Humanitext Reader

欧几里得 · 几何原本 §5.prop.8

不等量与第三个量之比的大小关系

第 73 段,共 316 段 · 希腊语

内容简介

本命题利用阿基米德公理,证明了不等量对第三个量之比(较大者之比更大)以及第三个量对这两个量之比的比例大小关系。

§5.prop.8τῶν ἀνίσων μεγεθῶν τὸ μεῖζον πρὸς τὸ αὐτὸ μείζονα λόγον ἔχει ἤπερ τὸ ἔλαττον. καὶ τὸ αὐτὸ πρὸς τὸ ἔλαττον μείζονα λόγον ἔχει ἤπερ πρὸς τὸ μεῖζον.
在不等量中,较大者对同量之比大于较小者之比;且同量对较小者之比大于对较大者之比。
ἔστω ἄνισα μεγέθη τὰ ΑΒ, Γ, καὶ ἔστω μεῖζον τὸ ΑΒ, ἄλλο δέ, ὃ ἔτυχεν, τὸ Δ·
设 AB, Γ 为不等量,且设 AB 为较大者,并设 Δ 为其他任意量。
λέγω, ὅτι τὸ ΑΒ πρὸς τὸ Δ μείζονα λόγον ἔχει ἤπερ τὸ Γ πρὸς τὸ Δ, καὶ τὸ Δ πρὸς τὸ Γ μείζονα λόγον ἔχει ἤπερ πρὸς τὸ ΑΒ. ἐπεὶ γὰρ μεῖζόν ἐστι τὸ ΑΒ τοῦ Γ, κείσθω τῷ Γ ἴσον τὸ ΒΕ·
我说,AB 与 Δ 之比大于 Γ 与 Δ 之比,且 Δ 与 Γ 之比大于对 AB 之比。
τὸ δὴ ἔλασσον τῶν ΑΕ, ΕΒ πολλαπλασιαζόμενον ἔσται ποτὲ τοῦ Δ μεῖζον.
因为,既然 AB 大于 Γ,设取 BE 等于 Γ;那么 AE, EB 中较小的一个若被倍增,终将大于 Δ。
ἔστω πρότερον τὸ ΑΕ ἔλαττον τοῦ ΕΒ, καὶ πεπολλαπλασιάσθω τὸ ΑΕ, καὶ ἔστω αὐτοῦ πολλαπλάσιον τὸ ΖΗ μεῖζον ὂν τοῦ δ, καὶ ὁσαπλάσιόν ἐστι τὸ ΖΗ τοῦ ΑΕ, τοσαυταπλάσιον γεγονέτω καὶ τὸ μὲν ΗΘ τοῦ ΕΒ τὸ δὲ Κ τοῦ Γ·
首先,设 AE 小于 EB,且设 AE 被倍增,并设其倍数 ZH 大于 Δ,且设 ZH 是 AE 的多少倍,HΘ 便是 EB 的多少倍,K 便是 Γ 的多少倍。
καὶ εἰλήφθω τοῦ Δ διπλάσιον μὲν τὸ Λ, τριπλάσιον δὲ τὸ Μ, καὶ ἑξῆς ἑνὶ πλεῖον, ἕως ἂν τὸ λαμβανόμενον πολλαπλάσιον μὲν γένηται τοῦ Δ, πρώτως δὲ μεῖζον τοῦ Κ. εἰλήφθω, καὶ ἔστω τὸ Ν τετραπλάσιον μὲν τοῦ Δ, πρώτως δὲ μεῖζον τοῦ Κ. ἐπεὶ οὖν τὸ Κ τοῦ Ν πρώτως ἐστὶν ἔλαττον, τὸ Κ ἄρα τοῦ Μ οὔκ ἐστιν ἔλαττον.
并设取 Δ 的两倍为 Λ,三倍为 M,且按顺序每次多一倍,直到所取的倍数成为 Δ 的倍数且首次大于 K。 设已取此倍数,并设 N 为 Δ 的四倍,且首次大于 K。 既然 K 首次小于 N,所以 K 不小于 M。
καὶ ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΖΗ τοῦ ΑΕ καὶ τὸ ΗΘ τοῦ ΕΒ, ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΖΗ τοῦ ΑΕ καὶ τὸ ΖΘ τοῦ ΑΒ. ἰσάκις δέ ἐστι πολλαπλάσιον τὸ ΖΗ τοῦ ΑΕ καὶ τὸ Κ τοῦ Γ·
由于 ZH 是 AE 的等倍数,且 HΘ 是 EB 的等倍数,所以 ZH 是 AE 的等倍数,且 ZΘ 是 AB 的等倍数。 但 ZH 是 AE 的等倍数,且 K 是 Γ 的等倍数;所以 ZΘ 是 AB 的等倍数,且 K 是 Γ 的等倍数。
ἰσάκις ἄρα ἐστὶ πολλαπλάσιον τὸ ΖΘ τοῦ ΑΒ καὶ τὸ Κ τοῦ Γ. τὰ ΖΘ, Κ ἄρα τῶν ΑΒ, Γ ἰσάκις ἐστὶ πολλαπλάσια.
因此 ZΘ, K 是 AB, Γ 的等倍数。
πάλιν, ἐπεὶ ἰσάκις ἐστὶ πολλαπλάσιον τὸ ΗΘ τοῦ ΕΒ καὶ τὸ Κ τοῦ Γ, ἴσον δὲ τὸ ΕΒ τῷ Γ, ἴσον ἄρα καὶ τὸ ΗΘ τῷ Κ·
再者,由于 HΘ 是 EB 的等倍数,且 K 是 Γ 的等倍数,而 EB 等于 Γ,所以 HΘ 也等于 K。
τὸ δὲ Κ τοῦ Μ οὔκ ἐστιν ἔλαττον· οὐδʼ ἄρα τὸ ΗΘ τοῦ μ ἔλαττόν ἐστιν.
但 K 不小于 M;所以 HΘ 也不小于 M。
μεῖζον δὲ τὸ ΖΗ τοῦ Δ· ὅλον ἄρα τὸ ΖΘ συναμφοτέρων τῶν Δ, Μ μεῖζόν ἐστιν.
但 ZH 大于 Δ;所以整体 ZΘ 大于 Δ, M 两者之和。
ἀλλὰ συναμφότερα τὰ Δ, Μ τῷ Ν ἐστιν ἴσα, ἐπειδήπερ τὸ Μ τοῦ Δ τριπλάσιόν ἐστιν, συναμφότερα δὲ τὰ Μ, Δ τοῦ Δ ἐστι τετραπλάσια, ἔστι δὲ καὶ τὸ Ν τοῦ Δ τετραπλάσιον· συναμφότερα ἄρα τὰ Μ, Δ τῷ Ν ἴσα ἐστίν.
但 Δ, M 两者之和等于 N,因为 M 是 Δ 的三倍,而 M, Δ 两者之和是 Δ 的四倍,且 N 也是 Δ 的四倍;所以 M, Δ 两者之和等于 N。
ἀλλὰ τὸ ΖΘ τῶν Μ, Δ μεῖζόν ἐστιν· τὸ ΖΘ ἄρα τοῦ Ν ὑπερέχει· τὸ δὲ Κ τοῦ Ν οὐχ ὑπερέχει.
但 ZΘ 大于 M, Δ;所以 ZΘ 超过 N;但 K 不超过 N。
καί ἐστι τὰ μὲν ΖΘ, Κ τῶν ΑΒ, Γ ἰσάκις πολλαπλάσια, τὸ δὲ Ν τοῦ Δ ἄλλο, ὃ ἔτυχεν, πολλαπλάσιον· τὸ ΑΒ ἄρα πρὸς τὸ Δ μείζονα λόγον ἔχει ἤπερ τὸ Γ πρὸς τὸ Δ. λέγω δή, ὅτι καὶ τὸ Δ πρὸς τὸ Γ μείζονα λόγον ἔχει ἤπερ τὸ Δ πρὸς τὸ ΑΒ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων ὁμοίως δείξομεν, ὅτι τὸ μὲν Ν τοῦ Κ ὑπερέχει, τὸ δὲ Ν τοῦ ΖΘ οὐχ ὑπερέχει.
且 ZΘ, K 是 AB, Γ 的等倍数,而 N 是 Δ 的其他任意倍数;所以 AB 对 Δ 之比大于 Γ 对 Δ 之比。 我说,Δ 对 Γ 之比也大于 Δ 对 AB 之比。 因为,作同样的准备,我们同理可以证明,N 超过 K,但 N 不超过 ZΘ。
καί ἐστι τὸ μὲν Ν τοῦ Δ πολλαπλάσιον, τὰ δὲ ΖΘ, Κ τῶν ΑΒ, Γ ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια· τὸ Δ ἄρα πρὸς τὸ Γ μείζονα λόγον ἔχει ἤπερ τὸ Δ πρὸς τὸ ΑΒ. ἀλλὰ δὴ τὸ ΑΕ τοῦ ΕΒ μεῖζον ἔστω.
且 N 是 Δ 的倍数,而 ZΘ, K 是 AB, Γ 的其他任意等倍数;所以 Δ 对 Γ 之比大于 Δ 对 AB 之比。 但是,设 AE 大于 EB。
τὸ δὴ ἔλαττον τὸ ΕΒ πολλαπλασιαζόμενον ἔσται ποτὲ τοῦ Δ μεῖζον.
那么较小的 EB 若被倍增,终将大于 Δ。
πεπολλαπλασιάσθω, καὶ ἔστω τὸ ΗΘ πολλαπλάσιον μὲν τοῦ ΕΒ, μεῖζον δὲ τοῦ Δ· καὶ ὁσαπλάσιόν ἐστι τὸ ΗΘ τοῦ ΕΒ, τοσαυταπλάσιον γεγονέτω καὶ τὸ μὲν ΖΗ τοῦ ΑΕ, τὸ δὲ Κ τοῦ Γ. ὁμοίως δὴ δείξομεν, ὅτι τὰ ΖΘ, Κ τῶν ΑΒ, Γ ἰσάκις ἐστὶ πολλαπλάσια·
设其被倍增,并设 HΘ 为 EB 的倍数,且大于 Δ;且设 HΘ 是 EB 的多少倍,ZH 便是 AE 的多少倍,K 便是 Γ 的多少倍。
καὶ εἰλήφθω ὁμοίως τὸ Ν πολλαπλάσιον μὲν τοῦ Δ, πρώτως δὲ μεῖζον τοῦ ΖΗ· ὥστε πάλιν τὸ ΖΗ τοῦ Μ οὔκ ἐστιν ἔλασσον.
我们同理可以证明 ZΘ, K 是 AB, Γ 的等倍数;并同理设取 N 为 Δ 的倍数,且首次大于 ZH;从而再次使 ZH 不小于 M。
μεῖζον δὲ τὸ ΗΘ τοῦ Δ· ὅλον ἄρα τὸ ΖΘ τῶν Δ, Μ, τουτέστι τοῦ Ν, ὑπερέχει.
但 HΘ 大于 Δ;所以整体 ZΘ 超过 Δ, M,即超过 N。
τὸ δὲ Κ τοῦ Ν οὐχ ὑπερέχει, ἐπειδήπερ καὶ τὸ ΖΗ μεῖζον ὂν τοῦ ΗΘ, τουτέστι τοῦ Κ, τοῦ Ν οὐχ ὑπερέχει.
但 K 不超过 N,因为 ZH 虽大于 HΘ(即 K),却不超过 N。
καὶ ὡσαύτως κατακολουθοῦντες τοῖς ἐπάνω περαίνομεν τὴν ἀπόδειξιν.
同理遵循上述步骤,我们完成此证明。
τῶν ἄρα ἀνίσων μεγεθῶν τὸ μεῖζον πρὸς τὸ αὐτὸ μείζονα λόγον ἔχει ἤπερ τὸ ἔλαττον· καὶ τὸ αὐτὸ πρὸς τὸ ἔλαττον μείζονα λόγον ἔχει ἤπερ πρὸς τὸ μεῖζον· ὅπερ ἔδει δεῖξαι.
因此,在不等量中,较大者对同量之比大于较小者之比;且同量对较小者之比大于对较大者之比;这就是所要证明的。

词汇与语法注释

  1. ¦10¦τὸ δὴ ἔλασσον τῶν ΑΕ, ΕΒ πολλαπλασιαζόμενον ἔσται ποτὲ τοῦ Δ μεῖζον — 分词 `πολλαπλασιαζόμενον` 表示条件(“若被倍增”),与将来时 `ἔσται` 连用,应用了后世被称为“阿基米德公理”(《几何原本》第五卷定义4)的性质于几何证明中。
  2. ¦20¦ἕως ἂν τὸ λαμβανόμενον πολλαπλάσιον μὲν γένηται τοῦ Δ, πρώτως δὲ μεῖζον τοῦ Κ — 由 `ἕως ἂν` 引导并接虚拟语气 `γένηται` 的时间从句,表示预期的极限(“直到……”)。副词 `πρώτως`(首次,最先)明确指出了在 Δ 的倍数序列中选择“第一个”(即最小的)大于 K 的倍数。
  3. ¦70¦ἐπειδήπερ καὶ τὸ ΖΗ μεῖζον ὂν τοῦ ΗΘ, τουτέστι τοῦ Κ, τοῦ Ν οὐχ ὑπερέχει — 分词 `ὄν` 具有让步意味(“虽然是”),修饰主句动词 `οὐχ ὑπερέχει`。由于 N 被选为首次大于 ZH 的倍数,因此 ZH 本身不超过 N,从而说明了小于 ZH 的 K 也同样不超过 N 的逻辑。

引用这一段

欧几里得, 几何原本 §5.prop.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:5.prop.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。