Humanitext Reader

欧几里得 · 几何原本 §7.def.1-7.def.22

数论基本概念与数的比例等相关定义

第 110 段,共 316 段 · 希腊语

内容简介

在欧几里得《几何原本》第七卷的开头,定义了数论的22个基本概念,包括单位、数、部分、倍数、奇偶分类、素数与合数、乘法、平面数与立体数、比例、相似以及完全数。

§7.def.1μονάς ἐστιν, καθʼ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται.
单位是这样一种东西,凭借它,存在的每一事物被称为“一”。
§7.def.2ἀριθμὸς δὲ τὸ ἐκ μονάδων συγκείμενον πλῆθος.
数是由单位组成的复多。
§7.def.3μέρος ἐστὶν ἀριθμὸς ἀριθμοῦ ὁ ἐλάσσων τοῦ μείζονος, ὅταν καταμετρῇ τὸν μείζονα.
当较小的数能量尽较大的数时,较小的数是较大数的一部分。
§7.def.4μέρη δέ, ὅταν μὴ καταμετρῇ.
当不能量尽时,是多个部分。
§7.def.5πολλαπλάσιος δὲ ὁ μείζων τοῦ ἐλάσσονος, ὅταν καταμετρῆται ὑπὸ τοῦ ἐλάσσονος.
当较大的数被较小的数所量尽时,较大数是较小数的倍数。
§7.def.6ἄρτιος ἀριθμός ἐστιν ὁ δίχα διαιρούμενος.
偶数是能被平分的数。
§7.def.7περισσὸς δὲ ὁ μὴ διαιρούμενος δίχα ἢ μονάδι διαφέρων ἀρτίου ἀριθμοῦ.
奇数是不能被平分的数,或者是与偶数相差一个单位的数。
§7.def.8ἀρτιάκις ἄρτιος ἀριθμός ἐστιν ὁ ὑπὸ ἀρτίου ἀριθμοῦ μετρούμενος κατὰ ἄρτιον ἀριθμόν.
偶倍偶数是被偶数按偶数次量尽的数。
§7.def.9ἀρτιάκις δὲ περισσός ἐστιν ὁ ὑπὸ ἀρτίου ἀριθμοῦ μετρούμενος κατὰ περισσὸν ἀριθμόν.
奇倍偶数是被偶数按奇数次量尽的数。
. §7.def.10περισσάκις δὲ περισσὸς ἀριθμός ἐστιν ὁ ὑπὸ περισσοῦ ἀριθμοῦ μετρούμενος κατὰ περισσὸν ἀριθμόν.
奇倍奇数是被奇数按奇数次量尽的数。
§7.def.11πρῶτος ἀριθμός ἐστιν ὁ μονάδι μόνῃ μετρούμενος.
素数是仅由单位量尽的数。
§7.def.12πρῶτοι πρὸς ἀλλήλους ἀριθμοί εἰσιν οἱ μονάδι μόνῃ μετρούμενοι κοινῷ μέτρῳ.
互素的数是仅由单位作为公度量尽的数。
§7.def.13σύνθετος ἀριθμός ἐστιν ὁ ἀριθμῷ τινι μετρούμενος.
合成数是能被某个数量尽的数。
§7.def.14σύνθετοι δὲ πρὸς ἀλλήλους ἀριθμοί εἰσιν οἱ ἀριθμῷ τινι μετρούμενοι κοινῷ μέτρῳ.
互合的数是能被某个数作为公度量尽的数。
§7.def.15ἀριθμὸς ἀριθμὸν πολλαπλασιάζειν λέγεται, ὅταν, ὅσαι εἰσὶν ἐν αὐτῷ μονάδες, τοσαυτάκις συντεθῇ ὁ πολλαπλασιαζόμενος, καὶ γένηταί τις.
说一数乘另一数,是指当被乘数被加了与其乘数中所含单位数一样多次,并产生某个数。
§7.def.16ὅταν δὲ δύο ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσί τινα, ὁ γενόμενος ἐπίπεδος καλεῖται, πλευραὶ δὲ αὐτοῦ οἱ πολλαπλασιάσαντες ἀλλήλους ἀριθμοί.
当两个数互相相乘产生某个数时,由此产生的数被称为平面数,而互相相乘的那些数被称为它的边。
§7.def.17ὅταν δὲ τρεῖς ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσί τινα, ὁ γενόμενος στερεός ἐστιν, πλευραὶ δὲ αὐτοῦ οἱ πολλαπλασιάσαντες ἀλλήλους ἀριθμοί.
当三个数互相相乘产生某个数时,由此产生的数是立体数,而互相相乘的那些数被称为它的边。
§7.def.18τετράγωνος ἀριθμός ἐστιν ὁ ἰσάκις ἴσος ἢ ὑπὸ δύο ἴσων ἀριθμῶν περιεχόμενος.
平方数是等数乘等数所得的数,或者是被两个相等的数所包围的数。
§7.def.19κύβος δὲ ὁ ἰσάκις ἴσος ἰσάκις ἢ ὑπὸ τριῶν ἴσων ἀριθμῶν περιεχόμενος.
立方数是等数乘等数再乘等数所得的数,或者是被三个相等的数所包围的数。
§7.def.20ἀριθμοὶ ἀνάλογόν εἰσιν, ὅταν ὁ πρῶτος τοῦ δευτέρου καὶ ὁ τρίτος τοῦ τετάρτου ἰσάκις ᾖ πολλαπλάσιος ἢ τὸ αὐτὸ μέρος ἢ τὰ αὐτὰ μέρη ὦσιν.
比例的数是,第一数对第二数,和第三数对第四数,具有等倍数,或者是同一个部分,或者是同样的多个部分。
§7.def.21ὅμοιοι ἐπίπεδοι καὶ στερεοὶ ἀριθμοί εἰσιν οἱ ἀνάλογον ἔχοντες τὰς πλευράς.
相似的平面数和立体数是那些其边成比例的数。
§7.def.22τέλειος ἀριθμός ἐστιν ὁ τοῖς ἑαυτοῦ μέρεσιν ἴσος ὤν.
完全数是等于其自身所有部分之和的数。

词汇与语法注释

  1. §7.def.1καθʼ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται — 关系代词 ἣν(阴性单数)指向先行词 μονάς。与介词 κατά(在粗气符前省写为 καθʼ)连用,表示“凭借它”或“依据它”。
  2. §7.def.3ὁ ἐλάσσων τοῦ μείζονος — 跟在比较级 ἐλάσσων 后的属格 τοῦ μείζονος 是比较属格。在这两处短语中都省略了名词 ἀριθμός,意为“比较大[数]较小[的数]”。
  3. §7.def.15ὅσαι εἰσὶν ἐν αὐτῷ μονάδες, τοσαυτάκις — 关系结构 ὅσαι... τοσαυτάκις 意为“与……中所含单位同样多的次数”。与格代词 αὐτῷ 指代主句中作为乘数的 ἀριθμός。
  4. §7.def.18ὁ ἰσάκις ἴσος — 副词 ἰσάκις(等次数地)修饰形容词 ἴσος(相等的),意为“等数乘等数”,即平方。

引用这一段

欧几里得, 几何原本 §7.def.1-7.def.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:7.def.1-7.def.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。