§6.prop.19τὰ ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν.
相似三角形互呈其对应边的双倍比(二次比)。
ἔστω ὅμοια τρίγωνα τὰ ΑΒΓ, ΔΕΖ ἴσην ἔχοντα τὴν πρὸς τῷ Β γωνίαν τῇ πρὸς τῷ Ε, ὡς δὲ τὴν ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὴν ΔΕ πρὸς τὴν ΕΖ, ὥστε ὁμόλογον εἶναι τὴν ΒΓ τῇ ΕΖ·
设 ABΓ、ΔEZ 为相似三角形,B 处的角等于 E 处的角,且正如 AB 对 BΓ,ΔE 对 EZ,从而使 BΓ 对应于 EZ。
λέγω, ὅτι τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ.
εἰλήφθω γὰρ τῶν ΒΓ, ΕΖ τρίτη ἀνάλογον ἡ ΒΗ, ὥστε εἶναι ὡς τὴν ΒΓ πρὸς τὴν ΕΖ, οὕτως τὴν ΕΖ πρὸς τὴν ΒΗ·
我说,三角形 ABΓ 对三角形 ΔEZ 的比是 BΓ 对 EZ 之比的双倍比。 因为,设取 BH 为 BΓ、EZ 的第三比例项,从而正如 BΓ 对 EZ,EZ 对 BH。
καὶ ἐπεζεύχθω ἡ ΑΗ.
ἐπεὶ οὖν ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΔΕ πρὸς τὴν ΕΖ, ἐναλλὰξ ἄρα ἐστὶν ὡς ἡ ΑΒ πρὸς τὴν ΔΕ, οὕτως ἡ ΒΓ πρὸς τὴν ΕΖ. ἀλλʼ ὡς ἡ ΒΓ πρὸς ΕΖ, οὕτως ἐστὶν ἡ ΕΖ πρὸς ΒΗ. καὶ ὡς ἄρα ἡ ΑΒ πρὸς ΔΕ, οὕτως ἡ ΕΖ πρὸς ΒΗ·
且设 AH 被连接。 因此,因为正如 AB 对 BΓ,ΔE 对 EZ,所以交替地,正如 AB 对 ΔE,BΓ 对 EZ。 但正如 BΓ 对 EZ,EZ 对 BH。 因此也正如 AB 对 ΔE,EZ 对 BH。
τῶν ΑΒΗ, ΔΕΖ ἄρα τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας.
因此,在三角形 ABH、ΔEZ 中,夹等角的边是互反比例的。
ὧν δὲ μίαν μιᾷ ἴσην ἐχόντων γωνίαν τριγώνων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα.
而在各自具有一个等角的三角形中,若夹等角的边互反比例,则它们是相等的。
ἴσον ἄρα ἐστὶ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ.
因此,三角形 ABH 等于三角形 ΔEZ。
καὶ ἐπεί ἐστιν ὡς ἡ ΒΓ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΒΗ, ἐὰν δὲ τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον ἔχει ἤπερ πρὸς τὴν δευτέραν, ἡ ΒΓ ἄρα πρὸς τὴν ΒΗ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΓΒ πρὸς τὴν ΕΖ. ὡς δὲ ἡ ΓΒ πρὸς τὴν ΒΗ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΒΗ τρίγωνον·
又因为正如 BΓ 对 EZ, EZ 对 BH,且若三条直线成比例,则第一项对第三项的比是其对第二项之比的双倍比,所以 BΓ 对 BH 的比是 ΓB 对 EZ 之比的双倍比。 而正如 ΓB 对 BH,三角形 ABΓ 对三角形 ABH。
καὶ τὸ ΑΒΓ ἄρα τρίγωνον πρὸς τὸ ΑΒΗ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ. ἴσον δὲ τὸ ΑΒΗ τρίγωνον τῷ ΔΕΖ τριγώνῳ·
因此,三角形 ABΓ 对 ABH 的比也是 BΓ 对 EZ 之比的双倍比。 而三角形 ABH 等于三角形 ΔEZ。
καὶ τὸ ΑΒΓ ἄρα τρίγωνον πρὸς τὸ ΔΕΖ τρίγωνον διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΓ πρὸς τὴν ΕΖ.
τὰ ἄρα ὅμοια τρίγωνα πρὸς ἄλληλα ἐν διπλασίονι λόγῳ ἐστὶ τῶν ὁμολόγων πλευρῶν· .
因此,三角形 ABΓ 对三角形 ΔEZ 的比也是 BΓ 对 EZ 之比的双倍比。 因此,相似三角形互呈其对应边的双倍比。
Πόρισμα
ἐκ δὴ τούτου φανερόν, ὅτι, ἐὰν τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, ἔστιν ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης εἶδος πρὸς τὸ ἀπὸ τῆς δευτέρας τὸ ὅμοιον καὶ ὁμοίως ἀναγραφόμενον·
系由此显然,若三条直线成比例,则第一项对第三项的比,正如在第一项上描绘的图形,对在第二项上描绘的相似且相似置放的图形的比。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。