Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.4

等角三角形对应边的成比例性

第 87 段,共 316 段 · 希腊语

内容简介

证明在等角三角形中,夹等角的边成比例,且对等角的边对应(相似三角形的性质)。

§6.prop.4τῶν ἰσογωνίων τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας καὶ ὁμόλογοι αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι.
在等角三角形中,夹等角的边成比例,而对等角的边对应。
ἔστω ἰσογώνια τρίγωνα τὰ ΑΒΓ, ΔΓΕ ἴσην ἔχοντα τὴν μὲν ὑπὸ ΑΒΓ γωνίαν τῇ ὑπὸ ΔΓΕ, τὴν δὲ ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΓΔΕ καὶ ἔτι τὴν ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΓΕΔ· λέγω, ὅτι τῶν ΑΒΓ, ΔΓΕ τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας καὶ ὁμόλογοι αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι.
设 ABC、DCE 为等角三角形,具有角 ABC 等于角 DCE,角 BAC 等于角 CDE,并且角 ACB 等于角 CED;我说,在三角形 ABC、DCE 中,夹等角的边成比例,而对等角的边对应。
κείσθω γὰρ ἐπʼ εὐθείας ἡ ΒΓ τῇ ΓΕ. καὶ ἐπεὶ αἱ ὑπὸ ΑΒΓ, ΑΓΒ γωνίαι δύο ὀρθῶν ἐλάττονές εἰσιν, ἴση δὲ ἡ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΕΓ, αἱ ἄρα ὑπὸ ΑΒΓ, ΔΕΓ δύο ὀρθῶν ἐλάττονές εἰσιν· αἱ ΒΑ, ΕΔ ἄρα ἐκβαλλόμεναι συμπεσοῦνται.
因为,设 BC 与 CE 置于同一直线上。 由于角 ABC、ACB 小于两直角,而角 ACB 等于角 DEG,因此角 ABC、DEG 小于两直角;因此 BA、ED 延长后将会相交。
ἐκβεβλήσθωσαν καὶ συμπιπτέτωσαν κατὰ τὸ Ζ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΔΓΕ γωνία τῇ ὑπὸ ΑΒΓ, παράλληλός ἐστιν ἡ ΒΖ τῇ ΓΔ. πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΕΓ, παράλληλός ἐστιν ἡ ΑΓ τῇ ΖΕ. παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΖΑΓΔ· ἴση ἄρα ἡ μὲν ΖΑ τῇ ΔΓ, ἡ δὲ ΑΓ τῇ ΖΔ. καὶ ἐπεὶ τριγώνου τοῦ ΖΒΕ παρὰ μίαν τὴν ΖΕ ἦκται ἡ ΑΓ, ἔστιν ἄρα ὡς ἡ ΒΑ πρὸς τὴν ΑΖ, οὕτως ἡ ΒΓ πρὸς τὴν ΓΕ. ἴση δὲ ἡ ΑΖ τῇ ΓΔ· ὡς ἄρα ἡ ΒΑ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΒΓ πρὸς τὴν ΓΕ, καὶ ἐναλλὰξ ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΔΓ πρὸς τὴν ΓΕ. πάλιν, ἐπεὶ παράλληλός ἐστιν ἡ ΓΔ τῇ ΒΖ, ἔστιν ἄρα ὡς ἡ ΒΓ πρὸς τὴν ΓΕ, οὕτως ἡ ΖΔ πρὸς τὴν ΔΕ. ἴση δὲ ἡ ΖΔ τῇ ΑΓ· ὡς ἄρα ἡ ΒΓ πρὸς τὴν ΓΕ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΔΕ, καὶ ἐναλλὰξ ὡς ἡ ΒΓ πρὸς τὴν ΓΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΔ. ἐπεὶ οὖν ἐδείχθη ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΔΓ πρὸς τὴν ΓΕ, ὡς δὲ ἡ ΒΓ πρὸς τὴν ΓΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΔ, διʼ ἴσου ἄρα ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΔΕ. τῶν ἄρα ἰσογωνίων τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας καὶ ὁμόλογοι αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι· ὅπερ ἔδει δεῖξαι.
设它们被延长并相交于 Z。 由于角 DCE 等于角 ABC, BZ 平行于 CD。 再次,由于角 ACB 等于角 DEG,AC 平行于 ZE。 因此 ZACD 是平行四边形;所以 ZA 等于 CD,而 AC 等于 ZD。 由于 AC 平行于三角形 ZBE 之一边 ZE 而引出,因此,正如 BA 对 AZ,BC 也对 CE。 但是 AZ 等于 CD;因此,正如 BA 对 CD,BC 也对 CE;交互地,正如 AB 对 BC,CD 也对 CE。 再次,由于 CD 平行于 BZ,因此,正如 BC 对 CE,ZD 也对 DE。 但是 ZD 等于 AC;因此,正如 BC 对 CE,AC 也对 DE;交互地,正如 BC 对 CA,CE 也对 ED。 由于已经证明,正如 AB 对 BC,CD 也对 CE,且正如 BC 对 CA,CE 也对 ED,因此,按等比关系,正如 BA 对 AC,CD 也对 DE。 因此在等角三角形中,夹等角的边成比例,而对等角的边对应;这就是所要证明的。

词汇与语法注释

  1. 6.prop.4τῶν ἰσογωνίων τριγώνων — 置于句首以限定范围的关系属格(或部分属格),意为“在等角三角形中”。
  2. 6.prop.4αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι — 字面意为“在等角下张开的[边]”,指等角所对的边。定冠词 `αἱ` 与现在分词 `ὑποτείνουσαι` 所修饰的阴性名词 `πλευραί`(边)被省略。
  3. ¦35¦διʼ ἴσου — 比例论中表示“按等比关系”(ex aequali)的表达。其定义见于第5卷定义17,用于从比例链 A:B = D:E 和 B:C = E:F 中推导出 A:C = D:F。

引用这一段

欧几里得, 几何原本 §6.prop.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。