§6.prop.2ἐὰν τριγώνου παρὰ μίαν τῶν πλευρῶν ἀχθῇ τις εὐθεῖα, ἀνάλογον τεμεῖ τὰς τοῦ τριγώνου πλευράς· καὶ ἐὰν αἱ τοῦ τριγώνου πλευραὶ ἀνάλογον τμηθῶσιν, ἡ ἐπὶ τὰς τομὰς ἐπιζευγνυμένη εὐθεῖα παρὰ τὴν λοιπὴν ἔσται τοῦ τριγώνου πλευράν.
如果有一条直线平行于三角形的一条边,它将按比例切断三角形的边;如果三角形的边被按比例切断,那么连接切点的直线将平行于三角形的其余一条边。
τριγώνου γὰρ τοῦ ΑΒΓ παράλληλος μιᾷ τῶν πλευρῶν τῇ ΒΓ ἤχθω ἡ ΔΕ· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ.
ἐπεζεύχθωσαν γὰρ αἱ ΒΕ, ΓΔ.
ἴσον ἄρα ἐστὶ ΒΔΕ τρίγωνον τῷ ΓΔΕ τριγώνῳ· ἐπὶ γὰρ τῆς αὐτῆς βάσεώς ἐστι τῆς ΔΕ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΔΕ, ΒΓ·
因为,设平行于三角形 ABC 之一边 BC 的直线 DE 被引出;我说,正如 BD 对 DA,CE 也对 EA。 连接 BE, CD。 因此,三角形 BDE 等于三角形 CDE;因为它在同一底边 DE 上,并且在相同的平行线 DE, BC 之间。
ἄλλο δέ τι τὸ ΑΔΕ τρίγωνον.
而三角形 ADE 是另外某个图形。
τὰ δὲ ἴσα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον· ἔστιν ἄρα ὡς τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον.
相等的东西对相同的东西有相同的比;因此,正如三角形 BDE 对三角形 ADE,三角形 CDE 也对三角形 ADE。
ἀλλʼ ὡς μὲν τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως ἡ ΒΔ πρὸς τὴν ΔΑ· ὑπὸ γὰρ τὸ αὐτὸ ὕψος ὄντα τὴν ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΑΒ κάθετον ἀγομένην πρὸς ἄλληλά εἰσιν ὡς αἱ βάσεις.
但是,正如三角形 BDE 对 ADE,BD 也对 DA;因为它们在相同的高度下——即从 E 到 AB 所引的垂线——它们彼此的比等于其底边的比。
διὰ τὰ αὐτὰ δὴ ὡς τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ· καὶ ὡς ἄρα ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ.
ἀλλὰ δὴ αἱ τοῦ ΑΒΓ τριγώνου πλευραὶ αἱ ΑΒ, ΑΓ ἀνάλογον τετμήσθωσαν, ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ, καὶ ἐπεζεύχθω ἡ ΔΕ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΔΕ τῇ ΒΓ.
τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεί ἐστιν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ, ἀλλʼ ὡς μὲν ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, ὡς δὲ ἡ ΓΕ πρὸς τὴν ΕΑ, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, καὶ ὡς ἄρα τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον.
同理,正如三角形 CDE 对 ADE,CE 也对 EA;因此,正如 BD 对 DA,CE 也对 EA。 但是,设三角形 ABC 的边 AB, AC 被按比例切断,即正如 BD 对 DA,CE 也对 EA,并且连接 DE;我说,DE 平行于 BC。 因为,在作相同准备的情况下,由于正如 BD 对 DA,CE 也对 EA,但是正如 BD 对 DA,三角形 BDE 对三角形 ADE,正如 CE 对 EA,三角形 CDE 对三角形 ADE,因此,正如三角形 BDE 对三角形 ADE,三角形 CDE 也对三角形 ADE。
ἑκάτερον ἄρα τῶν ΒΔΕ, ΓΔΕ τριγώνων πρὸς τὸ ΑΔΕ τὸν αὐτὸν ἔχει λόγον.
因此,三角形 BDE, CDE 的每一个对 ADE 都有相同的比。
ἴσον ἄρα ἐστὶ τὸ ΒΔΕ τρίγωνον τῷ ΓΔΕ τριγώνῳ·
Lock 因此,三角形 BDE 等于三角形 CDE;并且它们在同一底边 DE 上。
καί εἰσιν ἐπὶ τῆς αὐτῆς βάσεως τῆς ΔΕ. τὰ δὲ ἴσα τρίγωνα καὶ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν.
而等高且在同一底边上的相等三角形,也在相同的平行线之间。
παράλληλος ἄρα ἐστὶν ἡ ΔΕ τῇ ΒΓ.
ἐὰν ἄρα τριγώνου παρὰ μίαν τῶν πλευρῶν ἀχθῇ τις εὐθεῖα, ἀνάλογον τεμεῖ τὰς τοῦ τριγώνου πλευράς· καὶ ἐὰν αἱ τοῦ τριγώνου πλευραὶ ἀνάλογον τμηθῶσιν, ἡ ἐπὶ τὰς τομὰς ἐπιζευγνυμένη εὐθεῖα παρὰ τὴν λοιπὴν ἔσται τοῦ τριγώνου πλευράν· ὅπερ ἔδει δεῖξαι.
因此,DE 平行于 BC。 因此,如果有一条直线平行于三角形的一条边,它将按比例切断三角形的边;如果三角形的边被按比例切断,那么连接切点的直线将平行于三角形的其余一条边;这就是所要证明的。