Humanitext Reader

欧几里得 · 几何原本 §7.prop.6-7.prop.7

若干部分的和与单一部分的差之性质

第 114 段,共 316 段 · 希腊语

内容简介

本章包含两个数论命题。命题6证明,如果两个数分别是另外两个数的相同若干部分,则它们之和也是另外两个数之和的相同若干部分。命题7证明,如果一个数是另一个数的一个部分,而被减去的数也是另一个被减去之数的相同部分,则余数也是余下的数的相同部分。

§7.prop.6ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρη ᾖ, καὶ ἕτερος ἑτέρου τὰ αὐτὰ μέρη ᾖ, καὶ συναμφότερος συναμφοτέρου τὰ αὐτὰ μέρη ἔσται, ὅπερ ὁ εἷς τοῦ ἑνός.
如果一个数是另一个数的若干部分,而另一个数也是另一个数的相同若干部分,那么两者之和也是两者之和的相同若干部分,这与一个数对另一个数所占的若干部分相同。
ἀριθμὸς γὰρ ὁ ΑΒ ἀριθμοῦ τοῦ Γ μέρη ἔστω, καὶ ἕτερος ὁ ΔΕ ἑτέρου τοῦ Ζ τὰ αὐτὰ μέρη, ἅπερ ὁ ΑΒ τοῦ Γ·
因为,设数 AB 是数 Γ 的若干部分,且另一个数 ΔΕ 也是另一个数 Ζ 的相同若干部分,这与 AB 对 Γ 所占的若干部分相同。
λέγω, ὅτι καὶ συναμφότερος ὁ ΑΒ, ΔΕ συναμφοτέρου τοῦ Γ, Ζ τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὁ ΑΒ τοῦ Γ. ἐπεὶ γάρ, ἃ μέρη ἐστὶν ὁ ΑΒ τοῦ Γ, τὰ αὐτὰ μέρη καὶ ὁ ΔΕ τοῦ Ζ, ὅσα ἄρα ἐστὶν ἐν τῷ ΑΒ μέρη τοῦ Γ, τοσαῦτά ἐστι καὶ ἐν τῷ ΔΕ μέρη τοῦ Ζ. διῃρήσθω ὁ μὲν ΑΒ εἰς τὰ τοῦ Γ μέρη τὰ ΑΗ, ΗΒ, ὁ δὲ ΔΕ εἰς τὰ τοῦ Ζ μέρη τὰ ΔΘ, ΘΕ·
我且声称,两者之和 AB、ΔΕ 也是两者之和 Γ、Ζ 的相同若干部分,这与 AB 对 Γ 所占的若干部分相同。 因为,既然 AB 是 Γ 的什么若干部分,ΔΕ 也是 Ζ 的相同若干部分,那么在 AB 中 Γ 的部分的个数,就与在 ΔΕ 中 Ζ 的部分的个数相同。 设把 AB 分割为 Γ 的部分 AH、HB,把 ΔΕ 分割为 Ζ 的部分 ΔΘ、ΘΕ。
ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΑΗ, ΗΒ τῷ πλήθει τῶν ΔΘ, ΘΕ. καὶ ἐπεί, ὃ μέρος ἐστὶν ὁ ΑΗ τοῦ Γ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΔΘ τοῦ Ζ, ὃ ἄρα μέρος ἐστὶν ὁ ΑΗ τοῦ Γ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ συναμφότερος ὁ ΑΗ, ΔΘ συναμφοτέρου τοῦ Γ, Ζ. διὰ τὰ αὐτὰ δὴ καὶ ὃ μέρος ἐστὶν ὁ ΗΒ τοῦ Γ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ συναμφότερος ὁ ΗΒ, ΘΕ συναμφοτέρου τοῦ Γ, Ζ. ἃ ἄρα μέρη ἐστὶν ὁ ΑΒ τοῦ Γ, τὰ αὐτὰ μέρη ἐστὶ καὶ συναμφότερος ὁ ΑΒ, ΔΕ συναμφοτέρου τοῦ Γ, Ζ·
那么 AH、HB 的个数将等于 ΔΘ、ΘΕ 的个数。 既然 AH 是 Γ 的什么部分, ΔΘ 也是 Ζ 的相同部分,所以,AH 是 Γ 的什么部分,两者之和 AH、ΔΘ 也就是两者之和 Γ、Ζ 的相同部分。 由于同样的原因,HB 是 Γ 的什么部分,两者之和 HB、ΘΕ 也就是两者之和 Γ、Ζ 的相同部分。 因此,AB 是 Γ 的什么若干部分,两者之和 AB、ΔΕ 也就是两者之和 Γ、Ζ 的相同若干部分。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§7.prop.7ἐὰν ἀριθμὸς ἀριθμοῦ μέρος ᾖ, ὅπερ ἀφαιρεθεὶς ἀφαιρεθέντος, καὶ ὁ λοιπὸς τοῦ λοιποῦ τὸ αὐτὸ μέρος ἔσται, ὅπερ ὁ ὅλος τοῦ ὅλου.
如果一个数是另一个数的一个部分,即引去之数对引去之数所占的部分,那么其余数也是其余数的相同部分,这与全体对全体所占的部分相同。
ἀριθμὸς γὰρ ὁ ΑΒ ἀριθμοῦ τοῦ ΓΔ μέρος ἔστω, ὅπερ ἀφαιρεθεὶς ὁ ΑΕ ἀφαιρεθέντος τοῦ ΓΖ·
因为,设数 AB 是数 ΓΔ 的一个部分,即引去之数 AE 对引去之数 ΓΖ 所占的那个部分。
λέγω, ὅτι καὶ λοιπὸς ὁ ΕΒ λοιποῦ τοῦ ΖΔ τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὅλος ὁ ΑΒ ὅλου τοῦ ΓΔ. ὃ γὰρ μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ἔστω καὶ ὁ ΕΒ τοῦ ΓΗ. καὶ ἐπεί, ὃ μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΕΒ τοῦ ΓΗ, ὃ ἄρα μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΑΒ τοῦ ΗΖ. ὃ δὲ μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ὑπόκειται καὶ ὁ ΑΒ τοῦ ΓΔ· ὃ ἄρα μέρος ἐστὶ καὶ ὁ ΑΒ τοῦ ΗΖ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ τοῦ ΓΔ·
我且声称,其余数 EB 也是其余数 ΖΔ 的相同部分,这与全体 AB 对全体 ΓΔ 所占的部分相同。 因为,AE 是 ΓΖ 的什么部分,设 EB 也是 ΓΗ 的相同部分。 既然 AE 是 ΓΖ 的什么部分,EB 也是 ΓΗ 的相同部分,所以,AE 是 ΓΖ 的什么部分,AB 也就是 ΗΖ 的相同部分。 而 AE 是 ΓΖ 的什么部分,已假设 AB 也是 ΓΔ 的相同部分;所以,AB 是 ΗΖ 的什么部分,它也就是 ΓΔ 的相同部分;所以 ΗΖ 等于 ΓΔ。
ἴσος ἄρα ἐστὶν ὁ ΗΖ τῷ ΓΔ. κοινὸς ἀφῃρήσθω ὁ ΓΖ·
设引去共同的 ΓΖ,因此其余数 ΗΓ 等于其余数 ΖΔ。
λοιπὸς ἄρα ὁ ΗΓ λοιπῷ τῷ ΖΔ ἐστιν ἴσος. καὶ ἐπεί, ὃ μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος καὶ ὁ ΕΒ τοῦ ΗΓ, ἴσος δὲ ὁ ΗΓ τῷ ΖΔ, ὃ ἄρα μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΕΒ τοῦ ΖΔ. ἀλλὰ ὃ μέρος ἐστὶν ὁ ΑΕ τοῦ ΓΖ, τὸ αὐτὸ μέρος ἐστὶ καὶ ὁ ΑΒ τοῦ ΓΔ· καὶ λοιπὸς ἄρα ὁ ΕΒ λοιποῦ τοῦ ΖΔ τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὅλος ὁ ΑΒ ὅλου τοῦ ΓΔ·
既然 AE 是 ΓΖ 的什么部分,EB 也是 ΗΓ 的相同部分,且 ΗΓ 等于 ΖΔ,所以,AE 是 ΓΖ 的什么部分,EB 也就是 ΖΔ 的相同部分。 但是,AE 是 ΓΖ 的什么部分,AB 也就是 ΓΔ 的相同部分;所以,其余数 EB 也是其余数 ΖΔ 的相同部分,这与全体 AB 对全体 ΓΔ 所占的部分相同。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. 7.prop.6ὅπερ ὁ εἷς τοῦ ἑνός — 主格名词 ὁ εἷς 和属格 τοῦ ἑνός 之后省略了前文语境中的谓语动词短语“是部分”(ἐστὶ μέρος / μέρη)。直译为“正如一者对另一者[是部分]一样”。
  2. 7.prop.7ὅπερ ἀφαιρεθεὶς ἀφαιρεθέντος — 由关系代词 ὅπερ(宾格,先行承接表示“部分”的 μέρος)引导的从句。ἀφαιρεθείς 是被动分词“被减去者(数,作为部分)”,ἀφαιρεθέντος 是其属格形式(作为全体)。此处省略了系动词 ἐστί,意为“正如被减去之数对被减去之数[是该部分]一样”。
  3. 7.prop.7τὸ αὐτὸ μέρος ἔστω καὶ ὁ ΕΒ τοῦ ΓΗ — 第三人称单数命令式 ἔστω 在此处不仅表示一般的假设(“设……为”),还带有几何学中作图或设定的语气。其含义是“设(取一个数)ΓΗ,使得 EB 是 ΓΗ 的相同部分”。

引用这一段

欧几里得, 几何原本 §7.prop.6-7.prop.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.6-7.prop.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。