεῖ, τοσαυτάκις καὶ ὁ Ζ τὸν Ο μετρείτω.
设 Ε 不测度 Κ。 且取被 Ε、Κ 测度的最小数 Μ。 且 Κ 测度 Μ 多少次,就让 Θ、Η 中的每一个也分别测度 Ν、Ξ 中的每一个;而 Ε 测度 Μ 多少次,就让 Ζ 也测度 Ο 多少次。
ἐπεὶ ἰσάκις ὁ Θ τὸν Ν μετρεῖ καὶ ὁ Η τὸν Ξ, ἔστιν ἄρα ὡς ὁ Θ πρὸς τὸν Η, οὕτως ὁ Ν πρὸς τὸν Ξ. ὡς δὲ ὁ Θ πρὸς τὸν Η, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Ν πρὸς τὸν ξ.
因为 Θ 测度 Ν 的次数与 Η 测度 Ξ 的次数相同,所以,Θ 对 Η 就像 Ν 对 Ξ。 但是,Θ 对 Η 就像 Α 对 Β;因此,Α 对 Β 就像 Ν 对 Ξ。
διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Ξ πρὸς τὸν Μ. πάλιν, ἐπεὶ ἰσάκις ὁ Ε τὸν Μ μετρεῖ καὶ ὁ Ζ τὸν Ο, ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Ζ, οὕτως ὁ Μ πρὸς τὸν Ο· οἱ Ν, Ξ, Μ, Ο ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τοῖς τοῦ τε Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τοῦ Ε πρὸς τὸν Ζ λόγοις.
确实由于同样的原因,Γ 对 Δ 就像 Ξ 对 Μ。 再次,因为 Ε 测度 Μ 的次数与 Ζ 测度 Ο 的次数相同,所以,Ε 对 Ζ 就像 Μ 对 Ο;因此,Ν、Ξ、Μ、Ο 在 Α 对 Β 的比、Γ 对 Δ 的比,以及 Ε 对 Ζ 的比中是连续比例的。
λέγω δή, ὅτι καὶ ἐλάχιστοι ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις.
我确实声称,它们在 ΑΒ、ΓΔ、ΕΖ 的比中也是最小的。
εἰ γὰρ μή, ἔσονταί τινες τῶν Ν, Ξ, Μ, Ο ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις.
因为如果不是这样,就会有比 Ν、Ξ、Μ、Ο 更小的数在 ΑΒ、ΓΔ、ΕΖ 的比中连续比例。
ἔστωσαν οἱ Π, Ρ, Σ, Τ. καὶ ἐπεί ἐστιν ὡς ὁ Π πρὸς τὸν Ρ, οὕτως ὁ Α πρὸς τὸν Β, οἱ δὲ Α, Β ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον, ὁ Β ἄρα τὸν Ρ μετρεῖ.
设它们为 Π、Ρ、Σ、Τ。 并且因为 Π 对 Ρ 就像 Α 对 Β,而 Α、Β 是最小的,且最小的数以相同的次数测度与它们具有相同比的数,前项测度前项,后项测度后项,因此 Β 测度 Ρ。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Γ τὸν Ρ μετρεῖ· οἱ Β, Γ ἄρα τὸν Ρ μετροῦσιν.
确实由于同样的原因,Γ 也测度 Ρ;因此 Β、Γ 测度 Ρ。
καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Β, Γ μετρούμενος τὸν Ρ μετρήσει.
因此,被 Β、Γ 测度的最小数也将测度 Ρ。
ἐλάχιστος δὲ ὑπὸ τῶν Β, Γ μετρούμενός ἐστιν ὁ Η· ὁ Η ἄρα τὸν Ρ μετρεῖ.
而被 Β、Γ 测度的最小数是 Η;因此 Η 测度 Ρ。
καί ἐστιν ὡς ὁ Η πρὸς τὸν Ρ, οὕτως ὁ Κ πρὸς τὸν Σ· καὶ ὁ Κ ἄρα τὸν Σ μετρεῖ.
且 Η 对 Ρ 就像 Κ 对 Σ;因此 Κ 也测度 Σ。
μετρεῖ δὲ καὶ ὁ Ε τὸν Σ· οἱ Ε, Κ ἄρα τὸν Σ μετροῦσιν.
而 Ε 也测度 Σ;因此 Ε、Κ 测度 Σ。
καὶ ὁ ἐλάχιστος ἄρα ὑπὸ τῶν Ε, Κ μετρούμενος τὸν Σ μετρήσει.
因此,被 Ε、Κ 测度的最小数也将测度 Σ。
ἐλάχιστος δὲ ὑπὸ τῶν Ε, Κ μετρούμενός ἐστιν ὁ Μ· ὁ Μ ἄρα τὸν Σ μετρεῖ ὁ μείζων τὸν ἐλάσσονα· ὅπερ ἐστὶν ἀδύνατον.
而被 Ε、Κ 测度的最小数是 Μ;因此 Μ 测度 Σ,即较大的测度较小的;这是不可能的。
οὐκ ἄρα ἔσονταί τινες τῶν Ν, Ξ, Μ, Ο ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἀνάλογον ἔν τε τοῖς τοῦ Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τοῦ Ε πρὸς τὸν Ζ λόγοις· οἱ Ν, Ξ, Μ, Ο ἄρα ἑξῆς ἀνάλογον ἐλάχιστοί εἰσιν ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις· ὅπερ ἔδει δεῖξαι.
因此,不会有任何比 Ν、Ξ、Μ、Ο 更小的数,在 Α 对 Β 的比、Γ 对 Δ 的比,以及 Ε 对 Ζ 的比中连续比例;因此,Ν、Ξ、Μ、Ο 是在 ΑΒ、ΓΔ、ΕΖ 比中连续比例的最小数;这就是所要证明的。

词汇与语法注释

  1. ¦40¦ἑκάτερος τῶν Θ, Η ἑκάτερον τῶν Ν, Ξ — 单数形式的 ἑκάτερος(主格)与 ἑκάτερον(宾格)(意为“每一个”)在这里并用,用以简洁地指示成对的一对一对应关系:即 Θ 测度 Ν,且 Η 测度 Ξ,两者具有相同的次数(τοσαυτάκις)。
  2. ¦60¦ὡς ὁ Η πρὸς τὸν Ρ, οὕτως ὁ Κ πρὸς τὸν Σ — 此比例的等价性是由构造中保持的比例关系(即 Η:Κ = Ξ:Μ,且 Π:Ρ:Σ:Τ 呈连续比例)推导而来的。因此,既然 Η 测度 Ρ,那么 Κ 也必测度 Σ。

引用这一段

欧几里得, 几何原本 §8.prop.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。