Humanitext Reader

欧几里得 · 几何原本 §7.prop.21-7.prop.23

最简比例项与互素数的关系

第 120 段,共 316 段 · 希腊语

内容简介

本部分包含第7卷命题21至23。命题21证明了互素的数在相同比例的数中是最小的;命题22证明了在给定比例中最小的数彼此互素;命题23证明了整除两个互素数之一的数与另一个数也互素。

§7.prop.21οἱ πρῶτοι πρὸς ἀλλήλους ἀριθμοὶ ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς.
互素的数是在与它们具有相同比的数中最小的。
ἔστωσαν πρῶτοι πρὸς ἀλλήλους ἀριθμοὶ οἱ Α, Β· λέγω, ὅτι οἱ Α, Β ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς.
设 A、B 为互素的数;我且声称,A、B 是在与它们具有相同比 of 数中最小的。
εἰ γὰρ μή, ἔσονταί τινες τῶν Α, Β ἐλάσσονες ἀριθμοὶ ἐν τῷ αὐτῷ λόγῳ ὄντες τοῖς Α, Β. ἔστωσαν οἱ Γ, Δ. ἐπεὶ οὖν οἱ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων 2 μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάττων τὸν ἐλάττονα, τουτέστιν ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον, ἰσάκις ἄρα ὁ Γ τὸν Α μετρεῖ καὶ ὁ Δ τὸν Β. ὁσάκις δὴ ὁ Γ τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ε. καὶ ὁ Δ ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν τῷ Ε μονάδας.
因为,如果不是,将会有一些比 A、B 小的数与 A、B 处于相同的比例。 设它们为 Γ、Δ。 既然在具有相同比的数中最小的数同样多次地度量与它们具有相同比的数,即较大者度量较大者,较小者度量较小者,也就是说,前项度量前项,后项度量后项,所以,Γ 度量 A 的次数与 Δ 度量 B 的次数相同。 因此,设 E 中的单位数等于 Γ 度量 A 的次数。 所以 Δ 也按照 E 中的单位数度量 B。
καὶ ἐπεὶ ὁ Γ τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Ε μονάδας, καὶ ὁ Ε ἄρα τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Γ μονάδας.
而且,既然 Γ 按照 E 中的单位数度量 A,所以 E 也按照 Γ 中的单位数度量 A。
διὰ τὰ αὐτὰ δὴ ὁ Ε καὶ τὸν Β μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας.
因为同样的原因,E 也按照 Δ 中的单位数度量 B。
ὁ Ε ἄρα τοὺς Α, Β μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
所以 E 度量了互素的 A、B;这是不可能的。
οὐκ ἄρα ἔσονταί τινες τῶν Α, Β ἐλάσσονες ἀριθμοὶ ἐν τῷ αὐτῷ λόγῳ ὄντες τοῖς Α, Β. οἱ Α, Β ἄρα ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς· ὅπερ ἔδει δεῖξαι.
所以,不会有一些比 A、B 小的数与 A、B 处于相同的比例。 所以 A、B 是在与它们具有相同比的数中最小的;这就是所要证明的。
§7.prop.22οἱ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
在与它们具有相同比的数中最小的数是互素的。
ἔστωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς οἱ Α, Β· λέγω, ὅτι οἱ Α, Β πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
设 A、B 是在与它们具有相同比的数中最小的数;我且声称,A、B 彼此互素。
εἰ γὰρ μή εἰσι πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τις αὐτοὺς ἀριθμός.
因为,如果它们不是互素的,则某个数将度量它们。
μετρείτω, καὶ ἔστω ὁ Γ. καὶ ὁσάκις μὲν ὁ Γ τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Δ, ὁσάκις δὲ ὁ Γ τὸν Β μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ε. ἐπεὶ ὁ Γ τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας, ὁ Γ ἄρα τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν.
设它度量它们,并设它为 Γ。 且设 Δ 中的单位数等于 Γ 度量 A 的次数,而 E 中的单位数等于 Γ 度量 B 的次数。 既然 Γ 按照 Δ 中的单位数度量 A,所以 Γ 乘以 Δ 得到了 A。
διὰ τὰ αὐτὰ δὴ καὶ ὁ Γ τὸν Ε πολλαπλασιάσας τὸν Β πεποίηκεν.
因为同样的原因,Γ 乘以 E 也得到了 B。
ἀριθμὸς δὴ ὁ Γ δύο ἀριθμοὺς τοὺς Δ, Ε πολλαπλασιάσας τοὺς Α, Β πεποίηκεν· ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ε, οὕτως ὁ Α πρὸς τὸν Β· οἱ Δ, Ε ἄρα τοῖς Α, Β ἐν τῷ αὐτῷ λόγῳ εἰσὶν ἐλάσσονες ὄντες αὐτῶν· ὅπερ ἐστὶν ἀδύνατον.
因此数 Γ 乘以两个数 Δ、E 得到了 A、B;所以,正如 Δ 对 E,A 也对 B;所以 Δ、E 与 A、B 处于同一比例,且小于它们;这是不可能的。
οὐκ ἄρα τοὺς Α, Β ἀριθμοὺς ἀριθμός τις μετρήσει.
所以,没有任何数会度量数 A、B。
οἱ α, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.
所以 A、B 彼此互素;这就是所要证明的。
§7.prop.23ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, ὁ τὸν ἕνα αὐτῶν μετρῶν ἀριθμὸς πρὸς τὸν λοιπὸν πρῶτος ἔσται.
如果两个数彼此互素,度量其中之一的数将与余下的数互素。
ἔστωσαν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β, τὸν δὲ Α μετρείτω τις ἀριθμὸς ὁ Γ· λέγω, ὅτι καὶ οἱ Γ, Β πρῶτοι πρὸς ἀλλήλους εἰσίν.
设 A、B 为两个彼此互素的数,且设某个数 Γ 度量 A;我且声称,Γ、B 也彼此互素。
εἰ γὰρ μή εἰσιν οἱ Γ, Β πρῶτοι πρὸς ἀλλήλους, μετρήσει τοὺς Γ, Β ἀριθμός.
因为,如果 Γ、B 不是彼此互素的,则某个数将度量 Γ、B。
μετρείτω, καὶ ἔστω ὁ Δ. ἐπεὶ ὁ Δ τὸν Γ μετρεῖ, ὁ δὲ Γ τὸν Α μετρεῖ, καὶ ὁ Δ ἄρα τὸν Α μετρεῖ.
设它度量它们,并设它为 Δ。 既然 Δ 度量 Γ,而 Γ 度量 A,所以 Δ 也度量 A。
μετρεῖ δὲ καὶ τὸν Β· ὁ Δ ἄρα τοὺς Α, Β μετρεῖ πρώτους ὄντας πρὸς ἀλλήλους· ὅπερ ἐστὶν ἀδύνατον.
但它也度量 B;所以 Δ 度量了彼此互素的 A、B;这是不可能的。
οὐκ ἄρα τοὺς Γ, Β ἀριθμοὺς ἀριθμός τις μετρήσει.
所以,没有任何数会度量数 Γ、B。
οἱ Γ, Β ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν· ὅπερ ἔδει δεῖξαι.
所以 Γ、B 彼此互素;这就是所要证明的。

词汇与语法注释

  1. §7.prop.21τῶν τὸν αὐτὸν λόγον ἐχόντων — 名词性分词短语“τῶν τὸν αὐτὸν λόγον ἐχόντων”作为最高级“ἐλάχιστοί”的部分属格(或比较属格),意为“在具有相同比的数中最小的”。
  2. §7.prop.21κατὰ τὰς ἐν τῷ Ε μονάδας — 介词“κατά”带宾格“τὰς ... μονάδας”表示度量或基准,意为“按照 E 中的单位数”或“与 E 中的单位数相等的次数”,用以指定度量的次数。
  3. §7.prop.22α, Β — 第20行“α, B”中的小写字母“α”是大写字母“A”(数 A)的抄本变体或书写错误,指代数 A 和数 B。
  4. §7.prop.23ὁ τὸν ἕνα αὐτῶν μετρῶν ἀριθμὸς — 该结构中,宾语“τὸν ἕνα αὐτῶν”(它们中的一个)嵌套在冠词“ὁ”与定语分词“μετρῶν”之间,表示“度量其中之一的数”。

引用这一段

欧几里得, 几何原本 §7.prop.21-7.prop.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.21-7.prop.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。