Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.9-5.prop.10

对同量之比的相等性与大小判定

第 74 段,共 316 段 · 希腊语

内容简介

在第5卷命题9中,证明了对同量具有相同比的量,或同量对其具有相同比的量相等;在命题10中,证明了在对同量具有比的量中,具有较大比的量较大,且同量对其具有较大比的量较小。

§5.prop.9τὰ πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχοντα λόγον ἴσα ἀλλήλοις ἐστίν· καὶ πρὸς ἃ τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον, ἐκεῖνα ἴσα ἐστίν.
对同量具有相同比的量彼此相等;且同量对其具有相同比的那些量也相等。
ἐχέτω γὰρ ἑκάτερον τῶν Α, Β πρὸς τὸ Γ τὸν αὐτὸν λόγον·
因为,设 A, B 的每一个对 Γ 具有相同的比。
λέγω, ὅτι ἴσον ἐστὶ τὸ Α τῷ Β. εἰ γὰρ μή, οὐκ ἂν ἑκάτερον τῶν Α, Β πρὸς τὸ Γ τὸν αὐτὸν εἶχε λόγον·
我说,A 等于 B。
ἔχει δέ·
因为,若不然,A, B 的每一个对 Γ 就不会具有相同的比;但它们具有。
ἴσον ἄρα ἐστὶ τὸ Α τῷ Β. ἐχέτω δὴ πάλιν τὸ Γ πρὸς ἑκάτερον τῶν Α, Β τὸν αὐτὸν λόγον·
因此 A 等于 B。
λέγω, ὅτι ἴσον ἐστὶ τὸ Α τῷ Β. εἰ γὰρ μή, οὐκ ἂν τὸ Γ πρὸς ἑκάτερον τῶν Α, Β τὸν αὐτὸν εἶχε λόγον·
再者,设 Γ 对 A, B 的每一个具有相同的比。 我说,A 等于 B。
ἔχει δέ·
因为,若不然,Γ 对 A, B 的每一个就不会具有相同的比;但它具有。
ἴσον ἄρα ἐστὶ τὸ Α τῷ Β. τὰ ἄρα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχοντα λόγον ἴσα ἀλλήλοις ἐστίν·
因此 A 等于 B。
καὶ πρὸς ἃ τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον, ἐκεῖνα ἴσα ἐστίν· ὅπερ ἔδει δεῖξαι.
因此,对同量具有相同比的量彼此相等;且同量对其具有相同比的那些量也相等;这就是所要证明的。
§5.prop.10τῶν πρὸς τὸ αὐτὸ λόγον ἐχόντων τὸ μείζονα λόγον ἔχον ἐκεῖνο μεῖζόν ἐστιν· πρὸς ὃ δὲ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλαττόν ἐστιν.
在对同量具有比的量中,具有较大比的那个量较大;而同量对其具有较大比的那个量较小。
ἐχέτω γὰρ τὸ Α πρὸς τὸ Γ μείζονα λόγον ἤπερ τὸ Β πρὸς τὸ Γ·
因为,设 A 对 Γ 具有比 B 对 Γ 较大的比。
λέγω, ὅτι μεῖζόν ἐστι τὸ Α τοῦ Β. εἰ γὰρ μή, ἤτοι ἴσον ἐστὶ τὸ Α τῷ Β ἢ ἔλασσον.
我说,A 大于 B。
ἴσον μὲν οὖν οὔκ ἐστι τὸ Α τῷ Β·
因为,若不然,A 或者是等于 B,或者是较小。
ἑκάτερον γὰρ ἂν τῶν Α, Β πρὸς τὸ Γ τὸν αὐτὸν εἶχε λόγον.
然而,A 不等于 B;因为若相等,A, B 的每一个对 Γ 就会具有相同的比。
οὐκ ἔχει δέ· οὐκ ἄρα ἴσον ἐστὶ τὸ Α τῷ Β. οὐδὲ μὴν ἔλασσόν ἐστι τὸ Α τοῦ Β·
但它们不具有;因此 A 不等于 B。
τὸ Α γὰρ ἂν πρὸς τὸ Γ ἐλάσσονα λόγον εἶχεν ἤπερ τὸ Β πρὸς τὸ Γ. οὐκ ἔχει δέ·
而且 A 也不小于 B;因为若较小,A 对 Γ 的比就会小于 B 对 Γ 的比。 但它不小于;因此 A 不小于 B。
οὐκ ἄρα ἔλασσόν ἐστι τὸ Α τοῦ Β. ἐδείχθη δὲ οὐδὲ ἴσον· μεῖζον ἄρα ἐστὶ τὸ Α τοῦ Β. ἐχέτω δὴ πάλιν τὸ Γ πρὸς τὸ Β μείζονα λόγον ἤπερ τὸ Γ πρὸς τὸ Α·
并且已证明它也不相等;因此 A 大于 B。 再者,设 Γ 对 B 具有比 Γ 对 A 较大的比。
λέγω, ὅτι ἔλασσόν ἐστι τὸ Β τοῦ Α. εἰ γὰρ μή, ἤτοι ἴσον ἐστὶν ἢ μεῖζον.
我说,B 小于 A。 因为,若不然,它或者是相等,或者是较大。
ἴσον μὲν οὖν οὔκ ἐστι τὸ Β τῷ Α· τὸ Γ γὰρ ἂν πρὸς ἑκάτερον τῶν Α, Β τὸν αὐτὸν εἶχε λόγον.
然而,B 不等于 A;因为若相等,Γ 对 A, B 的每一个就会具有相同的比。
οὐκ ἔχει δέ· οὐκ ἄρα ἴσον ἐστὶ τὸ Α τῷ Β. οὐδὲ μὴν μεῖζόν ἐστι τὸ Β τοῦ Α·
但它不具有;因此 A 不等于 B。
τὸ Γ γὰρ ἂν πρὸς τὸ Β ἐλάσσονα λόγον εἶχεν ἤπερ πρὸς τὸ Α. οὐκ ἔχει δέ·
而且 B 也不大于 A;因为若较大,Γ 对 B 的比就会小于对 A 的比。 但它不小于;因此 B 不大于 A。
οὐκ ἄρα μεῖζόν ἐστι τὸ Β τοῦ Α. ἐδείχθη δέ, ὅτι οὐδὲ ἴσον· ἔλαττον ἄρα ἐστὶ τὸ Β τοῦ Α. τῶν ἄρα πρὸς τὸ αὐτὸ λόγον ἐχόντων τὸ μείζονα λόγον ἔχον μεῖζόν ἐστιν· καὶ πρὸς ὃ τὸ αὐτὸ μείζονα λόγον ἔχει, ἐκεῖνο ἔλαττόν ἐστιν· ὅπερ ἔδει δεῖξαι.
并且已证明它也不相等;因此 B 小于 A。 因此,在对同量具有比的量中,具有较大比的那个量较大;且同量对其具有较大比的那个量较小;这就是所要证明的。

词汇与语法注释

  1. §5.prop.9καὶ πρὸς ἃ τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον, ἐκεῖνα ἴσα ἐστίν. — 关系从句 `πρὸς ἃ ...` 修饰主句的主语 `ἐκεῖνα`(其先行词)。介词 `πρός` 支配关系代词 `ἃ`(中性复数宾格,表示作为比的后项),整句的构文为:“同量(τὸ αὐτό)对其(πρὸς ἃ)具有相同比的那些量(ἐκεῖνα)相等。”
  2. §5.prop.9εἰ γὰρ μή — 意为“因为若不然[即若两者不相等]”的程式化省略表达。它与紧随其后的由助词 ἄν 搭配直陈式过去时 εἶχε 构成的归结句(`οὐκ ἂν ... εἶχε λόγον`)一同组成反事实虚拟条件句。

引用这一段

欧几里得, 几何原本 §5.prop.9-5.prop.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.9-5.prop.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。