Humanitext Reader

欧几里得 · 几何原本 §6.prop.17-6.prop.18

三线连比例与相似直线图形的作法

第 96 段,共 316 段 · 希腊语

内容简介

第6卷命题17论述了三条直线成比例时两外项矩形与中项正方形的相等性,命题18则详细阐明了如何在给定的直线上作一个与给定直线图形相似且处于相似位置的直线图形。

§6.prop.17ἐὰν τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ· κἂν τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ᾖ τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ, αἱ τρεῖς εὐθεῖαι ἀνάλογον ἔσονται.
若三条直线成比例,则由两外项所夹的矩形等于中项上的正方形;即便由两外项所夹的矩形等于中项上的正方形,这三条直线也将成比例。
ἔστωσαν τρεῖς εὐθεῖαι ἀνάλογον αἱ Α, Β, Γ, ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ·
设三条成比例的直线为 A、B、Γ,正如 A 对 B,B 对 Γ。
λέγω, ὅτι τὸ ὑπὸ τῶν Α, Γ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς β τετραγώνῳ.
我说,由 A、Γ 所夹的矩形等于 B 上的正方形。
κείσθω τῇ Β ἴση ἡ Δ. καὶ ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ, ἴση δὲ ἡ Β τῇ Δ, ἔστιν ἄρα ὡς ἡ Α πρὸς τὴν Β, ἡ Δ πρὸς τὴν Γ. ἐὰν δὲ τέσσαρες εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων περιεχομένῳ ὀρθογωνίῳ.
设与 B 相等的 Δ 被放置。 而且,因为正如 A 对 B,B 对 Γ,且 B 等于 Δ,所以,正如 A 对 B,Δ 对 Γ。 但若四条直线成比例,则由两外项所夹的矩形等于由两内项所夹的矩形。
τὸ ἄρα ὑπὸ τῶν Α, Γ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν Β, Δ. ἀλλὰ τὸ ὑπὸ τῶν Β, Δ τὸ ἀπὸ τῆς Β ἐστιν· ἴση γὰρ ἡ Β τῇ Δ· τὸ ἄρα ὑπὸ τῶν Α, Γ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς Β τετραγώνῳ.
因此,由 A、Γ 所夹的等于由 B、Δ 所夹的。 但由 B、Δ 所夹的是 B 上的正方形,因为 B 等于 Δ;因此,由 A、Γ 所夹的矩形等于 B 上的正方形。
ἀλλὰ δὴ τὸ ὑπὸ τῶν Α, Γ ἴσον ἔστω τῷ ἀπὸ τῆς Β·
然而,设由 A、Γ 所夹的等于 B 上的正方形。
λέγω, ὅτι ἐστὶν ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεὶ τὸ ὑπὸ τῶν Α, Γ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς Β, ἀλλὰ τὸ ἀπὸ τῆς Β τὸ ὑπὸ τῶν Β, Δ ἐστιν·
我说,正如 A 对 B,B 对 Γ。 因为,在相同的作图下,既然由 A、Γ 所夹的等于 B 上的正方形,而 B 上的正方形是由 B、Δ 所夹的(因为 B 等于 Δ),所以由 A、Γ 所夹的等于由 B、Δ 所夹的。
ἴση γὰρ ἡ Β τῇ Δ· τὸ ἄρα ὑπὸ τῶν Α, Γ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν Β, Δ. ἐὰν δὲ τὸ ὑπὸ τῶν ἄκρων ἴσον ᾖ τῷ ὑπὸ τῶν μέσων, αἱ τέσσαρες εὐθεῖαι ἀνάλογόν εἰσιν.
但若由外项所夹的等于由内项所夹的,则这四条直线成比例。
ἔστιν ἄρα ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Δ πρὸς τὴν Γ. ἴση δὲ ἡ Β τῇ Δ· ὡς ἄρα ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Β πρὸς τὴν Γ. ἐὰν ἄρα τρεῖς εὐθεῖαι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ· κἂν τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ᾖ τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ, αἱ τρεῖς εὐθεῖαι ἀνάλογον ἔσονται·
因此,正如 A 对 B,Δ 对 Γ。 而 B 等于 Δ;因此,正如 A 对 B,B 对 Γ。 因此,若三条直线成比例,则由两外项所夹的矩形等于中项上的正方形;即便由两外项所夹的矩形等于中项上的正方形,这三条直线也将成比例。
ὅπερ ἔδει δεῖξαι.
这就是所要证明的。
§6.prop.18ἀπὸ τῆς δοθείσης εὐθείας τῷ δοθέντι εὐθυγράμμῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγράψαι.
在给定的直线上,作一个与给定的直线图形相似且处于相似位置的直线图形。
ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἡ ΑΒ, τὸ δὲ δοθὲν εὐθύγραμμον τὸ ΓΕ·
设给定的直线为 AB,给定的直线图形为 ΓE。
δεῖ δὴ ἀπὸ τῆς ΑΒ εὐθείας τῷ ΓΕ εὐθυγράμμῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγράψαι.
因此,必须在直线 AB 上作一个与直线图形 ΓE 相似且处于相似位置的直线图形。
ἐπεζεύχθω ἡ ΔΖ, καὶ συνεστάτω πρὸς τῇ ΑΒ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Α, Β τῇ μὲν πρὸς τῷ Γ γωνίᾳ ἴση ἡ ὑπὸ ΗΑΒ, τῇ δὲ ὑπὸ ΓΔΖ ἴση ἡ ὑπὸ ΑΒΗ. λοιπὴ ἄρα ἡ ὑπὸ ΓΖΔ τῇ ὑπὸ ΑΗΒ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΖΓΔ τρίγωνον τῷ ΗΑΒ τριγώνῳ.
设 ΔZ 被连接,并在直线 AB 上及其上的点 A、B 处,作等于 Γ 处之角的 HAB,和等于 ΓΔZ 的 ABH。 因此,剩余的 ΓZΔ 等于剩余的 AHB;因此,三角形 ZΓΔ 与三角形 HAB 是等角的。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΖΓ πρὸς τὴν ΗΑ, καὶ ἡ ΓΔ πρὸς τὴν ΑΒ. πάλιν συνεστάτω πρὸς τῇ ΒΗ εὐθείᾳ καὶ τοῖς πρὸς αὐτῇ σημείοις τοῖς Β, Η τῇ μὲν ὑπὸ ΔΖΕ γωνίᾳ ἴση ἡ ὑπὸ ΒΗΘ, τῇ δὲ ὑπὸ ΖΔΕ ἴση ἡ ὑπὸ ΗΒΘ. λοιπὴ ἄρα ἡ πρὸς τῷ Ε λοιπῇ τῇ πρὸς τῷ Θ ἐστιν ἴση· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΖΔΕ τρίγωνον τῷ ΗΘΒ τριγώνῳ·
因此成比例地,正如 ZΔ 对 HB,ZΓ 对 HA,且 ΓΔ 对 AB。 再次,在直线 BH 上及其上的点 B、H 处,作等于 ΔZE 角的 BHΘ,和等于 ZΔE 的 HBΘ。 因此,剩余的在 E 处的角等于剩余的在 Θ 处的角。 因此,三角形 ZΔE 与三角形 HΘB 是等角的。
ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΖΕ πρὸς τὴν ΗΘ καὶ ἡ ΕΔ πρὸς τὴν ΘΒ. ἐδείχθη δὲ καὶ ὡς ἡ ΖΔ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΖΓ πρὸς τὴν ΗΑ καὶ ἡ ΓΔ πρὸς τὴν ΑΒ·
因此成比例地,正如 ZΔ 对 HB,ZE 对 HΘ 且 EΔ 对 ΘB。 但也已证明,正如 ZΔ 对 HB,ZΓ 对 HA 且 ΓΔ 对 AB。
καὶ ὡς ἄρα ἡ ΖΓ πρὸς τὴν ΑΗ, οὕτως ἥ τε ΓΔ πρὸς τὴν ΑΒ καὶ ἡ ΖΕ πρὸς τὴν ΗΘ καὶ ἔτι ἡ ΕΔ πρὸς τὴν ΘΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ μὲν ὑπὸ ΓΖΔ γωνία τῇ ὑπὸ ΑΗΒ, ἡ δὲ ὑπὸ ΔΖΕ τῇ ὑπὸ ΒΗΘ, ὅλη ἄρα ἡ ὑπὸ ΓΖΕ ὅλῃ τῇ ὑπὸ ΑΗΘ ἐστιν ἴση.
因此,正如 ZΓ 对 AH,ΓΔ 对 AB,ZE 对 HΘ,且进一步 EΔ 对 ΘB。 又因为角 ΓZΔ 等于角 AHB,角 ΔZE 等于角 BHΘ,所以整个角 ΓZE 等于整个角 AHΘ。
διὰ τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ ΓΔΕ τῇ ὑπὸ ΑΒΘ ἐστιν ἴση.
由于同样的原因,角 ΓΔE 等于角 ABΘ。
ἔστι δὲ καὶ ἡ μὲν πρὸς τῷ Γ τῇ πρὸς τῷ Α ἴση, ἡ δὲ πρὸς τῷ Ε τῇ πρὸς τῷ Θ. ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΘ τῷ ΓΕ·
而 Γ 处的角也等于 A 处的角,E 处的角等于 Θ 处的角。 因此 AΘ 与 ΓE 是等角的。
καὶ τὰς περὶ τὰς ἴσας γωνίας αὐτῶν πλευρὰς ἀνάλογον ἔχει·
且它们夹等角的边是成比例的。
ὅμοιον ἄρα ἐστὶ τὸ ΑΘ εὐθύγραμμον τῷ ΓΕ εὐθυγράμμῳ.
因此,直线图形 AΘ 相似于直线图形 ΓE。
ἀπὸ τῆς δοθείσης ἄρα εὐθείας τῆς ΑΒ τῷ δοθέντι εὐθυγράμμῳ τῷ ΓΕ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγέγραπται τὸ ΑΘ·
因此,在给定的直线 AB 上,已作出了一个与给定的直线图形 ΓE 相似且处于相似位置的直线图形 AΘ。
ὅπερ ἔδει ποιῆσαι.
这就是所要做的事。

词汇与语法注释

  1. §6.prop.17τὸ ὑπὸ τῶν ἄκρων περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ — 在 τὸ ὑπὸ τῶν ἄκρων... ὀρθογώνιον(由两外项所夹的矩形)中,名词 ὀρθογώνιον(矩形)由被动分词 περιεχόμενον(所夹、所包围)修饰。相反,在 τῷ ἀπὸ τῆς μέσης τετραγώνῳ(中项上的正方形)中,介词短语 ἀπὸ τῆς μέσης(源于中项直线的)定语式地位于冠词 τῷ 与名词 τετραγώνῳ 之间,表示由单边作出的正方形。
  2. §6.prop.18ἀπὸ τῆς δοθείσης εὐθείας τῷ δοθέντι εὐθυγράμμῳ ὅμοιόν τε καὶ ὁμοίως κείμενον εὐθύγραμμον ἀναγράψαι — 不定式 ἀναγράψαι(作、作图)作为独立不定式,用以表示命题的作图要求。与格 τῷ δοθέντι εὐθυγράμμῳ(给定的直线图形)同时修饰形容词 ὅμοιόν(相似的)和副词短语 ὁμοίως κείμενον(处于相似位置的),作为关系或比较与格。
  3. §6.prop.18λοιπὴ ἄρα ἡ ὑπὸ ΓΖΔ τῇ ὑπὸ ΑΗΒ ἐστιν ἴση — 形容词 λοιπή(剩余的)指在已知两角相等时,基于三角形内角和恒定的定理,剩余的第三个角。此处省略了名词 γωνία(角),带冠词的短语 ἡ ὑπὸ ΓΖΔ 为主语,λοιπή 为表语,而 τῇ ὑπὸ ΑΗΒ 为比较与格。

引用这一段

欧几里得, 几何原本 §6.prop.17-6.prop.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.17-6.prop.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。