Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.3

三角形内角平分线分割底边的比例定理

第 86 段,共 316 段 · 希腊语

内容简介

本命题证明了角平分线定理:如果三角形的一个角被平分,则底边被分成的两段之比等于其余两边之比,反之亦然。

§6.prop.3ἐὰν τριγώνου ἡ γωνία δίχα τμηθῇ, ἡ δὲ τέμνουσα τὴν γωνίαν εὐθεῖα τέμνῃ καὶ τὴν βάσιν, τὰ τῆς βάσεως τμήματα τὸν αὐτὸν ἕξει λόγον ταῖς λοιπαῖς τοῦ τριγώνου πλευραῖς· καὶ ἐὰν τὰ τῆς βάσεως τμήματα τὸν αὐτὸν ἔχῃ λόγον ταῖς λοιπαῖς τοῦ τριγώνου πλευραῖς, ἡ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν τομὴν ἐπιζευγνυμένη εὐθεῖα δίχα τεμεῖ τὴν τοῦ τριγώνου γωνίαν.
如果三角形的一个角被平分,且平分该角的直线也切断底边,那么底边的各分段对三角形其余各边的比相同;并且,如果底边的各分段对三角形其余各边有相同的比,那么从顶点到切点所连接的直线将平分该三角形的角。
ἔστω τρίγωνον τὸ ΑΒΓ, καὶ τετμήσθω ἡ ὑπὸ ΒΑΓ γωνία δίχα ὑπὸ τῆς ΑΔ εὐθείας· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΔ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΓ. ἤχθω γὰρ διὰ τοῦ Γ τῇ ΔΑ παράλληλος ἡ ΓΕ καὶ διαχθεῖσα ἡ ΒΑ συμπιπτέτω αὐτῇ κατὰ τὸ Ε. καὶ ἐπεὶ εἰς παραλλήλους τὰς ΑΔ, ΕΓ εὐθεῖα ἐνέπεσεν ἡ ΑΓ, ἡ ἄρα ὑπὸ ΑΓΕ γωνία ἴση ἐστὶ τῇ ὑπὸ ΓΑΔ. ἀλλʼ ἡ ὑπὸ ΓΑΔ τῇ ὑπὸ ΒΑΔ ὑπόκειται ἴση·
设 ABC 为一个三角形,且角 BAC 被直线 AD 平分;我说,正如 BD 对 CD,BA 也对 AC。
καὶ ἡ ὑπὸ ΒΑΔ ἄρα τῇ ὑπὸ ΑΓΕ ἐστιν ἴση.
因为,设通过 C 引出一条平行于 DA 的直线 CE,且使延长后的 BA 与它相交于 E。
πάλιν, ἐπεὶ εἰς παραλλήλους τὰς ΑΔ, ΕΓ εὐθεῖα ἐνέπεσεν ἡ ΒΑΕ, ἡ ἐκτὸς γωνία ἡ ὑπὸ ΒΑΔ ἴση ἐστὶ τῇ ἐντὸς τῇ ὑπὸ ΑΕΓ. ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΑΓΕ τῇ ὑπὸ ΒΑΔ ἴση· καὶ ἡ ὑπὸ ΑΓΕ ἄρα γωνία τῇ ὑπὸ ΑΕΓ ἐστιν ἴση·
并且,由于直线 AC 交于平行直线 AD, EC,因此角 ACE 等于角 CAD。 但是角 CAD 假设等于角 BAD;因此角 BAD 也与角 ACE 相等。
ὥστε καὶ πλευρὰ ἡ ΑΕ πλευρᾷ τῇ ΑΓ ἐστιν ἴση. καὶ ἐπεὶ τριγώνου τοῦ ΒΓΕ παρὰ μίαν τῶν πλευρῶν τὴν ΕΓ ἦκται ἡ ΑΔ, ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΕ. ἴση δὲ ἡ ΑΕ τῇ ΑΓ· ὡς ἄρα ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΓ. ἀλλὰ δὴ ἔστω ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΓ, καὶ ἐπεζεύχθω ἡ ΑΔ· λέγω, ὅτι δίχα τέτμηται ἡ ὑπὸ ΒΑΓ γωνία ὑπὸ τῆς ΑΔ εὐθείας.
再次,由于直线 BAE 交于平行直线 AD, EC,外角 BAD 等于内角 AEC。 但是角 ACE 也被证明等于角 BAD;因此角 ACE 也与角 AEC 相等,所以边 AE 也与边 AC 相等。 并且,由于 AD 平行于三角形 BCE 之一边 EC 而引出,因此按比例地,正如 BD 对 DC,BA 也对 AE。 但是 AE 等于 AC;因此,正如 BD 对 DC,BA 也对 AC。 但是,设正如 BD 对 DC,BA 也对 AC,并且连接 AD;我说,角 BAC 被直线 AD 平分。
τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεί ἐστιν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΓ, ἀλλὰ καὶ ὡς ἡ ΒΔ πρὸς τὴν ΔΓ, οὕτως ἐστὶν ἡ ΒΑ πρὸς τὴν ΑΕ· τριγώνου γὰρ τοῦ ΒΓΕ παρὰ μίαν τὴν ΕΓ ἦκται ἡ ΑΔ· καὶ ὡς ἄρα ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΕ. ἴση ἄρα ἡ ΑΓ τῇ ΑΕ· ὥστε καὶ γωνία ἡ ὑπὸ ΑΕΓ τῇ ὑπὸ ΑΓΕ ἐστιν ἴση.
因为,在作相同准备的情况下,由于正如 BD 对 DC,BA 也对 AC,但是正如 BD 对 DC,BA 也对 AE——因为 AD 平行于三角形 BCE 之一边 EC 而引出——因此,正如 BA 对 AC,BA 也对 AE。 因此 AC 等于 AE;所以角 AEC 也等于角 ACE。
ἀλλʼ ἡ μὲν ὑπὸ ΑΕΓ τῇ ἐκτὸς τῇ ὑπὸ ΒΑΔ ἴση, ἡ δὲ ὑπὸ ΑΓΕ τῇ ἐναλλὰξ τῇ ὑπὸ ΓΑΔ ἐστιν ἴση· καὶ ἡ ὑπὸ ΒΑΔ ἄρα τῇ ὑπὸ ΓΑΔ ἐστιν ἴση.
但是,角 AEC 等于外角 BAD,而角 ACE 等于内错角 CAD;因此,角 BAD 也与角 CAD 相等。
ἡ ἄρα ὑπὸ ΒΑΓ γωνία δίχα τέτμηται ὑπὸ τῆς ΑΔ εὐθείας.
因此,角 BAC 被直线 AD 平分。
ἐὰν ἄρα τριγώνου ἡ γωνία δίχα τμηθῇ, ἡ δὲ τέμνουσα τὴν γωνίαν εὐθεῖα τέμνῃ καὶ τὴν βάσιν, τὰ τῆς βάσεως τμήματα τὸν αὐτὸν ἕξει λόγον ταῖς λοιπαῖς τοῦ τριγώνου πλευραῖς· καὶ ἐὰν τὰ τῆς βάσεως τμήματα τὸν αὐτὸν ἔχῃ λόγον ταῖς λοιπαῖς τοῦ τριγώνου πλευραῖς, ἡ ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν τομὴν ἐπιζευγνυμένη εὐθεῖα δίχα τέμνει τὴν τοῦ τριγώνου γωνίαν· ὅπερ ἔδει δεῖξαι.
因此,如果三角形的一个角被平分,且平分该角的直线也切断底边,那么底边的各分段对三角形其余各边的比相同;并且,如果底边的各分段对三角形其余各边有相同的比,那么从顶点到切点所连接的直线将平分该三角形的角;这就是所要证明的。

词汇与语法注释

  1. 6.prop.3τὸν αὐτὸν ἕξει λόγον ταῖς λοιπαῖς τοῦ τριγώνου πλευραῖς — 与格(ταῖς λοιπαῖς ... πλευραῖς)由形容词 ὁ αὐτός 支配,意为“与三角形其余各边[的比]相同的比”。它表示两个分段的比等于其余两边的比。
  2. 6.prop.3διαχθεῖσα ἡ ΒΑ συμπιπτέτω αὐτῇ — 分词 διαχθεῖσα(διαγω“延长”的无定过去时被动分词,阴性单数)与主语 ἡ ΒΑ 一致,意为“被延长的 BA”。它与第三人称单数命令动词 συμπιπτέτω(“设相交”)连用。
  3. 6.prop.3καὶ ὡς ἄρα ἡ ΒΑ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΒΑ πρὸς τὴν ΑΕ — 从前面两个比例关系(BD : DC = BA : AC 和 BD : DC = BA : AE)出发,通过共同的比(BD : DC)导出了 BA : AC = BA : AE。由于前项(BA)相同,因此后项(AC 与 AE)也相等(ἴση ἄρα ἡ ΑΓ τῇ ΑΕ),这在下一句中被指明。

引用这一段

欧几里得, 几何原本 §6.prop.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。