Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.5

对应边成比例的三角形等角性证明

第 88 段,共 316 段 · 希腊语

内容简介

证明如果两个三角形的对应边成比例,则它们是等角三角形,且对应边所对的角也相等(三角形的SSS相似定理)。

§6.prop.5ἐὰν δύο τρίγωνα τὰς πλευρὰς ἀνάλογον ἔχῃ, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν.
如果两个三角形的边成比例,那么这两个三角形将是等角的,并且对应边所对的角将相等。
ἔστω δύο τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ τὰς πλευρὰς ἀνάλογον ἔχοντα, ὡς μὲν τὴν ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὴν ΔΕ πρὸς τὴν ΕΖ, ὡς δὲ τὴν ΒΓ πρὸς τὴν ΓΑ, οὕτως τὴν ΕΖ πρὸς τὴν ΖΔ, καὶ ἔτι ὡς τὴν ΒΑ πρὸς τὴν ΑΓ, οὕτως τὴν ΕΔ πρὸς τὴν ΔΖ. λέγω, ὅτι ἰσογώνιόν ἐστι τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ καὶ ἴσας ἕξουσι τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν, τὴν μὲν ὑπὸ ΑΒΓ τῇ ὑπὸ ΔΕΖ, τὴν δὲ ὑπὸ ΒΓΑ τῇ ὑπὸ ΕΖΔ καὶ ἔτι τὴν ὑπὸ ΒΑΓ τῇ ὑπὸ ΕΔΖ. συνεστάτω γὰρ πρὸς τῇ ΕΖ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Ε, Ζ τῇ μὲν ὑπὸ ΑΒΓ γωνίᾳ ἴση ἡ ὑπὸ ΖΕΗ, τῇ δὲ ὑπὸ ΑΓΒ ἴση ἡ ὑπὸ ΕΖΗ·
设 ABC、DEF 为两个边成比例的三角形,使得正如 AB 对 BC,DE 也对 EF;正如 BC 对 CA,EF 也对 FD;并且,正如 BA 对 AC,ED 也对 DF。 我说,三角形 ABC 与三角形 DEF 是等角的,并且它们对应边所对的角相等,即角 ABC 等于角 DEF,角 BCA 等于角 EFD,并且角 BAC 等于角 EDF。 因为,设在直线 EF 及其上的点 E、F 处,作角 FEG 等于角 ABC,角 EFG 等于角 ACB;因此,在 A 处的余角等于在 G 处的余角。
λοιπὴ ἄρα ἡ πρὸς τῷ Α λοιπῇ τῇ πρὸς τῷ Η ἐστιν ἴση. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΕΗΖ.
因此,三角形 ABC 与三角形 EGF 是等角的。
τῶν ἄρα ΑΒΓ, ΕΗΖ τριγώνων ἀνάλογόν εἰσιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας καὶ ὁμόλογοι αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι· ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, ἡ ΗΕ πρὸς τὴν ΕΖ. ἀλλʼ ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ὑπόκειται ἡ ΔΕ πρὸς τὴν ΕΖ· ὡς ἄρα ἡ ΔΕ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΗΕ πρὸς τὴν ΕΖ. ἑκατέρα ἄρα τῶν ΔΕ, ΗΕ πρὸς τὴν ΕΖ τὸν αὐτὸν ἔχει λόγον· ἴση ἄρα ἐστὶν ἡ ΔΕ τῇ ΗΕ. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ΔΖ τῇ ΗΖ ἐστιν ἴση.
所以在三角形 ABC、EGF 中,夹等角的边成比例,而对等角的边对应;因此,正如 AB 对 BC,GE 也对 EF。 但是,正如 AB 对 BC,根据假设,DE 也对 EF;因此,正如 DE 对 EF,GE 也对 EF。 因此,DE、GE 各自对 EF 具有相同的比;所以 DE 等于 GE。 由于同样的原因,DF 也等于 GF。
ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΕ τῇ ΕΗ, κοινὴ δὲ ἡ ΕΖ, δύο δὴ αἱ ΔΕ, ΕΖ δυσὶ ταῖς ΗΕ, ΕΖ ἴσαι εἰσίν· καὶ βάσις ἡ ΔΖ βάσει τῇ ΖΗ ἴση· γωνία ἄρα ἡ ὑπὸ ΔΕΖ γωνίᾳ τῇ ὑπὸ ΗΕΖ ἐστιν ἴση, καὶ τὸ ΔΕΖ τρίγωνον τῷ ΗΕΖ τριγώνῳ ἴσον, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι, ὑφʼ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν.
因为 DE 等于 EG,且 EF 是公共的,所以两边 DE、EF 分别等于两边 GE、EF;且底边 DF 等于底边 FG;因此角 DEF 等于角 GEF,三角形 DEF 等于三角形 GEF,且余角等于余角,即等边所对的角。
ἴση ἄρα ἐστὶ καὶ ἡ μὲν ὑπὸ ΔΖΕ γωνία τῇ ὑπὸ ΗΖΕ, ἡ δὲ ὑπὸ ΕΔΖ τῇ ὑπὸ ΕΗΖ. καὶ ἐπεὶ ἡ μὲν ὑπὸ ΖΕΔ τῇ ὑπὸ ΗΕΖ ἐστιν ἴση, ἀλλʼ ἡ ὑπὸ ΗΕΖ τῇ ὑπὸ ΑΒΓ, καὶ ἡ ὑπὸ ΑΒΓ ἄρα γωνία τῇ ὑπὸ ΔΕΖ ἐστιν ἴση.
因此角 DFE 也等于角 GFE,角 EDF 等于角 EGF。 由于角 FED 等于角 GEF,而角 GEF 等于角 ABC,因此角 ABC 也等于角 DEF。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΑΓΒ τῇ ὑπὸ ΔΖΕ ἐστιν ἴση, καὶ ἔτι ἡ πρὸς τῷ Α τῇ πρὸς τῷ Δ· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΓ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
由于同样的原因,角 ACB 也等于角 DFE,此外在 A 处的角等于在 D 处的角;因此,三角形 ABC 与三角形 DEF 是等角的。
ἐὰν ἄρα δύο τρίγωνα τὰς πλευρὰς ἀνάλογον ἔχῃ, ἰσογώνια ἔσται τὰ τρίγωνα καὶ ἴσας ἕξει τὰς γωνίας, ὑφʼ ἃς αἱ ὁμόλογοι πλευραὶ ὑποτείνουσιν· ὅπερ ἔδει δεῖξαι.
因此,如果两个三角形的边成比例,那么这两个三角形将是等角的,并且对应边所对的角将相等;这就是所要证明的。

词汇与语法注释

  1. §6.prop.5ὑφʼ ἃς — 介词 ὑπό 接关系代词复数阴性宾格 ἅς(指代前面的 γωνίας),意为“由……所对”。关系从句的主语是 αἱ ὁμόλογοι πλευραὶ(对应边),在几何学中表示“对应边所对的(角)”。
  2. §6.prop.5συνεστάτω — 动词 συνίστημι(构造、作图)的单数第三人称现在被动命令式。尽管其后有两个主语(ἡ ὑπὸ ΖΕΗ 与 ἡ ὑπὸ ΕΖΗ),但动词使用了单数形式。用于几何学作图指令,意为“设作……”。
  3. §6.prop.5λοιπὴ ἄρα ἡ πρὸς τῷ Α λοιπῇ τῇ πρὸς τῷ Η ἐστιν ἴση. — 主语是主格的 λοιπὴ ἡ πρὸς τῷ Α(在 A 处的余角),它与与格的 λοιπῇ τῇ πρὸς τῷ Η(在 H 处的余角)相等。这一推论基于三角形内角和性质:若两三角形的两个角分别相等,则其余下的第三个角也相等。
  4. §6.prop.5ἑκατέρα ἄρα τῶν ΔΕ, ΗΕ πρὸς τὴν ΕΖ τὸν αὐτὸν ἔχει λόγον — 阴性单数主格代词 ἑκατέρα(每一个)为主语,修饰属格的 τῶν ΔΕ, ΗΕ。意思是“因此,DE、HE 各自对 EZ 具有相同的比”,由此根据比例性质推导出两者相等(DE 等于 HE)。

引用这一段

欧几里得, 几何原本 §6.prop.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。