Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.1

等高三角形与平行四边形面积与其底之比

第 84 段,共 316 段 · 希腊语

内容简介

本章节为第6卷命题1,证明等高的三角形与平行四边形其面积之比等于底边之比。该证明利用同倍数的作图以及第5卷的比例定义。

§6.prop.1τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα, τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα πρὸς ἄλληλά ἐστιν ὡς αἱ βάσεις.
等高的三角形与平行四边形,其比等于它们的底边之比。
ἔστω τρίγωνα μὲν τὰ ΑΒΓ, ΑΓΔ, παραλληλόγραμμα δὲ τὰ ΕΓ, ΓΖ ὑπὸ τὸ αὐτὸ ὕψος τὸ ΑΓ·
设三角形为 ABC、ACD,平行四边形为 EC、CF,且它们具有相同的高度 AC。
λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, καὶ τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΓΖ παραλληλόγραμμον.
我说:底边 BC 对底边 CD 的比,正如三角形 ABC 对三角形 ACD 的比,也正如平行四边形 EC 对平行四边形 CF 的比。
Ἐκβεβλήσθω γὰρ ἡ ΒΔ ἐφʼ ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Θ, Λ σημεῖα, καὶ κείσθωσαν τῇ μὲν ΒΓ βάσει ἴσαι αἱ ΒΗ, ΗΘ, τῇ δὲ ΓΔ βάσει ἴσαι ὁσαιδηποτοῦν αἱ ΔΚ, ΚΛ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ, ΑΘ, ΑΚ, ΑΛ. καὶ ἐπεὶ ἴσαι εἰσὶν αἱ ΓΒ, ΒΗ, ΗΘ ἀλλήλαις, ἴσα ἐστὶ καὶ τὰ ΑΘΗ, ΑΗΒ, ΑΒΓ τρίγωνα ἀλλήλοις.
因为,让 BD 向两边延长至点 H、L,并且设任意多个与底边 BC 相等的线段 BG、GH,以及任意多个与底边 CD 相等的线段 DK、KL,连接 AG、AH、AK、AL。 因为线段 CB、BG、GH 彼此相等,所以三角形 AHG、AGB、ABC 也彼此相等。
ὁσαπλασίων ἄρα ἐστὶν ἡ ΘΓ βάσις τῆς ΒΓ βάσεως, τοσαυταπλάσιόν ἐστι καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΒΓ τριγώνου.
因此,底边 HC 是底边 BC 的多少倍,三角形 AHC 也是三角形 ABC 的多少倍。
διὰ τὰ αὐτὰ δὴ ὁσαπλασίων ἐστὶν ἡ ΛΓ βάσις τῆς ΓΔ βάσεως, τοσαυταπλάσιόν ἐστι καὶ τὸ ΑΛΓ τρίγωνον τοῦ ΑΓΔ τριγώνου·
同理,底边 LC 是底边 CD 的多少倍,三角形 ALC 也是三角形 ACD 的多少倍。
καὶ εἰ ἴση ἐστὶν ἡ ΘΓ βάσις τῇ ΓΛ βάσει, ἴσον ἐστὶ καὶ τὸ ΑΘΓ τρίγωνον τῷ ΑΓΛ τριγώνῳ, καὶ εἰ ὑπερέχει ἡ ΘΓ βάσις τῆς ΓΛ βάσεως, ὑπερέχει καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΓΛ τριγώνου, καὶ εἰ ἐλάσσων, ἔλασσον.
如果底边 HC 等于底边 CL,那么三角形 AHC 也等于三角形 ACL;如果底边 HC 大于底边 CL,那么三角形 AHC 也大于三角形 ACL;如果小于,则小于。
τεσσάρων δὴ ὄντων μεγεθῶν δύο μὲν βάσεων τῶν ΒΓ, ΓΔ, δύο δὲ τριγώνων τῶν ΑΒΓ, ΑΓΔ εἴληπται ἰσάκις πολλαπλάσια τῆς μὲν ΒΓ βάσεως καὶ τοῦ ΑΒΓ τριγώνου ἥ τε ΘΓ βάσις καὶ τὸ ΑΘΓ τρίγωνον, τῆς δὲ ΓΔ βάσεως καὶ τοῦ ΑΔΓ τριγώνου ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια ἥ τε ΛΓ βάσις καὶ τὸ ΑΛΓ τρίγωνον·
所以,这里有四个量,即两个底边 BC、CD 和两个三角形 ABC、ACD,底边 BC 和三角形 ABC 取了相同倍数的量,即底边 HC 和三角形 AHC;而底边 CD 和三角形 ADC 则取了另外任意相同倍数的量,即底边 LC 和三角形 ALC。
καὶ δέδεικται, ὅτι, εἰ ὑπερέχει ἡ ΘΓ βάσις τῆς ΓΛ βάσεως, ὑπερέχει καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΛΓ τριγώνου, καὶ εἰ ἴση, ἴσον, καὶ εἰ ἐλάσσων, ἔλασσον·
并且已经证明,如果底边 HC 大于底边 CL,那么三角形 AHC 也大于三角形 ALC;如果相等,则相等;如果小于,则小于。
ἔστιν ἄρα ὡς ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον.
因此,底边 BC 对底边 CD 的比,正如三角形 ABC 对三角形 ACD 的比。
καὶ ἐπεὶ τοῦ μὲν ΑΒΓ τριγώνου διπλάσιόν ἐστι τὸ ΕΓ παραλληλόγραμμον, τοῦ δὲ ΑΓΔ τριγώνου διπλάσιόν ἐστι τὸ ΖΓ παραλληλόγραμμον, τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον, ἔστιν ἄρα ὡς τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΖΓ παραλληλόγραμμον.
又因为,平行四边形 EC 是三角形 ABC 的两倍,平行四边形 FC 是三角形 ACD 的两倍,而部分与它们的同倍量具有相同的比,所以,三角形 ABC 对三角形 ACD 的比,正如平行四边形 EC 对平行四边形 FC 的比。
ἐπεὶ οὖν ἐδείχθη, ὡς μὲν ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, ὡς δὲ τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΓΖ παραλληλόγραμμον, καὶ ὡς ἄρα ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΖΓ παραλληλόγραμμον.
因为,已经证明,底边 BC 对 CD 的比,正如三角形 ABC 对三角形 ACD 的比;而三角形 ABC 对三角形 ACD 的比,正如平行四边形 EC 对平行四边形 CF 的比;所以,底边 BC 对底边 CD 的比,也正如平行四边形 EC 对平行四边形 FC 的比。
τὰ ἄρα τρίγωνα καὶ τὰ παραλληλόγραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα πρὸς ἄλληλά ἐστιν ὡς αἱ βάσεις·
因此,等高的三角形与平行四边形,其比等于它们的底边之比。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。

词汇与语法注释

  1. 6.prop.1τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα — 介词 `ὑπό` 连同宾格 `τὸ αὐτὸ ὕψος` 表示“处于相同的高度之下”,即具有相同的高。分词 `ὄντα` 作为定语修饰主语 `τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα`。
  2. 6.prop.1ὁσαπλασίων — 由关系形容词 `ὁσαπλασίων`(无论多少倍)与指示形容词 `τοσαυταπλάσιόν`(同样倍数)构成相关结构。作为比较对象的 `τῆς ΒΓ βάσεως` 和 `τοῦ ΑΒΓ τριγώνου` 为属格,由这些表示倍数的形容词支配(比较属格)。
  3. 6.prop.1τεσσάρων δὴ ὄντων μεγεθῶν — 属格独立结构(Genitive Absolute)。数词 `τεσσάρων` 和名词 `μεγεθῶν` 起主语作用,分词 `ὄντων` 起谓语作用(“存在四个量”)。紧随其后的 `δύο μὲν βάσεων ... δύο δὲ τριγώνων` 与之同格。
  4. 6.prop.1τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον — 与格短语 `τοῖς ὡσαύτως πολλαπλασίοις`(对于以同样方式倍增的量)由形容词 `τὸν αὐτόν`(相同的)支配,表示部分与它们各自的同倍量具有相同的比。

引用这一段

欧几里得, 几何原本 §6.prop.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。