Humanitext Reader

欧几里得 · 几何原本 §7.prop.19-7.prop.20

比例数的外内项之积与同比最小数的性质

第 119 段,共 316 段 · 希腊语

内容简介

第7卷命题19证明了对于四个成比例的数,外项之积等于内项之积,反之亦然。命题20证明了在具有给定比的数中,最小的数将同样多次地分别度量具有相同比的其他数。

§7.prop.19ἐὰν τέσσαρες ἀριθμοὶ ἀνάλογον ὦσιν, ὁ ἐκ πρώτου καὶ τετάρτου γενόμενος ἀριθμὸς ἴσος ἔσται τῷ ἐκ δευτέρου καὶ τρίτου γενομένῳ ἀριθμῷ· καὶ ἐὰν ὁ ἐκ πρώτου καὶ τετάρτου γενόμενος ἀριθμὸς ἴσος ᾖ τῷ ἐκ δευτέρου καὶ τρίτου, οἱ τέσσαρες ἀριθμοὶ ἀνάλογον ἔσονται.
如果四个数成比例,则由第一项与第四项乘得的数将等于由第二项与第三项乘得的数;并且,如果由第一项与第四项乘得的数等于第二项与第三项(乘得的数),则四个数将成比例。
ἔστωσαν τέσσαρες ἀριθμοὶ ἀνάλογον οἱ Α, Β, Γ, Δ, ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Γ πρὸς τὸν Δ, καὶ ὁ μὲν Α τὸν Δ πολλαπλασιάσας τὸν Ε ποιείτω, ὁ δὲ Β τὸν Γ πολλαπλασιάσας τὸν Ζ ποιείτω·
设四个比例数 A、B、Γ、Δ,正如 A 对 B,Γ 也对 Δ。 且 A 乘以 Δ 得到 E,而 B 乘以 Γ 得到 Z。
λέγω, ὅτι ἴσος ἐστὶν ὁ Ε τῷ Ζ. ὁ γὰρ Α τὸν Γ πολλαπλασιάσας τὸν Η ποιείτω.
我且声称,E 等于 Z。 因为,设 A 乘以 Γ 得到 H。
ἐπεὶ οὖν ὁ Α τὸν Γ πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Δ πολλαπλασιάσας τὸν Ε πεποίηκεν, ἀριθμὸς δὴ ὁ Α δύο ἀριθμοὺς τοὺς Γ, Δ πολλαπλασιάσας τοὺς Η, Ε πεποίηκεν.
既然 A 乘以 Γ 得到了 H,而乘以 Δ 得到了 E,所以数 A 乘以两个数 Γ、Δ 得到了 H、E。
ἔστιν ἄρα ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Η πρὸς τὸν Ε. ἀλλʼ ὡς ὁ Γ πρὸς τὸν Δ, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Η πρὸς τὸν Ε. πάλιν, ἐπεὶ ὁ Α τὸν Γ πολλαπλασιάσας τὸν Η πεποίηκεν, ἀλλὰ μὴν καὶ ὁ Β τὸν Γ πολλαπλασιάσας τὸν Ζ πεποίηκεν, δύο δὴ ἀριθμοὶ οἱ Α, Β ἀριθμόν τινα τὸν Γ πολλαπλασιάσαντες τοὺς Η, Ζ πεποιήκασιν.
所以,正如 Γ 对 Δ,H 也对 E。 但是正如 Γ 对 Δ,A 也对 B;所以,正如 A 对 B,H 也对 E。 再次,既然 A 乘以 Γ 得到了 H,而事实上 B 乘以 Γ 也得到了 Z,所以两个数 A、B 乘以某个数 Γ 得到了 H、Z。
ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Η πρὸς τὸν Ζ. ἀλλὰ μὴν καὶ ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Η πρὸς τὸν Ε· καὶ ὡς ἄρα ὁ Η πρὸς τὸν Ε, οὕτως ὁ Η πρὸς τὸν Ζ. ὁ Η ἄρα πρὸς ἑκάτερον τῶν Ε, Ζ τὸν αὐτὸν ἔχει λόγον· ἴσος ἄρα ἐστὶν ὁ Ε τῷ Ζ. ἔστω δὴ πάλιν ἴσος ὁ Ε τῷ Ζ· λέγω, ὅτι ἐστὶν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Γ πρὸς τὸν Δ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεὶ ἴσος ἐστὶν ὁ Ε τῷ Ζ, ἔστιν ἄρα ὡς ὁ Η πρὸς τὸν Ε, οὕτως ὁ Η πρὸς τὸν Ζ. ἀλλʼ ὡς μὲν ὁ Η πρὸς τὸν Ε, οὕτως ὁ Γ πρὸς τὸν δ, ὡς δὲ ὁ Η πρὸς τὸν Ζ, οὕτως ὁ Α πρὸς τὸν Β. καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Γ πρὸς τὸν Δ· ὅπερ ἔδει δεῖξαι.
所以,正如 A 对 B,H 也对 Z。 但确实,正如 A 对 B,H 也对 E;所以,正如 H 对 E,H 也对 Z。 所以 H 对 E、Z 的每一个有相同的比;所以 E 等于 Z。 今度再次设 E 等于 Z;我且声称,正如 A 对 B,Γ 也对 Δ。 因为在相同的准备下,既然 E 等于 Z,所以,正如 H 对 E,H 也对 Z。 但是正如 H 对 E,Γ 也对 Δ;而正如 H 对 Z,A 也对 B。 所以,正如 A 对 B,Γ 也对 Δ;这就是所要证明的。
§7.prop.20οἱ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε μείζων τὸν μείζονα καὶ ὁ ἐλάσσων τὸν ἐλάσσονα.
在与它们具有相同比的数中,最小的数同样多次地度量与它们具有相同比的数,即较大者度量较大者,较小者度量较小者。
ἔστωσαν γὰρ ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Α, Β οἱ ΓΔ, ΕΖ·
因为,设在与 A、B 具有相同比的数中,最小的数为 ΓΔ、EZ。
λέγω, ὅτι ἰσάκις ὁ ΓΔ τὸν Α μετρεῖ καὶ ὁ ΕΖ τὸν Β. ὁ ΓΔ γὰρ τοῦ Α οὔκ ἐστι μέρη.
我且声称,ΓΔ 度量 A 的次数与 EZ 度量 B 的次数相同。 因为,ΓΔ 不是 A 的部分(复数)。
εἰ γὰρ δυνατόν, ἔστω· καὶ ὁ ΕΖ ἄρα τοῦ Β τὰ αὐτὰ μέρη ἐστίν, ἅπερ ὁ ΓΔ τοῦ Α. ὅσα ἄρα ἐστὶν ἐν τῷ ΓΔ μέρη τοῦ Α, τοσαῦτά ἐστι καὶ ἐν τῷ ΕΖ μέρη τοῦ Β. διῃρήσθω ὁ μὲν ΓΔ εἰς τὰ τοῦ Α μέρη τὰ ΓΗ, ΗΔ, ὁ δὲ ΕΖ εἰς τὰ τοῦ Β μέρη τὰ ΕΘ, ΘΖ· ἔσται δὴ ἴσον τὸ πλῆθος τῶν ΓΗ, ΗΔ τῷ πλήθει τῶν ΕΘ, ΘΖ. καὶ ἐπεὶ ἴσοι εἰσὶν οἱ ΓΗ, ΗΔ ἀριθμοὶ ἀλλήλοις, εἰσὶ δὲ καὶ οἱ ΕΘ, ΘΖ ἀριθμοὶ ἴσοι ἀλλήλοις, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν ΓΗ, ΗΔ τῷ πλήθει τῶν ΕΘ, ΘΖ, ἔστιν ἄρα ὡς ὁ ΓΗ πρὸς τὸν ΕΘ, οὕτως ὁ ΗΔ πρὸς τὸν ΘΖ. ἔσται ἄρα καὶ ὡς εἷς τῶν ἡγουμένων πρὸς ἕνα τῶν ἑπομένων, οὕτως ἅπαντες οἱ ἡγούμενοι πρὸς ἅπαντας τοὺς ἑπομένους.
如果可能,设它是;所以 EZ 也是 B 的同样的部分(复数),正如 ΓΔ 是 A 的。 所以在 ΓΔ 中有多少个 A 的部分(复数),在 EZ 中也有多少个 B 的部分(复数)。 设 ΓΔ 被分成 A 的部分(复数) ΓH、HΔ,而 EZ 被分成 B 的部分(复数) EΘ、ΘZ;那么 ΓH、HΔ 的数量将等于 EΘ、ΘZ 的数量。 而且,既然数 ΓH、HΔ 彼此相等,数 EΘ、ΘZ 也彼此相等,且 ΓH、HΔ 的数量等于 EΘ、ΘZ 的数量,所以,正如 ΓH 对 EΘ,HΔ 也对 ΘZ。 所以,正如前项之一对后项之一,所有前项也对所有后项。
ἔστιν ἄρα ὡς ὁ ΓΗ πρὸς τὸν ΕΘ, οὕτως ὁ ΓΔ πρὸς τὸν ΕΖ· οἱ ΓΗ, ΕΘ ἄρα τοῖς ΓΔ, ΕΖ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶν ἐλάσσονες ὄντες αὐτῶν· ὅπερ ἐστὶν ἀδύνατον· ὑπόκεινται γὰρ οἱ ΓΔ, ΕΖ ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων αὐτοῖς.
所以,正如 ΓH 对 EΘ,ΓΔ 也对 EZ;所以 ΓH、EΘ 与 ΓΔ、EZ 处于同一比例,且小于它们;这是不可能的,因为 ΓΔ、EZ 被假设为在与它们具有相同比的数中最小的。
οὐκ ἄρα μέρη ἐστὶν ὁ ΓΔ τοῦ Α· μέρος ἄρα.
所以,ΓΔ 不是 A 的部分(复数);因此是部分(单数)。
καὶ ὁ ΕΖ τοῦ Β τὸ αὐτὸ μέρος ἐστίν, ὅπερ ὁ ΓΔ τοῦ Α· ἰσάκις ἄρα ὁ ΓΔ τὸν Α μετρεῖ καὶ ὁ ΕΖ τὸν Β· ὅπερ ἔδει δεῖξαι.
而 EZ 也是 B 的同一部分(单数),正如 ΓΔ 是 A 的;所以 ΓΔ 度量 A 的次数与 EZ 度量 B 的次数相同;这就是所要证明的。

词汇与语法注释

  1. §7.prop.19ὁ ἐκ πρώτου καὶ τετάρτου γενόμενος ἀριθμὸς — 该表达由介词 ἐκ 连同数词的属格,以及修饰名词 ἀριθμός 的分词 γενόμενος 构成,是希腊数学文本中表示“通过相乘得到的乘积(数)”的公式化表达。
  2. §7.prop.19τῶν γὰρ αὐτῶν κατασκευασθέντων — 这是一个属格独立结构,使用被动完成分词 κατασκευασθέντων,是几何和算术证明中在证明逆命题时的公式化过渡句,意为“在相同的准备工作已经完成的情况下”。
  3. §7.prop.20μέρη / μέρος — 基于欧几里得的定义(第7卷定义3和4),单数 μέρος 表示“部分”(即整除数、单位分数或真约数),而复数 μέρη 则表示“部分(复数)”(即不整除数、分子大于1的分数)。这一对比构成了本命题反证法证明的逻辑骨架。

引用这一段

欧几里得, 几何原本 §7.prop.19-7.prop.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.prop.19-7.prop.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。