Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.22

成比例四直线上相似图形的比例关系

第 101 段,共 316 段 · 希腊语

内容简介

证明若四条直线成比例,则在它们上描绘的相似且同样描绘的直线图形也成比例,反之亦然。

§6.prop.22ἐὰν τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, καὶ τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοιά τε καὶ ὁμοίως ἀναγεγραμμένα ἀνάλογον ἔσται· κἂν τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοιά τε καὶ ὁμοίως ἀναγεγραμμένα ἀνάλογον ᾖ, καὶ αὐταὶ αἱ εὐθεῖαι ἀνάλογον ἔσονται.
如果四条直线成比例,那么在它们上所描绘的相似且同样描绘的直线图形也将成比例;并且,如果在它们上所描绘的相似且同样描绘的直线图形成比例,那么这些直线自身也将成比例。
ἔστωσαν τέσσαρες εὐθεῖαι ἀνάλογον αἱ ΑΒ, ΓΔ, ΕΖ, ΗΘ, ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ, καὶ ἀναγεγράφθωσαν ἀπὸ μὲν τῶν ΑΒ, ΓΔ ὅμοιά τε καὶ ὁμοίως κείμενα εὐθύγραμμα τὰ ΚΑΒ, ΛΓΔ, ἀπὸ δὲ τῶν ΕΖ, ΗΘ ὅμοιά τε καὶ ὁμοίως κείμενα εὐθύγραμμα τὰ ΜΖ, ΝΘ· λέγω, ὅτι ἐστὶν ὡς τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ. εἰλήφθω γὰρ τῶν μὲν ΑΒ, ΓΔ τρίτη ἀνάλογον ἡ Ξ, τῶν δὲ ΕΖ, ΗΘ τρίτη ἀνάλογον ἡ Ο. καὶ ἐπεί ἐστιν ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ, ὡς δὲ ἡ ΓΔ πρὸς τὴν Ξ, οὕτως ἡ ΗΘ πρὸς τὴν Ο, διʼ ἴσου ἄρα ἐστὶν ὡς ἡ ΑΒ πρὸς τὴν Ξ, οὕτως ἡ ΕΖ πρὸς τὴν Ο. ἀλλʼ ὡς μὲν ἡ ΑΒ πρὸς τὴν Ξ, οὕτως τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, ὡς δὲ ἡ ΕΖ πρὸς τὴν Ο, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ· καὶ ὡς ἄρα τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ. ἀλλὰ δὴ ἔστω ὡς τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ· λέγω, ὅτι ἐστὶ καὶ ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ. εἰ γὰρ μή ἐστιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ, ἔστω ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΠΡ, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΠΡ ὁποτέρῳ τῶν ΜΖ, ΝΘ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον τὸ ΣΡ. ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΠΡ, καὶ ἀναγέγραπται ἀπὸ μὲν τῶν ΑΒ, ΓΔ ὅμοιά τε καὶ ὁμοίως κείμενα τὰ ΚΑΒ, ΛΓΔ, ἀπὸ δὲ τῶν ΕΖ, ΠΡ ὅμοιά τε καὶ ὁμοίως κείμενα τὰ ΜΖ, ΣΡ, ἔστιν ἄρα ὡς τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΣΡ. ὑπόκειται δὲ καὶ ὡς τὸ ΚΑΒ πρὸς τὸ ΛΓΔ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ·
设四条成比例的直线为 AB、ΓΔ、EZ、HΘ,如 AB 对 ΓΔ,则 EZ 对 HΘ,且在 AB、ΓΔ 上描绘相似且同样放置的直线图形 KAB、ΛΓΔ,在 EZ、HΘ 上描绘相似且同样放置的直线图形 MZ、NΘ;我说,如 KAB 对 ΛΓΔ,则 MZ 对 NΘ。 因为,设 AB、ΓΔ 的第三比例项为 Ξ,EZ、HΘ 的第三比例项为 O。 并且因为,如 AB 对 ΓΔ,则 EZ 对 HΘ,且如 ΓΔ 对 Ξ,则 HΘ 对 O,因此,通过等比定理,如 AB 对 Ξ,则 EZ 对 O。 但是,如 AB 对 Ξ,则 KAB 对 ΛΓΔ,且如 EZ 对 O,则 MZ 对 NΘ;因此,如 KAB 对 ΛΓΔ,则 MZ 对 NΘ。 但是现在,设如 KAB 对 ΛΓΔ,则 MZ 对 NΘ;我说,如 AB 对 ΓΔ,则 EZ 也对 HΘ。 因为,如果不是如 AB 对 ΓΔ,则 EZ 对 HΘ,就设如 AB 对 ΓΔ,则 EZ 对 ΠP,且在 ΠP 上描绘与 MZ、NΘ 中的任一个相似且同样放置的直线图形 ΣP。 因此,既然如 AB 对 ΓΔ,则 EZ 对 ΠP,且在 AB、ΓΔ 上已描绘相似且同样放置的 KAB、ΛΓΔ,而在 EZ、ΠP 上已描绘相似且同样放置的 MZ、ΣP,因此,如 KAB 对 ΛΓΔ,则 MZ 对 ΣP。 但又设,如 KAB 对 ΛΓΔ,则 MZ 对 NΘ;因此,如 MZ 对 ΣP,则 MZ 对 NΘ。
καὶ ὡς ἄρα τὸ ΜΖ πρὸς τὸ ΣΡ, οὕτως τὸ ΜΖ πρὸς τὸ ΝΘ. τὸ ΜΖ ἄρα πρὸς ἑκάτερον τῶν ΝΘ, ΣΡ τὸν αὐτὸν ἔχει λόγον·
因此 MZ 对 NΘ、ΣP 中的每一个具有相同的比;因此 NΘ 等于 ΣP。
ἴσον ἄρα ἐστὶ τὸ ΝΘ τῷ ΣΡ. ἔστι δὲ αὐτῷ καὶ ὅμοιον καὶ ὁμοίως κείμενον·
但它又与之相似且同样放置;因此 HΘ 等于 ΠP。
ἴση ἄρα ἡ ΗΘ τῇ ΠΡ. καὶ ἐπεί ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΠΡ, ἴση δὲ ἡ ΠΡ τῇ ΗΘ, ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΗΘ. ἐὰν ἄρα τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, καὶ τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοιά τε καὶ ὁμοίως ἀναγεγραμμένα ἀνάλογον ἔσται· κἂν τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα ὅμοιά τε καὶ ὁμοίως ἀναγεγραμμένα ἀνάλογον ᾖ, καὶ αὐταὶ αἱ εὐθεῖαι ἀνάλογον ἔσονται·
并且因为,如 AB 对 ΓΔ,则 EZ 对 ΠP,且 ΠP 等于 HΘ,因此,如 AB 对 ΓΔ,则 EZ 对 HΘ。 因此,如果四条直线成比例,那么在它们上所描绘的相似且同样描绘的直线图形也将成比例;并且,如果在它们上所描绘的相似且同样描绘的直线图形成比例,那么这些直线自身也将成比例。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. ¦5¦τὰ ἀπʼ αὐτῶν εὐθύγραμμα — 前置词 ἀπό(从……)在此表示以直线(εὐθεῖαι)为基准(底边)在之上描绘几何图形。
  2. ¦15¦τρίτη ἀνάλογον — “第三比例项”。当三个项 A、B、C 处于 A : B = B : C 的关系时,C 被称为 A 和 B 的第三比例项。
  3. ¦20¦διʼ ἴσου — “通过等比”(ex aequali)。基于第5卷定义17,从一连串的比例关系中得出两端项的比例相等(若 A:B = E:F 且 B:C = F:G,则 A:C = E:G)。
  4. ¦30¦ὁποτέρῳ τῶν ΜΖ, ΝΘ — “与 MZ、NΘ 中的任一个”。关系代词 ὁπότερος(两者之中的任何一个)的与格形式。因为 MZ 和 NΘ 已经被证明是彼此相似的,所以描绘一个与之中的任何一个相似的图形,实际上等同于与两者都相似。

引用这一段

欧几里得, 几何原本 §6.prop.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。