Humanitext Reader

欧几里得 · 几何原本 §7.prop.27-7.prop.28

互素之数的幂与和的互素性质

第 122 段,共 316 段 · 希腊语

内容简介

命题27证明了两个互素之数的幂(平方、立方等)也彼此互素,命题28则证明了两个数彼此互素当且仅当它们的和与其中的每一个数都互素。

§7.prop.27ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, καὶ πολλαπλασιάσας ἑκάτερος ἑαυτὸν ποιῇ τινα, οἱ γενόμενοι ἐξ αὐτῶν πρῶτοι πρὸς ἀλλήλους ἔσονται, κἂν οἱ ἐξ ἀρχῆς τοὺς γενομένους πολλαπλασιάσαντες ποιῶσί τινας, κἀκεῖνοι πρῶτοι πρὸς ἀλλήλους ἔσονται.
如果两个数彼此互素,且每一个数自乘得到某数,则它们所产生的积也将彼此互素;即使将原来的数与这些积相乘而得到某些数,那些数也将彼此互素。
ἔστωσαν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β, καὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Γ ποιείτω, τὸν δὲ Γ πολλαπλασιάσας τὸν Δ ποιείτω, ὁ δὲ Β ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε ποιείτω, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Ζ ποιείτω·
设 A、B 为两个彼此互素的数,且设 A 自乘得到 Γ,再乘以 Γ 得到 Δ,而 B 自乘得到 E,再乘以 E 得到 Z;我且声称,Γ、E 且 Δ、Z 都彼此互素。
λέγω, ὅτι οἵ τε Γ, Ε καὶ οἱ Δ, Ζ πρῶτοι πρὸς ἀλλήλους εἰσίν. ἐπεὶ γὰρ οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους εἰσίν, καὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Γ πεποίηκεν, οἱ Γ, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
因为,既然 A、B 彼此互素,且 A 自乘得到了 Γ,所以 Γ、B 彼此互素。
ἐπεὶ οὖν οἱ Γ, Β πρῶτοι πρὸς ἀλλήλους εἰσίν, καὶ ὁ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, οἱ Γ, Ε ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
既然 Γ、B 彼此互素,且 B 自乘得到了 E,所以 Γ、E 彼此互素。
πάλιν, ἐπεὶ οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους εἰσίν, καὶ ὁ Β ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, οἱ Α, Ε ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
再次,既然 A、B 彼此互素,且 B 自乘得到了 E,所以 A、E 彼此互素。
ἐπεὶ οὖν δύο ἀριθμοὶ οἱ Α, Γ πρὸς δύο ἀριθμοὺς τοὺς Β, Ε ἀμφότεροι πρὸς ἑκάτερον πρῶτοί εἰσιν, καὶ ὁ ἐκ τῶν Α, Γ ἄρα γενόμενος πρὸς τὸν ἐκ τῶν Β, Ε πρῶτός ἐστιν.
既然 A、Γ 这两个数对 B、E 这两个数两两互素,所以由 A、Γ 产生的积也对由 B、E 产生的积互素。
καί ἐστιν ὁ μὲν ἐκ τῶν Α, Γ ὁ Δ, ὁ δὲ ἐκ τῶν Β, Ε ὁ Ζ. οἱ Δ, Ζ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.
而由 A、Γ 产生的积是 Δ,由 B、E 产生的积是 Z。 所以 Δ、Z 彼此互素;这就是所要证明的。
§7.prop.28ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, καὶ συναμφότερος πρὸς ἑκάτερον αὐτῶν πρῶτος ἔσται· καὶ ἐὰν συναμφότερος πρὸς ἕνα τινὰ αὐτῶν πρῶτος ᾖ, καὶ οἱ ἐξ ἀρχῆς ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ἔσονται.
如果两个数彼此互素,则它们的和也对它们中的每一个互素;且如果它们的和对它们中的任何一个互素,则原来的数也将彼此互素。
Συγκείσθωσαν γὰρ δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ ΑΒ, ΒΓ· λέγω, ὅτι καὶ συναμφότερος ὁ ΑΓ πρὸς ἑκάτερον τῶν ΑΒ, ΒΓ πρῶτός ἐστιν.
设两个彼此互素的数 AB、BΓ 相加;我且声称,它们的和 AΓ 也对 AB、BΓ 中的每一个互素。
εἰ γὰρ μή εἰσιν οἱ ΓΑ, ΑΒ πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τις τοὺς ΓΑ, ΑΒ ἀριθμός.
因为,如果 ΓA、AB 不是彼此互素的,则某个数将度量 ΓA、AB。
μετρείτω, καὶ ἔστω ὁ Δ. ἐπεὶ οὖν ὁ Δ τοὺς ΓΑ, ΑΒ μετρεῖ, καὶ λοιπὸν ἄρα τὸν ΒΓ μετρήσει.
设它度量它们,并设它为 Δ。 既然 Δ 度量 ΓA、AB,所以它也必将度量余下的部分 BΓ。
μετρεῖ δὲ καὶ τὸν ΒΑ· ὁ Δ ἄρα τοὺς ΑΒ, ΒΓ μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
但它也度量 BA;所以 Δ 度量了彼此互素的 AB、BΓ;这是不可能的。
οὐκ ἄρα τοὺς ΓΑ, ΑΒ ἀριθμοὺς ἀριθμός τις μετρήσει· οἱ ΓΑ, ΑΒ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
所以没有数会度量数 ΓA、AB;所以 ΓA、AB 彼此互素。
διὰ τὰ αὐτὰ δὴ καὶ οἱ ΑΓ, ΓΒ πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
因为同样的原因,AΓ、ΓB 也彼此互素。
ὁ ΓΑ ἄρα πρὸς ἑκάτερον τῶν ΑΒ, ΒΓ πρῶτός ἐστιν.
所以 ΓA 对 AB、BΓ 中的每一个都互素。
ἔστωσαν δὴ πάλιν οἱ ΓΑ, ΑΒ πρῶτοι πρὸς ἀλλήλους· λέγω, ὅτι καὶ οἱ ΑΒ, ΒΓ πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
再次,设 ΓA、AB 彼此互素;我且声称,AB、BΓ 也彼此互素。
εἰ γὰρ μή εἰσιν οἱ ΑΒ, ΒΓ πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τις τοὺς ΑΒ, ΒΓ ἀριθμός.
因为,如果 AB、BΓ 不是彼此互素的,则某个数将度量 AB、BΓ。
μετρείτω, καὶ ἔστω ὁ Δ. καὶ ἐπεὶ ὁ Δ ἑκάτερον τῶν ΑΒ, ΒΓ μετρεῖ, καὶ ὅλον ἄρα τὸν ΓΑ μετρήσει.
设它度量它们,并设它为 Δ。 既然 Δ 度量 AB、BΓ 中的每一个,所以它也必将度量整体 ΓA。
μετρεῖ δὲ καὶ τὸν ΑΒ· ὁ Δ ἄρα τοὺς ΓΑ, ΑΒ μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
但它也度量 AB;所以 Δ 度量了彼此互素的 ΓA、AB;这是不可能的。
οὐκ ἄρα τοὺς ΑΒ, ΒΓ ἀριθμοὺς ἀριθμός τις μετρήσει.
所以没有数会度量数 AB、BΓ。
οἱ ΑΒ, ΒΓ ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.
所以 AB、BΓ 彼此互素;这就是所要证明的。

词汇与语法注释

  1. 7.prop.27κἂν οἱ ἐξ ἀρχῆς τοὺς γενομένους πολλαπλασιάσαντες ποιῶσί τινας — 在此条件从句中,`κἂν` 是 `καὶ ἐὰν`(即便)的缩写。分词 `πολλαπλασιάσαντες` 修饰主语 `οἱ ἐξ ἀρχῆς`(最初的数,即 $A$ 和 $B$)。该从句表明,不仅是二次幂(平方),通过将原数与新产生的积相乘而得到的更高次幂(如三次幂)也同样适用,暗示了向任意次幂推广。
  2. 7.prop.28συναμφότερος — 阳性单数名词化形容词 `ὁ συναμφότερος`(两者合在一起,省略了“数” `ἀριθμός`,或与 `ὁ ΑΓ` 同格)指的是两个数($AB$ 和 $B\Gamma$)的和。因为欧几里得将数在视觉上表示为线段,所以两数之和被设想为由 $AB$ 和 $B\Gamma$ 拼接而成的整条线段 $A\Gamma$。
  3. 7.prop.28καὶ λοιπὸν ἄρα τὸν ΒΓ μετρήσει — 用作名词的中性单数宾格 `λοιπόν`(余下部分)指的是从整体 $A ext{Γ}$ 中减去部分 $AB$ 后所剩的差,即数 $B\Gamma$。此处应用了整除的基本原理:如果一个数度量整体,且度量其中的一部分,则它也必然度量其余下的部分(差)。

引用这一段

欧几里得, 几何原本 §7.prop.27-7.prop.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.27-7.prop.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。